Τετάρτη, 21 Ιανουαρίου 2015

ΑΚΟΛΟΥΘΙΑ ΕΙΣ ΤΟΝ ΕΝ ΑΓΙΟΙΣ ΜΑΡΚΟΝ ΤΟΝ ΕΥΓΕΝΙΚΟΝ

Με τον Άγιο Μάρκο συντασσόμεθα όλοι όσοι έχουμε αποτειχισθεί από τους Οικουμενιστές Επισκόπους, υπακούοντας στην διδασκαλία του Αγίου κι όχι στους Λατινόφρονες της σήμερον που δεν έχουν καμμία μα καμμία σχέση και κοινωνία με τον Άγιο.

Ὁ ἅγ. Μᾶρκος. Κάτωθεν ὁ Πάπας!
Τιμή Αγίου=μίμησις Αγίου. Τιμούμε λοιπόν και  προσπαθούμε να μιμηθούμε τον Άγιο,  ακολουθώντας τους αγώνες που εκείνος έκανε για την πίστη, αποστρεφόμεθα τους Λατινόφρονες και φεύγουμε της κοινωνίας αυτών. Δι’ αυτού του τρόπου πιστεύουμε ότι τιμούμε τον Άγιο και όλη τη χορεία των Αγίων που συμφωνεί με την διδασκαλία του Αγίου Μάρκου του Ευγενικού, του Άτλαντος της Ορθοδοξίας.
Όσοι πιστεύουν ότι ο Άγιος Μάρκος είναι ένα από τα θύματα του αρχεκάκου όφεως (κατά τον αιρετικό Πατριάρχη Βαρθολομαίο) επειδή έχει κι αυτός μέρος της ευθύνης του σχίσματος μεταξύ Ορθοδόξων και Λατίνων, ας μην τον εορτάσουν κι ας μην τον μιμηθούν στους αγώνες του υπέρ της πίστεως.  Επειδή όμως εμείς δεν μπορούμε να δουλεύουμε σε δύο Κυρίους, αποστρεφόμεθα, απομακρυνόμεθα και διαχωρίζουμε τη θέση μας με όλους τους Λατινόφρονες και τους κοινωνούντες μετ’ αυτών και πιστεύουμε ότι έτσι προσεγγίζουμε περισσότερο το Θεό, σύμφωνα με τα λεγόμενα του Αγ. Μάρκου:
«Βούλομαι πλατύτερον τήνμήν γνώμην εἰπεῖν, εἴπερ ποτέ καί νῦν, ἐν τῷ ἐγγίζειν τήν τελευτήν μου, ἵνα σύμφωνος ἐμαυτῷ ἀπ' ἀρχῆς μέχρι τέλους καί μή δόξῃ τισίν, ὅτι ἄλλα μέν ἔλεγον, ἄλλα δέ ἔκρυπτον ἐν τῇ διανοίᾳ, εἰκός ἦν ἐλεγχθῆναι τῇ ὥρᾳ ταύτῃ τῆς ἐμῆς ἀναλύσεως. Λέγω δέ περί τοῦ πατριάρχου, μήπως δόξῃ αὐτῷ προφάσει τάχα τιμῆς τῆς πρός ἐμέ ἐν τῇ κηδείᾳ τοῦ ταπεινοῦ μου τούτου σώματος καί ἐν τοῖς μνημοσύνοις μου στεῖλαί τινας τῶν ἀρχιερέων αὐτοῦ τοῦ κλήρου αὐτοῦ ὅλως τῶν κοινωνούντων αὐτῷ τινα συνεύξασθαι συμφορέσαι τοῖς ἐκ τοῦ ἡμετέρου μέρους ἱερεῦσι τοῖς πρός τά τοιαῦτα  προσκληθεῖσι, δοξάσας ὡς οἱῳδήποτε τρόπῳ προσίεμαι, κἄν ἐν τῷ κρυπτῷ τήν αὐτοῦ κοινωνίαν.  Καί ἵνα μή σιωπή μου συγκατάβασιν τινα ὑπονοῆσαι παρέξῃ τοῖς μή καλῶς καί εἰς βάθος εἰδόσι τόν ἐμόν σκοπόν, λέγω καί διαμαρτύρομαι ἐνώπιον τῶν παρατυχόντων πολλῶν καί ἀξιολόγων ἀνδρῶν, ὡς οὔτε βούλομαι οὔτε δέχομαι τήν αὐτοῦ τήν τῶν μετ' αὐτοῦ κοινωνίαν τό παράπαν, οὐδαμῶς, οὔτε ἐπί τῆς ζωῆς  μου, οὔτε μετά θάνατον, ὥσπερ οὐδέ τήν γεγονυῖαν ἕνωσιν καί τά δόγματα τά λατινικά, ἅπερ ἐδέξατο αὐτός τε καί οἱ μετ' αὐτοῦ, καί ὑπέρ τοῦ δεφενδεύειν ταῦτα καί τήν προστασίαν ταύτην ἐμνηστεύσατο ἐπί καταστροφῇ τῶν ὀρθῶν τῆς ἐκκλησίας δογμάτων.  Πέπεισμαι γάρ ἀκριβῶς ὅτι ὅσον ἀποδιΐσταμαι τούτου καί τῶν τοιούτων, ἐγγίζω τῷ Θεῷ καί πᾶσι τοῖς ἁγίοις, καί ὥσπερ τούτων χωρίζομαι, οὕτως ἑνοῦμαι τῇ ἀληθείᾳ καί τοῖς ἁγίοις πατράσι, τοῖς θεολόγοις τῆς ἐκκλησίας·  ὥσπερ αὖ πείθομαι τούς συντιθεμένους τούτοις ἀποδιΐστασθαι τῆς ἀληθείας καί τῶν μακαρίων τῆς ἐκκλησίας διδασκάλων.  Καί διά τοῦτο λέγω, ὥσπερ παρά πᾶσάν μου τήν ζωήν ἤμην κεχωρισμένος ἀπ' αὐτῶν, οὕτω καί ἐν τῷ καιρῷ τῆς ἐξόδου μου, καί ἔτι καί μετά τήν ἐμήν ἀποβίωσιν ἀποστρέφομαι τήν αὐτῶν κοινωνίαν καί ἕνωσιν, καί ἐξορκῶν ἐντέλλομαι, ἵνα μηδείς ἐξ αὐτῶν προσεγγίσῃ ἐν τῇ ἐμῇ κηδείᾳ τοῖς μνημοσύνοις μου, ἀλλ' οὐδέ ἄλλου τινός τῶν τοῦ μέρους ἡμῶν, ὥστε συμφορένειν ἐπιχειρῆσαι καί συλλειτουργεῖν τοῖς ἡμετέροις·  τοῦτο γάρ ἐστι τό τά ἄμικτα μίγνυσθαι.  Δεῖ δέ παντάπασιν ἐκείνους εἶναι κεχωρισμένους ἡμῶν, μέχρις ἄν δῷ Θεός τήν καλήν διόρθωσιν καί εἰρήνην τῆς ἐκκλησίας αὐτοῦ».
(Λόγοι τοῦ ἐν ἁγίοις πατρός ἡμῶν Μάρκου  ἀρχιεπισκόπου Ἐφέσου, οὕς εἶπε πολλοῖς τῶν ἀρχιερέων καί ἱερομονάχων καί μοναχῶν καί κοσμικῶν ἐν τῇ ἡμέρᾳ ἐν   μετέστη πρός τόν Θεόν,  Patrologia Orientalis Τοme XV, Αu Concile de Florence, σελ. 346-348 (8-11), καί Σπ. Λάμπρου, Παλαιολόγεια καί Πελοποννησιακά, Τόμ. Α΄, σελ. 35).
Καὶ διὰ τὴν ἀντιγραφή
Χριστίνα Νάκου

ΑΚΟΛΟΥΘΙΑ ΕΙΣ ΤΟΝ ΕΝ  ΑΓΙΟΙΣ ΠΑΤΕΡΑ ΗΜΩΝ ΜΑΡΚΟΝ ΑΡΧΙΕΠΙΣΚΟΠΟΝ ΕΦΕΣΟΥ  ΤΟΝ ΕΥΓΕΝΙΚΟΝ ΤΟΝ ΝΕΟΝ ΘΕΟΛΟΓΟΝ

ΕΙΣ ΤΟΝ ΜΕΓΑΛΟΝ ΕΣΠΕΡΙΝΟΝ
Μετά  τόν Προοιμιακόν, ἡ πρώτη στάσις τοῦ α´ καθίσματος τοῦ ψαλτηρίου.   Εἰς δέ τό Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους στ´  καί ψάλλομεν στιχηρά προσόμοια τοῦ ῾Οσίου.
 
Μηνί Ἰουνίῳ κγ'  καί Ἰανουαρίῳ ιθ'.
                      ΣΤΙΧΗΡΑ ΠΡΟΣΟΜΟΙΑ
῏Ηχος   β´ . Ποίοις εὐφημιῶν στέμμασιν.
         Ποίοις μελωδικοῖς ἄσμασιν, ἐπαινέσωμεν τόν θεῖον Μᾶρκον, ρήτορα ρητόρων τόν ἔνθεον; καί τόν δημηγόρον τῆς χάριτος;
λιγυράν φωνήν τῆς Ἐκκλησίας; τό στόμα, τῆς εὐσεβείας τό θεσπέσιον; τά χείλη, τά οὐρανόβροντα τῆς πίστεως; γλῶσσαν τήν ἔνδικον δόξης, ὀρθῆς τῶν Πατέρων; ὑφ' ἧς ἄφωνοι καί πρηνεῖς, εἰς γῆν κατεβλήθησαν, οἱ τῆς Δύσεως ὡς ἐμβρόντητοι.
         Ποίοις νικητικοῖς ἄνθεσι, στεφανώσωμεν τόν θεῖον Μᾶρκον; τῆς Ὀρθοδοξίας τόν πρόμαχον; καί κακοδοξίας ἀντίμαχον; τόν λαμπρόν Χριστοῦ τρισαριστέα; τόν πύργον, ὀρθῶν δογμάτων τόν ἀκλόνητον; τόν μέγαν, παγκρατιάρχην τόν ἀήττητον; τόν ἀληθῆ μονομάχον, Ὀρθοδόξων πάντων; τόν δι' οὗ ὀφρῦν Δυτικῶν, Χριστός καταβέβληκεν, ὁ ἔχων τό μέγα ἔλεος.
         Ποίοις Ἱεραρχῶν στέμμασιν, ἀναδήσωμεν τόν θεῖον Μᾶρκον, τῆς Ἐφέσου πρώην τόν πρόεδρον, νῦν δέ οἰκουμένης Διδάσκαλον; τοποτηρητήν ἑώας θρόνων; τόν μέγαν, Ἀρχιερέα τε καί ὅσιον, προβάτων, τῶν λογικῶν ποιμένα ἄριστον; τόν μιμητήν τοῦ Δεσπότου; τόν ψυχήν τήν ἰδίαν ἐκτιθέντα ὑπέρ αὐτῶν, καί πᾶσιν αἰτούμενον, ἱλασμόν καί μέγα ἔλεος.
Ἕτερα Προσόμοια. Ἦχος πλ. β'.  Ὅλην ἀποθέμενοι.
         λην τήν διάνοιαν τῶν ὁρωμένων ἐξάρας, καί τοῖς ὑπέρ αἴσθησιν διατρίψας ὅσιε, καί ἑνούμενος τοῖς θείοις γέγονας ὅλος σκεῦος ἅγιον, πλῆρες ὄντος θείου Πνεύματος·  ὅθεν καί ἔπνευσας καί ὑπέρ αὐτοῦ ψυχήν ἔθηκας, τόν ζῆλον ἐνδεξάμενος, ὅν ὁ Ἠλιού ἐπεδείξατο, καί θεολογήσας τήν τούτου ἐκπόρευσιν εὐσεβῶς, τήν Ἐκκλησίαν ἐστήριξας ἐν πέτρᾳ τῆς πίστεως.
         λος ἐκ νεότητος μισήσας κόσμον καί τούτου, τά τερπνά ὡς ἄστατα καί ψευδῆ καί πρόσκαιρα βδελυξάμενος, τῆς ψυχῆς ἅπασαν καί καρδίας ἔφεσιν, ἐν τοῖς θείοις προσαναρτήσας, κάλλη τά ἄῤῥητα μόνα καί ποθῶν καί βουλόμενος, τῆς τούτων ἀπολαύσεως σύν τοῖς ἐκλεκτοῖς τυχεῖν ἅπασιν·  ὅθεν διαπρέψας τῷ θείῳ σχήματι τῶν μοναχῶν, ὁμολογίᾳ κεκόσμησαι, τῇ ὑπέρ τῆς πίστεως.
         λος ἦν σεμνότατος ὁ σός φιλόσοφος βίος, θαυμαστός, ἐξαίρετος, ἱερός καί ἅγιος καί ἰσάγγελος, συντριβήν ἄμετρον τῆς ψυχῆς· εἶχες γάρ παρθενίαν ὑπέρ ἄνθρωπον, ἄκραν εὐλάβειαν, τήν ὑψοποιόν τε ταπείνωσιν, ἀγάπην ἀνυπόκριτον, ἧς χωρίς οὐδείς Θεόν ὄψεται·  ὅθεν ἐπί τέλει, τοῦ βίου ὁ τῆς δόξης σέ Θεός, δόξῃ λαμπρᾷ κατεκόσμησε, τῇ ὑπέρ τῆς πίστεως.
        
