Δευτέρα, 9 Νοεμβρίου 2015

"Τοις αιρετικοίς μη πλησιάζετε μηδὲ κοινωνοί της ασεβείας αυτών γίνεσθε, ίνα μη συναπόλησθε "!


Ὅταν συνέβαιναν «ἀσχήμιες» (ὅπως ὀνομάζουν ταλαίπωροι  ἀντι-Οἰκουμενιστὲς τὶς αἱρέσεις μετὰ τῶν ὁποίων κοινωνοῦν), οἱ Ὀρθόδοξοι Πατέρες μας, δὲν διεμαρτύροντο  μόνο, ἀλλὰ ἀπομακρύνονταν ἀπὸ τοὺς «ἀσχημονοῦντας»!

«Ἵνα μὴ μακρὸς ὁ λόγος γένηται, διὰ τοῦτο καλὸν ἀρκεσθῆναι τῇ θείᾳ γραφῇ– καὶ πάντας αὐτῇ πεισθῆναι παραγγελούσῃ διά τε τὰς ἄλλας αἱρέσεις καὶ μάλιστα διὰ ταύτην· ἔστι δὲ αὐτῆς τὸ παράγγελμα τοῦτο· ἀπόστητε, ἀπόστητε, ἐξέλθετε ἐκεῖθεν καὶ ἀκαθάρτου μὴ ἅψησθε, ἐξέλθετε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε οἱ φέροντες» 
(Μ. Ἀθανασίου, Τοῦ αὐτοῦ πρὸς ἁπανταχοῦ μοναχοὺς περὶ τῶν γεγενημένων παρὰ τῶν Ἀρειανῶν ἐπὶ Κωνσταντίου).




«Καὶ ὑμῖν τοίνυν τοῖς φοβουμένοις τὸν Κύριον, ὅσοι νῦν ἐπιστυγνάσατε ἐπὶ τῇ ἀσχημοσύνῃ τῶν καταγνωσθέντων, ἐκεῖνο διαστελλόμεθα·  Ἐὰν μὲν ἴδητε μετανοοῦντας ἐπὶ τῇ ἀτοπίᾳ τῶν πεπραγμένων, συμπαθήσατε ὡς οἰκείοις μέλεσι νενοσηκόσιν· ἐὰν δὲ ἀπαυθαδιαζομένους καὶ καταφρονοῦντας τῆς ὑμετέρας ἐπ’ αὐτοῖς λύπης, Ἐξέλθετε ἐκ μέσου αὐτῶν, καὶ ἀφορίσθητε, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε· ἵνα οὕτως οἱ μὲν ἐντραπέντες εἰς ἐπίγνωσιν  ἔλθωσι τῆς οἰκείας κακίας· ὑμεῖς δὲ τοῦ ζήλου τοῦ Φινεὲς τὸν μισθὸν ὑποδέξησθε…» 
(Μ. Βασιλείου, Ὁμιλία ΙΔ΄, Κατὰ μεθυόντων. Τὸ ἴδιο χωρἰο καὶ εἰς το: Περὶ Μετανοίας, Λόγος Η΄).



«”Ἐξέλθετε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε”· “ἐξ ἡμῶν ᾖσαν, ἀλλ’ οὐκ ἦσαν έξ ἡμῶν“. καὶ μάλιστα ἐπὶ ἐκκλησίας τὸ ῥῆξαι καὶ σχίσαι τοῦτο σημαίνει τὸ ἀποβαλεῖν τοὺς βλάπτοντας αὐτήν. ὅταν οὖν ἐκ τοῦ ἐκβληθῆναι ἐπιτιμηθέντες καλοὶ γένωνται, λοιπόν ῥάπτονται» 



(Διδύμου τοῦ Τυφλοῦ, T.L.G., Commentarii in Ecclesiasten (3-4.12): Codex page 78, line 26).



Ὁμοίως καὶ οἱ λαϊκοί, τοῖς τῇ γνώμῃ τοῦ Θεοῦ ἐναντία δογματίσασιν μὴ πλησιάζετε μηδὲ κοινωνοὶ τῆς ἀσεβείας αὐτῶν γίνεσθε, λέγει γὰρ καὶ ὁ Θεός· “Ἀποσχίσθητε ἐκ μέσου τῶν ἀνδρῶν τούτων, ἵνα μὴ συναπόλησθε αὐτοῖς”. Καὶ πάλιν· “Ἐξέλθετε ἐκ μέσου αὐτῶν, καὶ ἀφορίσθητε, λέγει Κύριος, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε, κἀγὼ εἰσδέξομαι
ὑμᾶς”» 

(Διαταγαὶ τῶν Ἁγίων Ἀποστόλων, βιβλίον στ΄, Περὶ σχισμάτων).