Τετάρτη 3 Μαΐου 2017

"Την πλάνην άπασαν απεδίωξας, προκινδυνεύων της πίστεως"


Γιὰ τοὺς δεκάδες Ἐπισκόπους
καὶ τοὺς χιλιάδες Ποιμένες!
     Σεβαστοὶ πατέρες,
Μας καλείτε να ΜΙΜΗΘΟΥΜΕ τους ΑΓΙΟΥΣ!
    σεῖς, ἀπὸ τὰ παρακάτω –ποὺ ἀναφέρονται στὰ τροπάρια τοῦ Ἁγίου Ἀθανασίου–  τί πράξατε ἀπέναντι στὴν Παναίρεση τοῦ Οἰκουμενισμοῦ;
     Κι ἂν δὲν πράξατε τίποτα, εἶστε ποιμένες ἢ ψευδοποιμένες;

Ἀπὸ τὸν Ἑσπερινὸ καὶ τὸν Ὄρθρο τῆς ἑορτῆς τοῦ Ἁγίου
στραπαῖς τοῦ κηρύγματος, τοὺς ἐν σκότει ἐφώτισας, καὶ τὴν πλάνην ἅπασαν ἀπεδίωξας, προκινδυνεύων τῆς πίστεως, στερρὲ Ἀθανάσιε, ὡς ποιμὴν ἀληθινός, ὡς ἑδραίωμα ἄσειστον, παναοίδιμε, τῆς Χριστοῦ Ἐκκλησίας· διὰ τοῦτο, συνελθόντες σε τιμῶμεν, μελῳδικῶς ἀγαλλόμενοι.
Τοὺς ἐν πελάγει πλάνης, χειμαζομένους Πάτερ, ὡς πυρσὸς μετάρσιος ἐνθέων διδαγμάτων, ἰθύνεις ἑκάστοτε τῇ γαλήνῃ τῶν λόγων σου, πρὸς λιμένα τῆς χάριτος.
ρετὴν πᾶσαν ἤσκησας, ἐπιμόνως θεόπνευστε, καὶ χρισθεὶς τῷ  Πνεύματι χρῖσμα ἅγιον, ἱερουργὸς ἱερώτατος, σαφῶς ἐχρημάτισας, καὶ ποιμὴν ἀληθινός, καὶ τῆς πίστεως πρόμαχος· ὅθεν ἅπασα, Ἐκκλησία δοξάζει σου τὴν μνήμην, ἱερῶς ἐπιτελοῦσα, καὶ τὸν Σωτῆρα δοξάζουσα.
Χριστοῦ τὸν Ἱεράρχην, ὑμνήσωμεν ἅπαντες Ἀθανάσιον, ὅτι Ἀρείου τὰ διδάγματα πάντα κατήργησε, καὶ τῆς Ἁγίας Τριάδος τὸ κράτος, εἰς πάντα τὸν κόσμον τρανῶς καταγγέλλει, ἕνα Θεὸν ἐν τρισὶ προσώποις ἀμέριστον, ᾧ καὶ πρεσβεύει ὑπὲρ ἡμῶν, τῶν ἐν πίστει τελούντων τὴν μνήμην αὐτοῦ.
Χαίροις τῶν ἀρετῶν ὁ κανών, ὁ ὑπὲρ πίστεως ἀθλήσας στερρότατα, καὶ λύσας τὴν τοῦ Ἀρείου, κακοδοξίαν νευραῖς, τῶν σεπτῶν σου λόγων Ἀθανάσιε, τρανῶς ἐκδιδάσκων, μιᾶς Θεότητος δύναμιν, ὁριζομένην, ἐν τρισὶν ὑποστάσεσι, παρ' ἧς ἅπαντα, νοητὰ καὶ φαινόμενα, μόνην δι' ἀγαθότητα, παρήχθη πρὸς γένεσιν, καὶ σαφηνίζων τῆς θείας, δημιουργίας τὰ δύσληπτα, Χριστὸν καταπέμψαι, ταῖς ψυχαῖς ἡμῶν δυσώπει τὸ μέγα ἔλεος.

Χαίροις Πατριαρχῶν ἡ κρηπίς, σάλπιγξ ἡ εὔηχος, ὁ νοῦς ὁ περίβλεπτος, ἡ γλῶσσα ἡ ὀξυτάτη, ὁ διαυγὴς ὀφθαλμός, τῶν ὀρθῶν δογμάτων ἡ σαφήνεια, ποιμὴν ἀληθέστατος, ὁ λαμπτὴρ ὁ φανότατος, πέλεκυς κόπτων, ὕλην πᾶσαν αἱρέσεων, καταφλέγων τε, τῷ  πυρὶ τῷ  τοῦ Πνεύματος, στῦλος ὁ ἀπερίτρεπτος, ὁ πύργος ὁ ἄσειστος, ὁ τῆς Τριάδος κηρύξας, τὴν ὑπερούσιον δύναμιν, τρανῶς, ἣν δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.