Δόξα....῏Ηχος πλ. β´.
         Σήμερον ἀνέτειλεν ἐν τῷ στερεώματι τῆς Ἐκκλησίας, ἡ σεβάσμιος πανήγυρις τοῦ Ἱεράρχου καί τῆς ὀρθοδοξίας ἡμῶν προμάχου καί φύλακος.  Δεῦτε οὖν φιλέορτοι πάντες, τά χαριστήρια τούτῳ προσάγοντες, ἐν φωναῖς ἀλαλαγμοῦ, τήν μνήμην αὐτοῦ ἑορτάσωμεν, λέγοντες, Χαίροις Μᾶρκε ἀοίδιμε, τῆς ἑώας φωστήρ ὁ λαμπρότατος, καί τῆς δύσεως πρηστήρ φλογερώτατος.  Χαίροις τῶν Ὀρθοδόξων ἡμῶν τό μέγα ἐκνίκημα, καί τῶν κακοδόξων Λατίνων τό παντέλειον ἥττημα, Χαίροις ὁ ὑπέρ τῆς δόξης τῶν πατέρων, μυρίους πόνους καταβαλόμενος, καί πρός τήν αἵρεσιν μέχρις αἵματος ἀνταγωνισάμενος.  Αἴτησαι πρεσβείαις σου, ἀσαλεύτους ἡμᾶς ἐν τῇ πίστει τηρηθῆναι, καί σωθῆναι τάς ψυχάς ἡμῶν.
Καί νῦν.... Θεοτοκίον.
         Τίς μή μακαρίσει σέ, Παναγία Παρθένε; τίς μή ἀνυμνήσει σου, τόν ἀλόχευτον τόκον; ὁ γάρ ἀχρόνως ἐκ Πατρός, ἐκλάμψας Υἱός μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεός ὑπάρχων, καί φύσει γενόμενος ἄνθρωπος δι᾿ ἡμᾶς·  οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ᾿ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτόν ἱκέτευε, σεμνή παμμακάριστε, ἐλεηθῆναι τάς ψυχάς ἡμῶν.
Εἴσοδος, Φῶς   ἱλαρόν......... τό   Προκείμενον       τῆς      ἡμέρας    καί τά ᾿Αναγνώσματα.
Παροιμιῶν  τό ᾿Ανάγνωσμα.
         Μνήμη δικαίου μετ' ἐγκωμίων, καί εὐλογία Κυρίου ἐπί κεφαλήν αὐτοῦ.  Μακάριος ἄνθρωπος, ὅς εὗρε σοφίαν, καί θνητός ὅς εἶδε φρόνησιν.  Κρεῖσσον γάρ αὐτήν ἐμπορεύεσθαι, ἤ χρυσίου καί ἀργυρίου θησαυρούς.  Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν·  πᾶν δέ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν.  Ἐκ γάρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δέ καί ἔλεον ἐπί γλώσσης φορεῖ.  Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα, σεμνά γάρ ἐρῶ·  καί μακάριος ἄνθρωπος, ὅς τάς ἐμάς ὁδούς φυλάξει.  Αἱ γάρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καί ἑτοιμάζεται θέλησις παρά Κυρίου.  Διά τοῦτο παρακαλῶ ὑμᾶς καί προΐεμαι ἐμήν φωνήν υἱοῖς ἀνθρώπων.  Ὅτι ἐγώ ἡ Σοφία κατεσκεύασα βουλήν, καί γνῶσιν καί ἔννοιαν ἐγώ ἐπεκαλεσάμην.  Ἐμή βουλή καί ἀσφάλεια, ἐμή φρόνησις, ἐμή δέ ἰσχύς.  Ἐγώ τούς ἐμέ φιλοῦντας ἀγαπῶ, οἱ δέ ἐμέ ζητοῦντες εὑρήσουσι χάριν.  Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δέ ἀπαίδευτοι ἔνθεσθε καρδίαν.   Εἰσακούσατέ μου καί πάλιν, σεμνά γάρ ἐγῶ, καί ἀνοίγω ἀπό χειλέων ὀρθά.  Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δέ ἐναντίον ἐμοῦ χείλη  ψευδῆ.  Μετά δικαιοσύνης πάντα τά ρήματα τοῦ στόματός μου, οὐδέν ἐν αὐτοῖς σκολιόν, οὐδέ στραγγαλιῶδες.  Πάντα εὐθέα ἐστί τοῖς νοοῦσι, καί ὀρθά τοῖς εὑρίσκουσι γνῶσιν.  Διδάσκω γάρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπίς ὑμῶν, καί πλησθήσεσθε πνεύματος.
Σοφίας  Σολομῶντος τό ᾿Ανάγνωσμα.
          Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δέ ἀνδρῶν ἐπίστανται χάριτας. Στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δέ ῥύεται αὐτούς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου, οὐκ ὄλλυται ἐλπίς·  υἱός γάρ δίκαιος γεννᾶται εἰς ζωήν, καί ἐν ἀγαθοῖς αὐτοῦ καρπόν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διά παντός, καί παρά Κυρίου εὑρήσουσι χάριν καί δόξαν. Γλῶσσα σοφῶν καλά ἐπίσταται,  καί  ἐν  καρδίᾳ   αὐτῶν   ἀναπαύσεται  σοφία.   Ἀγαπᾶ Κύριος  ὁσίας  καρδίας,  δεκτοί  δέ  αὐτῷ πάντες ἄμωμοι  ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γάρ τούς ἐπιθυμοῦντας αὐτήν, πρό τοῦ γνωσθῆναι, καί εὐχερῶς θεωρεῖται ὑπό τῶν ἀγαπώντων αὐτήν. ῾Ο ὀρθρίσας πρός αὐτήν, οὐ κοπιάσει·  καί ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. ῞Οτι τούς ἀξίους αὑτῆς αὐτή περιέρχεται ζητοῦσα, καί  ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτέ κακία.  Διά ταῦτα καί ἐραστής ἐγενόμην τοῦ κάλλους αὐτῆς, καί ἐφίλησα ταύτην, καί ἐξεζήτησα ἐκ νεότητός μου, καί ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. ῞Οτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν·  μύστις γάρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καί αἱρετίς τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς, εἰσίν ἀρεταί· σωφροσύνην δέ καί φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καί ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ δέ καί πολυπειρίαν ποθεῖ τις, οἶδε τά ἀρχαῖα καί τά μέλλοντα εἰκάζειν·  ἐπίσταται στροφάς λόγων, καί λύσεις αἰνιγμάτων·  σημεῖα καί τέρατα προγινώσκει, καί ἐκβάσεις καιρῶν καί χρόνων· καί πᾶσι σύμβουλός ἐστιν ἀγαθή. ῞Οτι ἀθανασία ἐστίν ἐν αὐτῇ, καί εὔκλεια ἐν κοινωνίᾳ λόγων αὐτῆς. Διά τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καί ἐδεήθην αὐτοῦ, καί εἶπον ἐξ ὅλης μου τῆς καρδίας· Θεέ Πατέρων καί Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τά πάντα ἐν λόγῳ σου, καί τῇ σοφίᾳ σου κατασκευάσας τόν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπό σοῦ γενομένων κτισμάτων, καί διέπῃ τόν κόσμον ἐν ὁσιότητι καί δικαιοσύνῃ, δός μοι τήν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καί μή μέ ἀποδοκιμάσῃς ἐκ παίδων σου·  ὅτι ἐγώ δοῦλός σός, καί υἱός τῆς παιδίσκης σου. ᾿Εξαπόστειλον αὐτήν ἐξ ἁγίου κατοικητηρίου σου, καί ἀπό θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τί εὐάρεστόν ἐστι παρά σοί· καί ὁδηγήσει με ἐν γνώσει, καί φυλάξει με ἐν τῇ δόξῃ αὑτῆς. Λογισμοί γάρ θνητῶν πάντες δειλοί, καί ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.
Σοφίας Σολομῶντος τό ᾿Ανάγνωσμα.
(Κεφ. δ´ 14)
         ᾿Εγκωμιαζομένου  Δικαίου, εὐφρανθήσονται λαοί· ἀθανασία γάρ ἐστιν ἡ μνήμη αὐτοῦ, ὅτι καί παρά Θεῷ γινώσκεται, καί παρά ἀνθρώποις, καί ἀρεστή Κυρίῳ ἡ ψυχή αὐτοῦ. ᾿Επιθυμήσατε τοιγαροῦν, ὦ ἄνδρες, σοφίαν καί ποθήσατε, καί παιδευθήσεσθε. ᾿Αρχή γάρ αὐτῆς ἀγάπη, καί τήρησις νόμων. Τιμήσατε σοφία, ἵνα εἰς τόν αἰῶνα  βασιλεύσητε. ᾿Απαγγελῶ ὑμῖν, καί οὐ κρύψω ἀφ᾿ ὑμῶν μυστήρια Θεοῦ. ῞Οτι αὐτός καί τῆς σοφίας ὁδηγός ἐστι, καί τῶν σοφῶν διορθωτής· καί ἐν τῇ χειρί αὐτοῦ πᾶσα φρόνησις, καί ἐργασιῶν ἐπιστήμη. ῾Η πάντων τεχνῖτις ἐδίδαξέ με σοφία· ἔστι γαρ ἐν αὐτῇ πνεῦμα νοερόν, ἅγιον· ἀπαύγασμα φωτός ἀιδίου, καί εἰκών τῆς ἀγαθότητος τοῦ Θεοῦ. Αὕτη φίλους Θεοῦ καί Προφήτας κατασκευάζει. Εὐπρεπεστέρα δέ ἐστιν ἡλίου, καί ὑπέρ πᾶσαν ἀστέρων θέσιν· φωτί συγκρινομένη, εὑρίσκεται προτέρα. Αὕτη τούς θεραπεύσαντας αὐτήν ἐκ πόνων ἐῤῥύσατο, καί ὡδήγησεν ἐν τρίβοις εὐθείαις. ῎Εδωκεν αὐτοῖς γνῶσιν ἁγίαν, καί διεφύλαξεν αὐτούς ἀπό ἐνεδρευόντων, καί ἀγῶνα ἰσχυρόν ἐβράβευσεν αὐτοῖς, ἵνα γνῶσι πάντες, ὅτι δυνατωτέρα παντός ἐστιν ἡ εὐσέβεια, καί οὐ μή κατισχύσῃ ποτέ κακία σοφίας, οὐδ' οὐ μή παρελεύσεται πονηρούς ἐλέγχουσα ἡ δίκη. Εἶπον γάρ ἐν ἑαυτοῖς, λογισάμενοι οὐκ ὀρθῶς· Καταδυναστεύσωμεν τόν δίκαιον, μή φεισώμεθα τῆς ὁσιότητος αὐτοῦ, μηδέ ἐντραπῶμεν πολιάς πρεσβύτου πολυχρονίους· ἔστω δέ ἡμῶν ἡ ἰσχύς νόμος. Καί ἐνεδρεύσωμεν τόν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι, καί ἐναντιοῦται τοῖς ἔργοις ἡμῶν, καί ἐπιφημίζει ἡμῖν ἁμαρτήματα παιδείας ἡμῶν. ᾿Επαγγέλεται γνῶσιν ἔχειν Θεοῦ, καί παῖδα κυρίου ἑαυτόν ὀνομάζει. ᾿Εγένετο ἡμῖν εἰς ἔλεγχον ἐννοιῶν ἡμῶν. Βαρύς ἐστιν ἡμῖν καί βλεπόμενος· ὅτι ἀνόμοιος τοῖς ἄλλοις ὁ βίος αὐτοῦ, καί ἐξηλλαγμέναι αἱ τρίβοι αὐτοῦ. Εἰς κίβδηλον ἐλογίσθημεν αὐτῷ, καί ἀπέχεται τῶν ὁδῶν ἡμῶν, ὡς ἀπό ἀκαθαρσιῶν, καί μακαρίζει ἔσχατα δικαίων. ῎Ιδωμεν οὖν, εἰ οἱ λόγοι αὐτοῦ ἀληθεῖς, καί πειράσωμεν τά ἐν ἐκβάσει αὐτοῦ. ῝Υβρει καί βασάνῳ ἐτάσωμεν αὐτόν, ἵνα γνῶμεν τήν ἐπιείκειαν αὐτοῦ, καί δοκιμάσωμεν τήν ἀνεξικακίαν αὐτοῦ. Θανάτῳ ἀσχήμονι καταδικάσωμεν αὐτόν· ἔσται γάρ αὐτοῦ ἐπισκοπή ἐκ λόγων αὐτοῦ. Ταῦτα ἐλογίσαντο, καί ἐπλανήθησαν· ἀπετύφλωσε γάρ αὐτούς ἡ κακία αὐτῶν. Καί οὐκ ἔγνωσαν μυστήρια Θεοῦ, οὐδέ ἔκριναν, ὅτι σύ εἶ Θεός μόνος, ὁ ζωῆς ἔχων καί θανάτου τήν ἐξουσίαν, καί σῴζων ἐν καιρῷ θλίψεως, καί ῥυόμενος ἐκ παντός κακοῦ· ὁ οἰκτίρμων καί ἐλεήμων, καί διδούς τοῖς ὁσίοις σου χάριν, καί τῷ σῷ βραχίονι τοῖς ὑπερηφάνοις ἀντιτασσόμενος.
ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ.  Στιχηρά ἰδιόμελα.
῏Ηχος α´.
         Εὐφραίνου ἐν Κυρίῳ, ἡ  Κωνσταντίνου, ἡ γόνον ἐνέγκασα, πάντας διενεγκότα, Μᾶρκον τόν ἀοίδιμον, ἑώας τόν ἀήττητον ἀριστέα, ἄριστα καί λαμπρῶς, τόν ὕψιστον Πάπαν καθελόντα, τῇ δυνάμει τοῦ Πνεύματος.  Ἀνάλαβε τῶν ἀσμάτων, τήν λιγύφθογγον κιννύραν, καί μέλπε τόν αἰσχύναντα τῶν Λατίνων τά στίψη, περικροτοῦντα φαιδρῶς τούτου σήμερον, τήν μνήμην τήν ἔνδοξον.
Ὁ αὐτός.
         ς μέγα ὑπάρχει σου τό κατόρθωμα, ἁγιώτατε Μᾶρκε· ὡς θαυμαστή σου καί ξενήκουστος ἡ ἔνστασις, τῶν γάρ ἡμετέρων, τῶν μέν βία, τῶν δέ πειθοῖ, ἁπλῶς ἁπαξαπάντων, τῇ τῆς πίστεως ὑπαχθέντων καινοτομία, σύ μόνος καρτερόψυχέ, ὑπέρ τῆς πατρώας δόξης μέχρι τέλους ἀντέσχες πρός ἅπαντας, Λατίνους τε φημί καί Λατινόφρονας.  Καί γάρ τούς ὀφείλοντάς σοι συμμαχεῖν ὡς ἀδελφούς, πολεμίους ἔσχες, καί δεινῶς ἀντιβαίνοντας.  Διά τοῦτο ἀπό ἀνατολῶν ἡλίου μέχρι δυσμῶν, αἰνετόν τό ὄνομά σου Ἱεράρχα πανθαύμαστε, ὡς μόνου σου τήν τοῦ Μονογενοῦς θεολογίαν ἀπαράτρωτον φυλάξαντος.  Διό καί νῦν παρρησίαν πρός αὐτόν κεκτημένος, δεόμεθα, πρέσβευε ὑπέρ τοῦ φυλάττεσθαι ἡμᾶς ἀτρώτους ἐκ παντοίας αἱρέσεως.
῏Ηχος δ´.
         Τῶν  Ὀρθοδόξων τά συστήματα, χρεωστικῶς σε μακαρίζει Μᾶρκε τῆς Ἐφέσου πρόεδρε, ὡς εὐσεβείας στύλον στερεόν, καί πρόμαχον ἀήττητον.  Σύ γάρ ἐν Φερράρᾳ καί Φλωρεντίᾳ, ἀναφανδόν ἐξήλεγξας τῶν κακοδόξων Ἰταλῶν, τήν ἀντίχριστον καινοτομίαν τῆς θείας πίστεως, Πνευματομάχους τοῖς πᾶσι γνωρίσας, ὡς τήν μοναρχίαν τῆς Θεότητος, εἰς δυαρχίαν τέμνοντας.  Γρηγόριον δέ καί Βησσαρίωνα, ὡς Παπολάτρας ἀναφανέντας καί ἀλλοτριόφρονας, πανταχοῦ  ὡς μιξόθηρας στηλιτεύσας, τήν ὀρθόδοξον πίστιν σαλευομένην ἐκράτυνας. Ἥν καί ἡμᾶς διαφυλάττειν μέχρι τέλους ἀπαράτρωτον, πρέσβευε Χριστῷ τῷ Θεῷ, ὡς ἔχων πρός αὐτόν παρρησίαν πολλήν, πάτερ ἁγιώτατε.
Δόξα....῏Ηχος πλ. β´.
         δαμάντινε τήν ψυχήν, Μᾶρκε παναοίδιμε, φωστήρ διαυγέστατε, τοῦ νοητοῦ τῆς Ἐκκλησίας στερεώματος, στύλε ἀπερίτρεπτε τῆς εὐσεβείας, τίς σου κατ' ἀξίαν δυνήσεται παραστῆναι τούς ἡρωϊκούς ἀγῶνας τούς τε πρός τούς ἀλλοτρίους, ναί μήν καί τούς οἰκείους τῆς πίστεως μεθ' ὧν ἀνδρικώτατα συμπλεκόμενος, τῇ δυνάμει τοῦ Πνεύματος, τό ὑπερθαύμαστον τῆς νίκης κατά πάντων ἀνέστησας τρόπαιον, ὡς ἡ ἐκ τοῦ Παπικοῦ στόματος, προελθοῦσα ἀπόφασις τρανῶς ἐμαρτύρησε λέγουσα.  Ἐποιήσαμεν οὐδέν, πάντως οὐδείς. Ὡς νέον δέ Ζοροβάβελ σέ κηρύττομεν, ὅτι τήν ἐν Ἰταλίᾳ πεπτωκυῖάς πως ὀρθόδοξον ἡμῶν πίστιν, οἴκαδε ἐπιστρέψας ἀνώρθωσας, καί ἀπανταχοῦ, ταῖς θεοσόφοις σου διδασκαλίαις συνέστησας.  Διό καί εἰς αἰῶνας, εὐφημοῦμεν τήν ἔνδοξον μνήμην σου.
        
Καί νῦν....Θεοτοκίον.
         Θεοτόκε σύ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τόν καρπόν τῆς ζωῆς. Σέ ἱκετεύομεν πρέσβευε Δέσποινα μετά τοῦ Ἱεράρχου  καί πάντων τῶν ἁγίων ἐλεηθῆναι τάς ψυχάς ἡμῶν.
Εἰς τόν στίχον προσόμοια . ῏Ηχος πλ. α´.
Χαίροις ἀσκητικῶν.
         Χαίροις ὁ Ἱερώτατος νοῦς, Θεολογίας ὁ κανών ὁ εὐθύτατος, Τριάδος τῆς ὑπερθέου, ὁ συντηρήσας καλῶς, ἀσυγχύτους θείας ἰδιότητας.  Πατρός μέν τό αἴτιον, μόνον εἶναι Θεότητος·  αἰτιατόν δέ, τοῦ Υἱοῦ καί τοῦ Πνεύματος, θείοις δόγμασι, Θεολόγων  ἑπόμενος τό αἰτιατοαίτιον, ὁ πόρρῳ βαλλόμενος, ὡς σύγχυσιν ἐπεισάγων καί σμῆνος ἄλλων αἱρέσεων, Χριστόν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τό μέγα ἔλεος.
Στίχος· Τό στόμα μου λαλήσει σοφίαν καί ἡ   μελέτη τῆς καρδίας μου σύνεσιν.
         Χαίροις ὁ Ἱερός γραμματεύς, τῆς ὑψηλῆς θεοσοφίας τῆς χάριτος·  τό στόμα τῶν θεολόγων, τῆς Ἐκκλησίας Χριστοῦ, ὁ μέγιστος γίγας καί ἀήττητος·  Ἐφέσου τό καύχημα·  Ζοροβάβελ ὁ δεύτερος·  ὁ ἀναστήσας τό ὀρθόδοξον φρόνημα, ὅ κατέπεσεν, ἐν τῇ Δύσει τό πρότερον.  Ἄνθρωπε ἐπουράνιε, ἐπίγειε ἄγγελε, τῶν Ὀρθοδόξων ἡ δόξα, σκεῦος χαρίτων τοῦ Πνεύματος, Χριστόν μή ἐλλίπης, ἱκετεύειν ὑπέρ πάντων τῶν εὐφημούντων σε.
Στίχος·  Στόμα δικαίου ἀποστάζει σοφίαν,  γλῶσσα  δέ ἀδίκου ἐξολεῖται. 
         Χαίροις Ἱεραρχῶν καλλονή, τῶν ἀσκητῶν περιφανές σεμνολόγημα, ὁ πράξει καί θεωρίᾳ, κεκοσμημένος λαμπρῶς, ἀρετῶν τῶν θείων τό θησαύρισμα·  πρᾳότητος σκήνωμα, προσευχῆς ἐργαστήριον· τῆς ἀεννάου, τῆς σοφίας κειμήλιον·  ταπεινώσεως, τό τερπνόν ἐνδιαίτημα· ἥλιε διακρίσεως·  εἰρήνης τό τέμενος· διπλῆς ἀγάπης ὁ οἶκος, τῆς πρός Θεόν  καί τόν ἔγγιστα,  Χριστόν ἐκδυσώπει, τοῦ δωρήσασθαι τῷ κόσμῳ τό μέγα ἔλεος.
Δόξα ....῏Ηχος  δ´.
         Δεῦτε οἱ Ὀρθόδοξοι πάντες, καί εὐσεβείας ζηλωταί, δεῦτε καί θεάσασθαι τοῦ θείου Μάρκου, πάλην καί νίκην ξενήκουστον, τούς ὅρους ὑπερβαίνουσαν, τῆς ἀνθρωπίνης δυνάμεως.  Ὤ τοῦ θαύματος·  εἷς ἀνήρ μονώτατος, τήν πανοπλίαν ἐνδεδυμένος τοῦ ὀρθοδόξου φρονήματος, ἐν τῇ καρδίᾳ ἵσταται τῆς Ἰταλίας, Ἰουλιανόν καί Ἰωάννην, καί πάντας τούς ἐναντίους, ἀλλοτρίους τε καί τούς ἡμετέρους, γενναίως ἐλέγχων, καί κατά κράτος νικῶν.  Ὄντως αὕτη ἐστίν ἡ νίκη, ἡ τόν κόσμον νικήσασα, ἡ ὀρθόδοξος πίστις ἡμῶν·  καί ὁ ἐν αὐτῇ καί κατ' αὐτήν πιστευόμενος Χριστός ὁ Θεός, καί σωτήρ τῶν ψυχῶν ἡμῶν.
        

Καί νῦν....Θεοτοκίον

κ παντοίων κινδύνων τούς δούλους σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα σέ δοξάζωμεν τήν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
᾿Απολυτίκιον.῏Ηχος γ´. Θείας Πίστεως.
Θείας πίστεως ὁμολογία, μέγαν εὕρατο ἡ Ἐκκλησία, ζηλωτήν σε θεῖε Μᾶρκε πανεύφημε, ὑπερμαχοῦντα πατρῴου φρονήματος, καί καθαιροῦντα τοῦ σκότους ὑψώματα.  Ὅθεν ἄφεσιν, Χριστόν τόν Θεόν ἱκέτευε, δωρήσασθαι ἡμῖν τοῖς σέ γεραίρουσι.
Καί νῦν.... Θεοτοκίον.
Σέ τήν μεσιτεύσασαν τήν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε·  ἐν τῇ σαρκί γάρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καί Θεός ἡμῶν, τό διά σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
DDDDDDDDDDDDDDDDDDDDD
DDDDDDDDDDDDDDD
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετά τήν α´ Στιχολογίαν , Κάθισμα.
῏Ηχος α´.  Τόν τάφον σου σωτήρ.
         Πυξίον μυστικόν, καί θεόγραφον πλάκα, καί Βίβλον νοητήν σέ κηρύττομεν Μᾶρκε· ἐν αἷς ἀναγιγνώσκομεν, τό τῆς πίστεως σύμβολον, ἀπαράτρωτον, καί τήν Λατίνων προσθήκην, ἀποβάλλομεν, τῶν Ὀρθοδόξων οἱ δῆμοι, οἱ σέ μακαρίζοντες.
Δόξα ... Καί νῦν Θεοτοκίον.
         Τάς χεῖράς σου σεμνή, νῦν ἐκτείνασα οἴκτῳ βοήθειαν ἡμῖν, ἐξ' Ἁγίου παράσχου, καί δίδου ἀκίνδυνον, τήν ζωήν διανύσασθαι, τούς δοξάζοντας, τόν σόν πανάγιον Τόκον, καί σέ Δέσποινα, ἐπιγραφομένους Κόρη, ἐλπίδα καί στήριγμα.
Μετά τήν β´ Στιχολογίαν , Κάθισμα.
῏Ηχος δ´.Κατεπλάγη ᾿Ιωσήφ.
         Κατεπλάγησαν ὁμοῦ, πάντες οἱ Δύσεως σοφοί, καί ἑῴας τήν ἰσχύν, τῶν διαλέξεων τῶν σῶν, παρισταμένου ἐν μέσῳ τοῦ συνεδρίου, ὅπως ἐξ ἑτοίμου πρός ἅπαντας, ἐδίδου ἀποκρίσεις Θεόσοφε, ἐξ ὁπλοθήκης θείας τῶν Πατέρων, καί Γραφικῶν παραστάσεων·  δι' ὧν τήν τούτων, ἔξω σοφίαν, ἔδειξας μωρανθεῖσαν.
Δόξα...... Καί νῦν. Θεοτοκίον ῞Ομοιον.
         πειρόγαμε ἁγνή, πῶς συλλαμβάνεις ἐν γαστρί, τόν ἁπάντων τήν πνοήν, περικρατοῦντα ἐν χερσί; φράσον ἡμῖν τόν λόγον τοῦ μυστηρίου σου. Παναληθές ἐστί, τοῦτο ὦ ἄνθρωπε· καί παῦσαι ἐρευνῶν τό δυσθεώρητον, ὕψος καί βάθος, μῆκος καί πλάτος, τῆς ἀπορρήτου λοχείας μου.  Νικᾷ γάρ ὄντως, ἔννοιαν πᾶσαν, ἀνθρώπων τε καί Ἀγγέλων.
Μετά τόν Πολυέλεον, Κάθισμα.
῏Ηχος πλ  δ´. Τήν σοφίαν καί λόγον...
           τοῦ Πνεύματος χάρις τοῦ παντουργοῦ, καθαρώτατον σκεῦος καί ἱερόν, εὑροῦσα σε θεόσοφε, ἐξεχύθη σοῖς χείλεσι, καί ὄργανον εἰργάσατο πληρῶσαι ἅ ὥρισε,  καί Ἐκκλησίαν πᾶσαν, θανεῖν κινδυνεύουσαν, τῇ κακοδοξίᾳ, τῶν Λατίνων ζωῶσαι.  Διό οἱ Ὀρθόδοξοι, ὡς ζωήν οἰκουμένης σε, εὐφημοῦντες κραυγάζομεν.  Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν, δωρήσασθαι, τοῖς ἐν πίστει τιμῶσι τήν ἁγίαν μνήμην σου.
Δόξα...
Καί νῦν.... Θεοτοκίον.
         λιόμορφον ἅρμα τό τοῦ Δαυΐδ, πορφυρόστρωτος κλίνη τοῦ Σολομών, τόμος Θεοχάρακτος, Ἠσαΐου εἰκών ἔμψυχος, σκηνή τοῦ Μωϋσέως καί τεῖχος ἀδάμαντος, σύ τοῦ Ἀμώς ὑπάρχεις, λυχνία χρυσήλατος ἡ τοῦ Ζαχαρίου Δανιήλ τε τό ὄρος, πυξίον κροκόλευκον, Ἀββακούμ, καί τό ἔξοχον προφητῶν περιήχημα, πρέσβευε τῷ σῷ Υἱῷ καί Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν πίστει, τόν πανάγιον τόκον σου.
Οἱ ᾿Αναβαθμοί, τό α´ ᾿Αντίφωνον τοῦ δ´  ῎Ηχου.
Προκείμενον. ῏Ηχος δ´.
Τό στόμα μου λαλήσει σοφίαν, καί ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στίχ. Ἀκούσατε ταῦτα πάντα τά ἔθνη ...
Τό Πᾶσα πνοή.
Εὐαγγέλιον  καί ὁ Ν´.
Δόξα.... Ταῖς τοῦ Ἱεράρχου.
Καί νῦν... Ταῖς τῆς Θεοτόκου...
Στιχ.  ᾿Ελέησόν με, ὁ Θεός κατά τό μέγα ἔλεός σου...
Εἴτα τό ᾿Ιδιόμελον.
῏Ηχος πλ. β´.
         Τῆς ἐμπαθοῦς δυάδος ὑπεραρθείς καί τῆς ὑλικῆς τετράδος ἤδη λυθείς, τῆς ἐν μονάδι τριάδος, καί ἐν τριάδι μονάδος σύ τριαδικός καί μοναδικός, ἐπόπτης γέγονας ἄμεσος, καί τῇ τῶν πρωτοτόκων συναυλιζόμενος πανηγύρει, τῶν ἐν οὐρανοῖς ἀπογεγραμμένων, πρέσβευε ὑπέρ ἡμῶν, πάτερ ἁγιώτατε.
Μετά τοῦτο ψάλλονται οἱ Κανόνες ὁ τῆς Θεοτόκου μετά τῶν εἱρμῶν εἰς ς´, καί τοῦ Ἁγίου εἰς η´.
'Ωδή α´.
ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ  ΘΕΟΤΟΚΟΝ
Ποίημα τοῦ ἁγίου Μάρκου Ἐφέσου τοῦ  καί Εὐγενικοῦ.
῏Ηχος πλ. α´.Ἵππον καί ἀναβάτην.
῾Ο Εἱρμός.
»Ἵππον καί ἀναβάτην, εἰς θάλασσαν Ἐρυθράν, ὁ συντρίβων »πολέμους, ἐν ὑψηλῷ βραχίονι, Χριστός ἐξετίναξεν, Ἰσραήλ δέ »ἔσωσεν, ἐπινίκιον ὕμνον ᾄδοντα.
         Γόνυ σοι κάμπτω Δέσποινα ὁ ταλαίπωρος, καί τήν σήν νῦν αἰτοῦμαι, θείαν ἀντίληψιν, λῦσον τήν ὀδύνην τῆς ψυχῆς, σκέδασόν μου τά νέφη, τῆς ἀθυμίας μου ταῖς πρεσβείαις σου.
         Ρύπον τῶν ἐκ παθῶν μου τό διαυγές τῆς ψυχῆς, Θεοτόκε Παρθένε, τηροῦσα ἀνεπίμικτον, καθαρῶς με ποίησον, φωτί θείῳ
Ἄχραντε, ἀτενίζειν τόν σέ δοξάζοντα.
         Σύ τάς ἐπαναστάσεις τάς καθ' ἡμῶν  τῶν ἐχθρῶν, κραταιᾷ σου δυνάμει, τροπωσαμένη Δέσποινα, βαθεῖαν  τῇ ποίμνῃ σου, τήν εἰρήνην δώρησαι, ὡς τῆς θείας εἰρήνης πρόξενος.
         πλάσας κατά μόνας Θεός καρδίας βροτῶν, τάς ὀδύνας γινώσκων καί πάθη τῶν ψυχῶν ἡμῶν, κατάλληλον δέδωκεν, ἰατρεῖον Ἄχραντε, σέ ἐν νόσοις ἡμῖν καί θλίψεσιν.
Κανών πρῶτος τοῦ ἁγίου , ποιηθείς  ὑπό τοῦ Ἁγ. Νικοδήμου τοῦ ἁγιορείτου, ἔχων ἀκροστιχίδα,
Μᾶρκον γεραίρω, ὀρθοδοξίας στύλον. Ὠδή α'.
῏Ηχος δ´. Ἀνοίξω τό στόμα μου.
         Μονάς τρισυπόστατε, Πάτερ, Υἱέ, Πνεῦμα ἅγιον, Θεέ ὑπερούσιε, χάριν μοι δώρησαι, τοῦ ὑμνῆσαί σου, τόν θεῖον Ἱεράρχην, τόν σέ ἀληθέστατα θεολογήσαντα.
         νοίξας τό στόμα σου, μέσον Φερράρας θεόσοφε, ἐδείχθης τῆς πίστεως γενναῖος πρόμαχος, τήν ἀντίθεον προσθήκην τῶν Λατίνων, ἐλέγξας σοφώτατα, λόγοις καί γράμμασι.
         Ρήτωρ, μεγαλόφωνος, σύ γεγονώς τῆς Θεότητος, τό Πνεῦμα τό ἅγιον ἐθεολόγησας, ἐκπορεύεσθαι, ἐκ τοῦ Πατρός καί μόνου, πατέρων ἑπόμενος, τοῖς θείοις δόγμασιν.

 

Θεοτοκίον.

         Κυρίως σε Δέσποιναν, καί Θεοτόκον κηρύττομεν.  Θεόν γάρ ἐγέννησας κατά ἀλήθειαν, γνωριζόμενον, μιᾷ ἐν ὑποστάσει, καί δύο  ἐν φύσεσιν, ἁγνή πανάμωμε.
Ἕτερος κανών  τοῦ ἁγίου ποιηθείς ὑπό τοῦ ἀδελφοῦ  αὐτοῦ, τοῦ νομοφύλακος Ἰωάννου διακόνου τοῦ Εὐγενικοῦ, οὗ ἡ ἀκροστιχίς·  Τῷ τῶν θεηγόρων ἄκρῳ ὕμνος λόγος ἐξ ἀδελφοῦ Ἰωάννου.
Ἦχος πλαγ. δ'.   Ἁρματηλάτην Φαραώ.
         Τήν θεολόγον καί γλυκεῖαν γλῶτταν σου, πάτερ πανεύφημε, καί τό  τερπνόν στόμα τό πνευματοκίνητον καί τήν λαμπράν διάνοιαν ἔδει νῦν κινηθῆναι ἐπί τοῖς σοῖς ὕμνοις σήμερον, τήν πολλούς ἀξίως κοσμήσασαν.
         ς νουνεχής, ὡς ἐμφυτεύσας ἄριστα φόβον Θεοῦ τόν ἁγνόν, ἐν τῇ ψυχῇ μάκαρ σκεῦος καθαρώτατον, ἡγιασμένον γέγονας ἐκλογῆς καί ἁγνείας καί παρθενίας ὡς ἄγγελος καί μετά σαρκός ζήσας, ὅσιε.
          Τήν θεοκρότητον μεγάλην σάλπιγγα τῆς ὑψηλῆς καί σαφοῦς καί εὐσεβοῦς ὄντως θεολογίας ἅπαντες, τῆς ἀληθείας κήρυκα διαπρύσιον μέχρις αἱμάτων.  Μάρκον τόν μέγιστον, ἅσμασι δικαίοις τιμήσωμεν.
         τῶν μεγάλων καί πολλῶν ἀγώνων σου, μάκαρ θεσπέσιε, τῶν ἐκ παιδός αὖθις, τῶν ἐν τῇ νεότητι, τῶν ἐν τῷ θείῳ σχήματι, τῶν λαμπρῶν σου τροπαίων ὑπέρ εὐσεβείας ἔμπροσθεν, παγκοίνου θεάτρου τῆς κτίσεως.

Θεοτοκίον.

         Νέον ἤνεγκας παιδίον, Δέσποινα, βρεφοπλασθῆναι ἐκ σοῦ, τόν τοῦ Θεοῦ Λόγον τῷ Πατρί συνάναρχον καί θεολόγον ὕστατον νέον τῇ χάριτί σου ἀνέδειξας, ζῆλον πνεύσαντα ὑπέρ τῶν ὀρθῶν παραδόσεων.

Καταβασία

DDDDDDDDDDDDDDD
'Ωδή γ´.
Τῆς Θεοτόκου. ῾Ο Εἱρμός.
»Ὁ πήξας ἐπ' οὐδενός τήν γῆν τῇ προστάξει σου, καί »μετεωρίσας ἀσχέτως βρίθουσαν, ἐπί τήν ἀσάλευτον Χριστέ, »πέτραν τῶν ἐντολῶν σου, τήν  Ἐκκλησίαν σου στερέωσον, »μόνε ἀγαθέ καί φιλάνθρωπε.
         πόκος τοῦ ὑετοῦ τοῦ θείου Πανάχραντε, τήν ἐξηραμένην ψυχήν μου πάθεσι, καί τῇ ἐκπυρώσει τῶν κακῶν, ἄρδευσον Θεοτόκε, τῇ ἐπισκέψει σου ὡς βλύσασα, τῆς ζωῆς τό ὕδωρ Χριστόν τόν Κύριον.
         ῾Ωράθη μετά σαρκός ὁ πρίν ἀθεώρητος, διά σοῦ Παρθένε Λόγος καί Κύριος, ἵνα πρός ἀόρατον ἡμᾶς καί θείαν μεταστήσῃ, δόξαν καί λῆξιν τήν αἰώνιον, τούς ὡς Θεοτόκον ὑμνοῦντας σε.
         λύος φθοροποιῶν παθῶν ἡμᾶς λύτρωσαι, ταῖς πρός τόν Υἱόν σου ἁγνή δεήσεσι, δίδου βηματίζειν καθαρῶς τῆς μετανοίας τρίβους, τάς εἰσαγούσας Θεονύμφευτε, πρός τήν αἰωνίαν ἀναύπασιν.
Τοῦ  Ἁγίου.  Ὠδή γ'.  Τούς σούς ὑμνολόγους.
         ρθαῖς ἀποδείξεων  ἐφόδοις, Λατίνους ὡς Ἀκινδυνιστάς, γενναίως ἐστηλίτευσας, καί μή ταυτόν ἐδίδαξας, οὐσίαν καί ἐνέργειαν, ἐπί Θεοῦ εἶναι πάνσοφε.
         Νοήσας καλῶς τούς Θεολόγους, ὡς ἄριστος τούτων μαθητής, τήν μέν θείαν ἐνέργειαν, μετέχεσθαι τοῖς κτίσμασι, τήν φύσιν δέ ἀμέθεκτον, μένειν ὀρθῶς ἐδογμάτισας.
         Γραφῶν παραστάσεσι γενναίαις, τήν χάριν τοῦ Πνεύματος σοφέ, μερίζεσθαι ἀπέδειξας, καί Πνεῦμα ὀνομάζεσθαι, φύσιν δέ καί ὑπόστασιν, τούτου μηδόλως μερίζεσθαι.

Θεοτοκίον

         γέννησας κόρη ἀνωδύνως, ἀκόπως ἐβάστασας ἁγνή, ἀσπόρως δέ συνέλαβες, Θεόν τόν ὑπερούσιον, ὦ τέρατα παράδοξα τίς νοῦς βροτῶν οὐκ ἐξίσταται;
῞Ετερος τοῦ Ἁγίου. ῾Ο στερεώσας κατ᾿  ἀρχάς.
         Θεολογήσας ὑγιῶς  τόν πάντα ἄγνωστον τρόπον τῆς ὑπάρξεως τοῦ Πνεύματος μόνου ἐκ Πατρός, ὡς καί Υἱοῦ τήν ἀΐδιον γέννησιν, κατά τούς διδασκάλους τούτοις ὁμότιμος γέγονας.
         π' ἀκρωρείας ὑψηλῶς προφητικῶς συνανέβης τοῖς ἁγίοις διδασκάλοις, εἰρήνην ἀληθῆ ἐν τῇ Σιών λαμπρῶς εὐαγγελίσασθαι·  ὅθεν ὡς ἀληθείας τιμῶμεν σε πάντες κήρυκα.
         πρίν τούς θείους μαθητάς καταφωτίσασα χάρις τοῦ ἁγίου καί σεπτοῦ Παρακλήτου, ἡ αὐτή ἐν τῇ ψυχῇ τῇ σῇ προενοικήσασα, τό θεηγόρον στόμα ὑπέρ αὐτοῦ πνεῦσας ἔδρασεν.
         Γῆθεν ἐξάρας σου τόν νοῦν, καί συγκινήσας ἁπάσας τάς αἰσθήσεις καί Θεῷ ἱερώσας, ὅλος ἔμψυχος ναός ἐγένου θείου Πνεύματος καί τήν ἱερωσύνην ὁμολογίᾳ ἐκόσμησας.

 

Θεοτοκίον

         ἀπερίληπτος παντί καί ἀπερίγραπτος Λόγος, ἐν νηδύϊ σου χωρεῖται Παρθένε, τῇ ἁγίᾳ μή τροπήν, τῆς ἑαυτοῦ Θεότητος ὑποστάς, ὡς συμφώνως οἱ θεηγόροι ἐκήρυξαν.

Καταβασία

Κάθισμα.  ῏Ηχος  πλ. δ'. Τήν σοφίαν καί λόγον.
         Τούς λειμῶνας τῶν θείων Μᾶρκε γραφῶν, καί Πατέρων ἁγίων τῶν συγγραφῶν, σοφῶς περιενόστησας, φιλεργός ὥσπερ μέλισσα, καί τῆς ὀρθοδοξίας, τά ἄνθη δρεψάμενος, ἕν μέλι ἐξ ἁπάντων, γλυκύ κατεσκεύασας καί παρέθου πᾶσι, τοῖς πιστοῖς θεοφόρε.  Διό οἱ γευόμενοι, γλυκασμοῦ ἐν τῷ φάρυγγι, τῆς διανοίας βοῶμεν σοι.  Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι τοῖς ἑορτάζουσι πόθῳ τήν ἁγίαν μνήμην σου.
Δόξα.. καί νῦν. Θεοτοκίον.
         Χαῖρε θρόνε πυρίμορφε τοῦ Θεοῦ, χαῖρε κόρη καθέδρα βασιλική κλίνη πορφυρόστρωτε, χρυσοπόρφυρε θάλαμε, χλαμύς ἀλουργόχροε, τιμαλφέστατον τέμενος, ἀστραπηφόρον ἅρμα, λυχνία πολύφωτε.  Χαῖρε Θεοτόκε, δωδεκάτειχε πόλις, καί πύλη χρυσήλατε, καί παστάς ἀγλαόμορφε, ἀγλαόχρυσε τράπεζα, θεοκόσμητον σκήνωμα.  Χαῖρε ἔνδοξε νύμφη ἡλιοστάλακτε.  Χαῖρε μόνη ψυχῆς μου εὐπρέπεια.
                                   
DDDDDDDDDDDDDDD
Ὠδή δ´.
Τῆς Θεοτόκου.῾Ο Εἱρμός.
»Τήν θείαν ἐννοήσας σου κένωσιν, ἐξεστηκώς ὁ Ἀββακούμ, »Χριστέ ἐν τρόμῳ  ἐβόα σοι·  Εἰς σωτηρίαν λαοῦ σου, τοῦ σῶσαι »τούς χριστούς σου ἐλήλυθας.
         ῾Ως  κόρην ὀφθαλμοῦ με τῇ σκέπῃ σου, φύλαξον δέομαι ἁγνή καί τῇ σκιᾷ τῶν πτερύγων σου, περίθαλψόν με καί ρῦσαι, δαιμόνων πονηρίας καί σῶσον με.
         Πόμα με κατανύξεως πότισον, Θεογεννῆτορ Μαριάμ, καί δάκρυά με ἀξίωσον, ἀπό καρδίας προσφέρειν, σβεστήρια φλογός τῆς μενούσης με.
         ῾Ο φόβος τυραννεῖ με τῆς κρίσεως, καί ἡ ἀπόφασις Θεοῦ, πρόφθασον  σύ μοι παράστηθι, ἐν τῇ ἡμέρᾳ τῆς δίκης, καί λύτρωσαι Μαρία Θεόνυμφε.
         ῾Ως πάντων ποιημάτων κυήσασα, Δημιουργόν Μῆτερ Θεοῦ, ἰσχύεις πάντα καί δύνασαι, διό κολάσεως ρῦσαι, καί πάσης ἐπηρείας τούς δούλους σου.
        
 Τοῦ ἁγίου.  Τήν ἀνεξιχνίαστον.
         Ρώμην θείου Πνεύματος ἀναλαβών, Ρώμης παλαιᾶς ἐπεστόμισας, τούς ἀπογόνους, βλασφημοῦντας εἰς τό φῶς, τό τῆς μεταμορφώσεως, κατά Βαρλαάμ τόν παράφρονα.
         κτιστον ἀΐδιον τοῦτο τό φῶς, δόξα φυσική τῆς Θεότητος, ὄντως ὑπάρχει κατά σέ Μάρκε σοφέ, οῦ κτῖσμα ὑστερόχρονον, κατά τά Λατίνων ληρήματα.
         δον οἱ ἀπόστολοι τό θεῖον φῶς, ὀφθαλμοῖς ὑλαίοις τό ἄϋλον, ἀλλ' ἐν δυνάμει καί ροπῇ ὑπερφυεῖ, ἐνισχυθεῖσι πνεύματος, κατά τούς σούς λόγους Θεόσοφος.
Θεοτοκίον.
         Ρύπον ἀποκάθαρον ἐμῆς ψυχῆς, ὕλην τῶν παθῶνμου κατάφλεξον, ἄνθρακος θείου, ὡς πυράγρα μυστική, ἵνα νοΐ ἀΰλῳ σε, ἀνυμνολογῶ τήν πανύμνητον.
῞Ετερος τοῦ ἁγίου.  Σύ μου ἰσχύς.
         εῦμα χωροῦν κατά πρανοῦς ἐπιστάμενος, τό τοῦ κόσμου μάταιον δοξάριον οὐ παρεσύρης τόν λογισμόν·  ὅθεν ὁ τῆς δόξης Θεός σε ἐπισκεψάμενος εἰς δόξαν ὑπερτάτην ἀπό δόξης ἀνάγει καί δυνάμεως, πάτερ, εἰς δύναμιν.
         ς εὐγενής οὐ μόνη κλήσει πανεύφημε, ἀλλά ἔργοις τήν ἄνω εὐγένειαν, οὐ κατεδέξω τόν εὐγενῆ λογισμόν ἐκτρέψαι πρός ἀγενῆ ἡδυπάθειαν, ἀλλ' ἄρχοντα γενναῖον αὐτοκράτορα δείξας, τῶν ἀλόγων παθῶν ἐβασίλευσας.
         Νέος ἡμῶν τῆς εὐσεβείας, μακάριε, ἀνεδείχθης θεολόγος ὕστατος, θεολογήσας πανευσεβῶς ἐν κοινῷ θεάτρῳ τήν παναγίαν ἐκπόρευσιν τοῦ Πνεύματος τοῦ θείου, πᾶσαν καινοτομίαν καταφλέξας δυνάμει τῶν λόγων σου.
         λλος ἡμῖν Ἠλίας ὤφθης, πανόλβιε, θεῖον ζῆλον ἐν καρδίᾳ ἔνθερμον κατά τοῦ ψεύδους τρέφων καλῶς, ὑπέρ ἀληθείας καί τήν ψυχήν προϊέμενος, καί ἱερεῖς αἰσχύνης, οὐ πυρί φαινομένῳ, ἀλλ' ἀΰλῳ ἐκπλήξας ἐν Πνεύματι.
Θεοτοκίον
         Κάλλη τῆς σῆς ἁγνείας, κόρη πανάμωμε, σός προπάτωρ προϊδών ἐν Πνεύματι ἦσεν βασίλισσαν εὐκλεᾶ, περιβεβλημένην τῶν ἀρετῶν τόν διάχρυσον κόσμον, πεποικιλμένην λαμπρῶς, παρισταμένην τῷ Υἱῷ καί Θεῷ σου, πανύμνητε.

Καταβασία

DDDDDDDDDDDDDDD
᾿Ωδή ε´
Τῆς Θεοτόκου. ῾Ο Εἱρμός.
»Ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, πρός σέ ὀρθρίζω καί σοί »κραυγάζω·  Τήν ψυχήν μου φώτισον, τῆν ἐσκοτισμένην, Χριστέ »ὡς μόνος εὔσπλαγχνος.
         Ρυπωθεῖσαν πάθεσι ψυχήν μου Πάναγνε, καί τήν καρδίαν τῇ ρυπτικῇ σου, εὐσπλαγχνίᾳ κάθαρον, καί ναόν τοῦ θείου, Πνεύματος ἀποτέλεσον.
         Γέγονεν ὁ τόκος σου Θεοχαρίτωτε, τοῖς καταδίκης δικαιοσύνη, τοῖς νοσοῦσιν ἴαμα, καί τοῖς θλιβομένοις, χαρά καί ἀγαλλίασις.     
         Τόν αὐτοκατάκριτον καί ἀδιόρθωτον, Χριστέ μου σῶσον ταῖς τῆς Μητρός σου, ἱκεσίαις ἵνα σου, τήν πολλήν δοξάζω, καί ἄμετρον συμπάθειαν.
         Νέφη διασκέδασον ἁγνή τῶν θλίψεων, ἐκ τῆς ψυχῆς μου καί τῆς χαρᾶς με, ταῖς ἀκτῖσι φαίδρυνον, ἡ τό φῶς τεκοῦσα, τό θεῖον καί ἀνέσπερον.
Τοῦ ἁγίου.  Ἐξέστη τά σύμπαντα.
         ς στρατοπεδάρχην σε, προβάλλει ἱερώτατε, πᾶσα ἡ ἑώα Ἐκκλησία, Πνεύματος ὅπλοις κατεδαφίζοντα, πύργον μοναρχίας Παπικῆς, τοῦ εἰς ὕψος ἄδικα, καί λαλοῦντος καί πράττοντος.
        
         ρους ἐδικαίωσας, κρατεῖν Μᾶρκε θεόσοφε, Πατέρων ἐνθέων θεσπιζόντων, τῇ τάξει μόνη τόν Ρώμης λέγεσθαι, πρῶτον τῶν λοιπῶν Πατριαρχῶν, ἀλλ' οὐχί μονώτατον, Ἐκκλησίας δεσπόζοντα.
         Ρίζα διαστάσεως, Ἀνατολῆς καί Δύσεως, πάσης τε πηγή καινοτομίας,  ἡ ἀρχή Πάπα ὄντως ἐγένετο, Συνόδοις ταῖς οἰκουμενικαῖς, καί Γραφαῖς μή εἴκουσα, ἀντιχρίστῳ φρονήματι.
Θεοτοκίον.
         Θεός μέν τό βρέφος σου, ὑπάρχει παναμώμητε, σύ δέ πάλιν ἔμεινας παρθένος, μετά τόν τόκον ἁγνή Θεόνυμφε.  Ποῖον ἄλλο μεῖζον ἐπί γῆς, τοῦ τοιούτου θαύματος, κόσμος ἅπας τεθέαται;
῞Ετερος τοῦ  ἁγίου. ῞Ινα τί με ἀπώσω.
         ητορεύουσα γλῶττα καί φιλοσοφία κοσμουμένη, ὅσιε, νοημάτων ὕψος καί συνθήκης ῥυθμοί τε καί χάριτες, πᾶσα λόγων τέχνη ὡς ἀληθῶς ἀδυνατοῦσι πρός τά σά θαυμαστά κατορθώματα.
         ς  καλῶς προκαθάρας καί προετοιμάσας ἑαυτόν τοῦ Πνεύματος ἱερόν δοχεῖον, ἐν ἀνάγκαις καιρῷ ἑτοιμότατος, θεηγόρος ὤφθης, ὑπέρ αὐτοῦ καί μετά τούτου, ὀρθοδόξως βροντήσας ἀπόρρητα.
         περκείμενον εἶχες πάσης ὑλικῆς προσπαθείας τόν ἔνθεον λογισμόν σου, μάκαρ, ἐκ παιδός καί πρός ἄρρητον ἔρωτα τοῦ Θεοῦ καί θείων μεγαλοφρόνως ἐπτερώθης καί ἀγάπης θεῖον σκεῦος γέγονας.
         Μόνος ὤφθης ἐκ πάντων τόν ὑπέρ τῶν ὅλων ἀγῶνα δεξάμενος καί συχνούς κινδύνους ἀνατλάς μέχρι τέλους, ἀοίδιμε, ὑπέρ εὐσεβείας και τῶν ὀρθῶν θείων δογμάτων διελέγχων καινοτόμον ἔκπτωσιν.
        

Θεοτοκίον

         Νεουργεῖται ἡ κτίσις, πεπαλαιωμένη τῇ κακίᾳ, Δέσποινα, ἐκ σοῦ νέου βρέφους τοῦ πρό αἰώνων Θεοῦ Λόγου λάμψαντος καί ἀεί δεικνύεις χάριτι σῇ νέους ἀθλοῦντας, ὧν ὁ Μᾶρκος ὕστατος.

Καταβασία

DDDDDDDDDDDDDDD
᾿Ωδή στ ´.
Τῆς Θεοτόκου. ῾Ο Εἱρμός.
»Μαινομένην κλύδωνι, ψυχοφθόρῳ Δέσποτα Χριστέ, τῶν »παθῶν τήν θάλασσαν κατεύνασον, καί ἐκ φθορᾶς, ἀνάγαγέ με »ὡς εὔσπλαγχνος.
         κ χοός ὁ πλάσας με, κατ' εἰκόνα Δέσποτα τήν σήν, καί υἱοθεσίας σου φιλάνθρωπε, ἀξιώσας συντήρησόν με ὡς εὔσπλαγχνος.
         Τοῖς ἀμέτροις πταίσμασι, καταλλήλως βέβλημαι ἁγνή, τῶνκακούντων θλίψεσι παράσχου μου, τόν ἱλασμόν καί λυπηρῶν  ἀπολύτρωσιν.
         Ταῖς πρεσβείαις πλήρωσον, τούς σούς δούλους δόξης θεϊκῆς, καί φωτός ἀρρήτου καταξίωσον, σούς ὑμνητάς Θεοχαρίτωτε Δέσποινα.
         Καταδίκης ρῦσαί με, αἰωνίου Δέσποινα ἁγνή, καί χαρᾶς τῆς θείας καταξίωσον, καί τῆς τρυφῆς τοῦ Παραδείσου πρεσβείαις σου.
Τοῦ  ἁγίου. Τήν θείαν ταύτην καί πάντιμον.
         καταπέλτης ὁ κράτιστος, τῆς ἀζυμοθυσίας ἐπέφανε, Μᾶρκος ὁ πάνσοφος, τό τῆς Ἐφέσου καλλώπισμα, οἱ παῖδες τῶν Λατίνων πάντες κρυβέτωσαν.
         Δεῖπνον Χριστός τόν θειότατον, ἐνζύμου διά ἄρτου τετέλεκε·  καί γάρ καιρός οὐκ ἦν, τῆς τῶν ἀζύμων ἐνάρξεως, κατά τάς ἀποδείξεις σου, Μᾶρκε πάνσοφε.
         θνεῖον δόγμα καί ἔκφυλον, τῶν Ἐβιωνιτῶν καθιστόρηται, προσφέρειν ἄζυμα, ἀρχαῖον δέ νομοθέτημα ὑπάρχει προσφέρειν ἔνζυμα.
Θεοτοκίον
         Ξενίζει πάναγνε Δέσποινα, Ἀγγέλων καί ἀνθρώπων διάνοιαν, τό ξένον θαῦμά σου, σύ γάρ τόν κτίστην καί Κύριον, Ἀγγέλων καί ἀνθρώπων ξένως ἐγέννησας.
῝Ετερος  τοῦ  ἁγίου. ῾Ιλάσθητί μοι Σωτήρ.
         ποταμός τῶν ὀρθῶν δογμάτων τῆς θείας πίστεως, ἡ θεόβρυτος πηγή τῶν εὐσεβῶν ῥήσεων, πέλαγος ἀμέτρητον τῆς θεολογίας, ὁ σοφός Μᾶρκος ὑμνείσθω λαμπρῶς.
         Ν έος Δαυΐδ ἀληθῶς, ἐδείχθης Μᾶρκε ἀοίδιμε, ὡς δεύτερον Γολιάθ, τόν Ρώμης Εὐγένιον, κτείνας τῇ σφενδόνῃ σου, ὅτι Θεοῦ ζῶντος παρατάξεις προσεξύβρισε.
         Σαλευομένην δεινῶς τήν Ἐκκλησίαν τῷ κλύδωνι, τῷ ἐξ' ἐχθροῦ προσβολῆς ἐκμανέντι κάκιστα, οὐ παρεῖδες, ὅσιε, τήν δέ δεινήν ὕβριν τῇ σοφίᾳ σου συνέστειλας.
         Λόγους ποθήσας σοφέ καί ἀρετήν ἐκ νεότητος ὥσπερ διττούς ὀφθαλμούς κοσμοῦντα τόν ἄνθρωπον, ὅλος ὤφθης τέλειος καί σοφίας σκεῦος καί δοχεῖον θείου Πνεύματος.
         Οὐδέν τῶν κόσμου καλῶν τήν στερεάν καί ἀκράδαντον παρασαλεῦσαι ψυχήν τήν σήν ἠδυνήθησαν, δόξα, πλοῦτος ἄμετρος, ἀλλ' οὐδέ κινδύνων ἀπειλαί σοι προτεινόμεναι.
        

 

Θεοτοκίον

         Γῆν οὐρανῷ ἀληθῶς συνῆψας, πάναγνε Δέσποινα, τῷ σῷ φρικτῷ τόκῳ· ὅθεν οὐρανόφρονας τούς γηίνους ἔδειξας καί ὑπερκοσμίους, ὧν ὁ σός Μᾶρκος ἐξαίρετος.

Καταβασία

DDDDDDDDDDDDDDD
Κοντάκιον . Τοῦ Ἁγίου. ῏Ηχος πλ. δ´. Τῇ ὑπερμάχῳ.
         Τῶν θεολόγων τά θεόσοφα συγγράμματα ὡς θεορρήμων  ἀληθής ἐνστερνισάμενος, τήν ἐκπόρευσιν τοῦ Πνεύματος τοῦ ἁγίου ἀνεκήρυξας ὡς θέμις, παναοίδιμε, καί τό πάνσεπτον ἐπεσφράγισας σύμβολον, διό μέλπομεν·  χαῖρε Μᾶρκε θεσπέσιε.
῾Ο Οἶκος.
         ῎Αγγελος μέν τό χαῖρε παραστάς προσεφώνει ποτέ τῇ Θεοτόκῳ σύν φόβῳ·  ἐγώ δέ ἐξ ἀνθρώπων ὁρῶν ὑπέρ φύσιν σε φανέντα ὡς ἄγγελον, ἐξίσταμαι ὡς ἄνθρωπος καί μέλπω σοι σύν πόθῳ τάδε·
         Χαῖρε, ἁγνείας σεμνῆς δοχεῖον·
         χαῖρε  σοφίας Θεοῦ ταμεῖον·
         χαῖρε, θεολόγων ἁγίων ἐκσφράγισμα·
         χαῖρε, διδασκάλων πανσέπτων συμπέρασμα·
         χαῖρε, πέλαγος ἀμέτρητον ἐννοιῶν πνευματικῶν·
         χαῖρε, θάλασσα εὐρύχωρος τῶν Γραφῶν τῶν μυστικῶν·
         χαῖρε, ὅτι ἐδείχθης Ἐκκλησίας φῶς μέγα·
         χαῖρε, ὅτι ἐλέγχεις μέχρι νῦν ἀντιδόξους·
         χαῖρε, πηγή δογμάτων τῆς πίστεως·
         χαῖρε, σφραγίς καινῶν ἐφευρέσεων·
         χαῖρε, δι' οὗ ἐστηρίχθημεν πάντες·
         χαῖρε, δι' ὅν ἡ ἀλήθεια λάμπει·
         χαῖρε, Μᾶρκε θεσπέσιε.

Σ υ ν α ξ ά ρ ι ο ν

 Τ  ΚΓ´  τοῦ  αὐτοῦ  μηνός ἡ κοίμησις τοῦ ἐν ἁγίοις πατρός ἡμῶν Μάρκου ἀρχιεπισκόπου Ἐφέσου τοῦ Εὐγενικοῦ,  καί τῆς ὀρθοδοξίας προμάχου καί φύλακος.
Στίχ. Κρατεῖ μέν Ἄτλας μυθικῶς ὤμοις πόλον,
         Κρατεῖ δ' ἀληθῶς, Μᾶρκος ὀρθοδοξίαν.
         Τό μεῖναι ἐντός Ὀρθοδοξίας ὅρων,
         νατολικοῖς κλῆρος ἐκ Μάρκου μόνου.
         Εἰ μή Σαβαώθ σπέρμα Ὀρθοδοξίας
         δωκε Μᾶρκον,οὐκ ἄν ηὐσεβήσαμεν.
        
         Οὗτος ὁ  πανάριστος καί κατ' ἀλήθειαν μέγας διδάσκαλος καί ἀήττητος πρόμαχος τῆς Ἀνατολικῆς ἁγίας Ἐκκλησίας, γέννημα μέν καί θρέμμα ἐχρημάτισε τῆς Βασιλίδος τῶν πόλεων, δηλαδή τῆς ὄντως λαμπρᾶς καί μεγάλης Κωνσταντινουπόλεως. Γονεῖς δέ κατά σάρκα ἔσχε, κατά μέν τόν βίον, περιφανεῖς οὕτω καί λαμπρούς, ὥστε καί Εὐγενικούς τουπίκλην ἐπονομάζεσθαι, κατά δέ τήν πίστιν, εὐσεβεστάτους καί ὀρθοδοξοτάτους,τήν οἴκησιν ἔχοντας εἰς τόν Γαλάτην, τόν νῦν Γαλατᾶν καλούμενον.  Παιδευθείς δέ τήν ἔξω τε καί ἔσω σοφίαν, ἄκρος καί κατά τά δύο ἐγνωρίζετο.  Ἔρωτι δέ τρωθείς τῆς μακαρίας ἡσυχίας τῶν βιοτικῶν πραγμάτων, καί τῆς περί ταῦτα μανίας τε καί τύρβης φρονίμως ἀποστάς, καί τοῖς τότε δοκίμοις τῶν Μοναχῶν προσελθών, τῇ τῆς ὑποταγῆς ἐπιπόνῳ τε καί σκληροτέρᾳ διαίτῃ, μάλα προθύμως τόν εὐγενικόν ὑπέστρωσεν αὐχένα, διά Χριστόν, ὅν ἐπόθησε, καί ὅν μόνον κερδῆσαι ἀντί πάντων εἵλετο.  Καλῶς δέ καί ἀξίως τῆς ὑποταγῆς τούς ἀσκητικούς διανύσας διαύλους, καί ὄργανον χρηματίσας ἐπιτήδειον τοῦ παναγίου Πνεύματος, ὑπέρ οὗ καί ἀγωνίζεσθαι ἔμελλε καί τό τῆς ἱερωσύνης δέχεται χρίσμα, πρότερον μέν, τό τοῦ πρεσβυτερίου.  Ὕστερον δέ καί τό τῆς μεγάλης ἀρχιερωσύνης ψήφῳ μέν κανονικῇ τῆς ἱερᾶς καί ἁγίας Συνόδου, ἀξιώσει δέ σφοδροτέρα, μᾶλλον δέ ἐπιταγῇ ἀπαραιτήτῳ τοῦ Βασιλέως, (Ἰωάννης δέν ἦν οὗτος, ὁ καί τῶν Παλαιολόγων καί τῶν Βασιλέων παρέσχατος) καί εἰς τήν ὑψηλήν ἀνάγεται καθέδραν τῆς τῶν Ἐφεσίων μητροπόλεως, γνήσιος τῷ ὄντι διάδοχος τοῦ πρώτου Θεολόγου, τοῦ ἐπιστηθίου καί ἠγαπημένου μαθητοῦ.  Ἐπειδή δέ ὁ ρηθείς Βασιλεύς, ἐξ ἀπονοίας μωρανθείς καί τάς πατρικάς αὐτοῦ νουθεσίας τοῦ Μανουήλ εἰς οὐδέν θέμενος,  Θεόν μέ τόν ποιήσαντα καί βασιλεύσαντα αὐτόν ἐγκατέλιπε, βουλήν δέ ὀλεθρίαν ἔθετο,  ἵνα μετά τῆς Ἀνατολικῆς Συνόδου, εἰς τήν Ἰταλίαν, ὡς οὐκ ὤφελε, παρά τόν ἀντίθεον Πάπαν ἀπελθών, οἰκουμενικήν ποιήση μετά τῶν Λατίνων Σύνοδον, καί τάς ἐκ μακροῦ τοῦ χρόνου ἐσχισμένας Ἐκκλησίας ἑνώσῃ, ὡς ἄν δῆθεν μιᾶς ἤδη γενομένης τῆς Ἐκκλησίας διά τῆς ὁμοδοξίας προτρέψητε ὁ Πάπας τούς ὑπ' αὐτόν τελοῦντας  Βασιλεῖς, βοήθειαν αὐτῷ δοῦναι στρατιωτικήν, ἵνα τούς βαρβάρους ἀπελάσῃ, ὅσον οὕπω μέλλοντας πρός τοῖς ἄλλοις ἅπασιν, καί αὐτήν ὑποδουλώσειν τήν Βασιλίδα τῶν πόλεων.  Ταῦτα δέ φαντασθείς καί μάτην ὀνειροπολήσας ὁ  δείλαιος κελεύει μετά τῶν ἄλλων, καί τόν Μᾶρκον ἕπεσθαι.  Ὁ δέ, ἀπελθεῖν μέν εἰς τήν Ἰταλίαν, οὐδαμῶς ἤθελε·  Βασιλέως γεμήν κελεύοντος, εἶξε κατάγε τοῦτο, καί δή ἀπελθόντων, τί μέν ἐκεῖ ἔπραξε, καί ὅπως τά Λατίνων κατέπληξε γένη τῇ θεοσοφίᾳ τῶν ἑαυτοῦ λόγων, καί οἵαν καί ὅσην ἔνστασίν τε καί καρτερίαν ὁ μακάριος ἐπεδείξατο, στερρότατα ἀντιπίπτων, πρός τε τούς χριστομάχους Λατίνους, καί τούς ἐξ ἡμῶν ἀποστάντας, καί πρός τόν Λατινισμόν αὐτομολήσαντας, ὑπέρ τοῦ ἀκαινοτόμητον ἀπαρασάλευτον διαμεῖναι, τῇ τοῦ Χριστοῦ Ἁγίᾳ Ἐκκλησίᾳ, τό θεῖον καί ἱερόν Σύμβολον τῆς τῶν Χριστιανῶν ὀρθοδόξου πίστεως, καί ὅπως πάντας κατετροπώσατο, εἷς αὐτός μόνος ὤν,  δυνάμει τοῦ ἐν αὐτῷ λαλοῦντος ἁγίου Πνεύματος, καί ὅπως, τῶν πάντων, αὐτός μόνος ἀκλινής, ἀκαταγώνιστος καί ἀήττητος διέμεινε (ὅ καί τῷ ὄντι ἐκπλήξεως ἄξιον) μή ὑπογράψας εἰς τόν ψευδώνυμον Ὅρον τῆς θεοστυγοῦς καί θεοκαταλύτου ἑνώσεως, ταῦτα πάντα διέξεισιν εἰς πλάτος ἡ κατ' αὐτόν ἱερογραφήσασα ἱστορία, ὁ καλούμενος Ἀντίπαπας, πρός ὅν καί παραπέμπομεν τούς εὐσεβεῖς φιλαναγνώστας, ὅς καί τήν θριαμβευτικήν αὐτοῦ εἰς τήν Κωνσταντινούπολιν διηγεῖται ἐπάνοδον, καί ὅπως τά ἐν Ἰταλίᾳ κακῶς γενόμενα συνοδικῶς ἀνέτρεψε καί κατέρραξε, καί πάλιν αὐτός μόνος τούς ἀπορραγέντας τῆς ὀρθοδόξου πίστεως, ἐπεσύναξε τε καί τῇ ἁγίᾳ Ἐκκλησίᾳ ἐπισυνῆψε, καί πάντας ἐδίδαξε, καί ἐστήριξεν ἐν τῇ ἀρχαίᾳ καί πατροπαραδότῳ ὁμολογίᾳ, καί κατά πάντα μέγιστος ἀνεφάνη ἡλίκον καί οἷον οὐδένα ἡ ἀρχαιότης ἡμῖν παραδίδωσι.  Τοῦτον κατέπληξαν μέν οἱ ἐχθροί πάντες, κατέπτηξε δέ, οὐχ ἥκιστα πάντων, ὁ ἀγέρωχος Πάπας Εὐγένιος·  καί μαρτυρεῖ ἡ τοῦ στόματος αὐτοῦ ἀοίδιμος ἐκείνη ἀπόφασις·  ἐρωτήσας γάρ τούς παρεστῶτας, εἰ ὁ Ἐφέσου ὑπέγραψεν, ἐπειδή  ἤκουσεν, ὡς οὐχ ὑπέγραψε, σύν ἀφάτῳ τῇ λύπῃ, τήν μόνην ταύτην ἀψευδῆ φωνήν, ἐξεφώνησεν εἰπών «Λοιπόν ἐποιήσαμεν οὐδέν».  Ταῦτ' ἄρα καί ἡ ἁγία τοῦ Χριστοῦ Ἐκκλησία, ὡς εὐεργέτην, καί διδάσκαλον, καί μόνον ὑπέρμαχον, καί ἀήττητον ἀριστέα τῆς Ἀποστολικῆς ὁμολογίας γινώσκουσα καί ἕνα τῶν πάλαι Θεοφόρων ἐπισταμένη ποιμένων, ψήφῳ κανονικῇ ἐθέσπισε τοῖς ἁπανταχοῦ ὀρθοδόξοις ἡμῖν, ἵνα χρεωστικῶς ἐκτελῶμεν τήν ἱεράν αὐτοῦ μνήμην, εἰς δόξαν τοῦ ἁγίου Θεοῦ καί τῆς ἡμετέρας ἁγίας Ἀνατολικῆς Ἐκκλησίας κλέος καί καύχημα·  ὅ δή καί πρό τῆς ἁλώσεως λαμπρῶς ἐτελεῖτο ἐν τῷ εἰρημένῳ Γαλάτῃ, ὡς τό ἱερώτατον τῆς Ἐκκλησίας δηλοῖ θέσπισμα, ὅ καί ἐτάξαμεν μετά τήν παροῦσαν Ἀκολουθίαν, ἵνα πᾶν ἄδικον ἀποφράττηται στόμα, βουλόμενον ἄδικα λαλεῖν εἰς τό ὕψος τῆς αὐτοῦ δόξης καί ἁγιότητος.  Οὗ ταῖς ἁγίαις πρεσβείαις πάσης αἱρετικῆς κακοφροσύνης ρυσθείημεν καί ἡμεῖς καί τῆς ἐπουρανίου Βασιλείας  ἀξιωθείημεν.  Ἀμήν.
         Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀγριππίνης.
Στίχοι.
Πλησθεῖσα δεινῶν τραυμάτων ἐκ τυμμάτων,
Πολλῶν μετέσχε στεμμάτων Ἀγριππίνα.
Εἰκάδι θεινομένη τριτάτῃ θάνεν Ἀγριππίνα.
         Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ἁγίων Μαρτύρων, Ἀριστοκλέους Πρεσβυτέρου καί Δημητρίου Διακόνου, καί Ἀθανασίου Ἀναγνώστου.
 Στίχοι.
         Ἀριστοκλῆς ἄριστος ὄντως ὁπλίτης,
         Πάντως γάρ ἠρίστευσε τμηθείς κάραν.
         Ἀθανάσιος εὗρεν ἀθανασίαν,
         Δημητριανῷ συνθανών ἀπό ξίφους.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. ᾿Αμήν.
DDDDDDDDDDDDDDD
᾿Ωδή ζ´.
Τῆς Θεοτόκου. ῾Ο Εἱρμός.
»Ὁ ὑπερυψούμενος, τῶν πατέρων Κύριος, τήν φλόγα »κατέσβεσε, τούς παῖδας ἐδρόσισε, συμφώνως μελῳδοῦντας·  Ὁ »Θεός εὐλογητός εἶ. 
         Νεῦσον παρακλήσεσι, νῦν τῶν προστρεχόντων σοι, καί ταύτας προσάγαγε Θεῷ πανοικτίρμονι·  καί πλήρου τάς αἰτήσεις, πολυΰμνητε Μαρία.
         πνον ἀποτίναξον, τόν τῆς ραθυμίας μου,καί φώτισον δέομαι, σεμνή τάς αἰσθήσεις μου·  ἐγρήγορσιν διδοῦσα καί μετάνοιαν ἀξίαν.
         λεων γενέσθαι μοι, σύ τόν εὐδιάλλακτον, Παρθένε δυσώπησον, καί σῶσαί με ψάλλοντα·  ψυχῇ συντετριμμένῃ, ὁ Θεός εὐλογητός εἶ.
         Χρόνῳ σου τό ἔλεος, οὐ συμπεριγράφεται, ἀεί γάρ Πανάχραντε, οἰκτείρεις τούς δούλους σου, καί νέμεις τοῖς αἰτοῦσι, τήν ἀνέκλειπτόν σου χάριν.
Τοῦ ἁγίου. Οὐκ ἐλάτρευσαν τῇ κτίσει.
         ᾿Ιδού ἤστραψεν, ἡ μνήμη τοῦ τρισμάκαρος, Μάρκου ὡς ἥλιος, Ἀνατολῆς τούς πιστούς, φωτίζουσα ἅπαντας, τό δέ τῆς Δύσεως, πῦρ καθάρσιον, ἀποσβεννῦσα τέλεον, καί μή ὄν ἀποδεικνῦσα.
         κουέτωσαν, Λατίνων οἱ ἀπόγονοι, τοῦ θείου ρήτορος, τῆς στεντορείας φωνῆς, ὅτι ἡ μετάνοια πλήρης ὑπάρχουσα, οὐκ εἰς βάσανον, πυρός τούς ἐκδημήσαντας, εἰς τρυφήν δέ παραπέμπει.
         Σιγήτωσαν, Λατίνων τά παλίμφημα, στόματα σήμερον, ἀντιβροντᾶ·  γάρ αὐτοῖς, τόν τρίτον εἰσάγουσι τόπον κακόδοξα, ἡ πανεύσημος  γλῶττα Μάρκου κηρύττουσα, ὀρθοδόξως δύο τόπους.
Θεοτοκίον.
         Σωματώσασα, τόν λόγον τόν ἀσώματον, κόρη Θεόνυμφε, τούς ἐνσωμάτους βροτούς, ἀσωμάτους ἔδειξας, Ἀγγέλους ψάλλοντας, ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καί Θεός εὐλογητός εἶ.
῞Ετερος τοῦ ἁγίου.  Θεοῦ συγκατάβασιν.
         νοῦς σου, μακάριε, νοΐ τῷ πρώτῳ προσηρτημένος ἀεί, ὁ δέ λόγος τῷ Λόγῳ τῷ πρό αἰώνων πατρόθεν λάμψαντι τό δέ σόν πνεῦμα ἐλλάμψει τοῦ Πνεύματος πεφωτισμένῳ, θεολογίας ὤφθη πηγή.
         Σοφῶς προεκάθηρας σαὐτόν ἐν πλείστοις ἔτεσι πρότερον τῷ μεγέθει καί ὕψει φιλοσοφίας καί θεωρίας Θεοῦ· ὅθεν εὑρέθης ἀπρόσμαχος πρόμαχος τῆς Ἐκκλησίας Χριστοῦ, καινοτομίας σφαγεύς.
         κλάμπων ὁ βίος σου καί ὁ σοφώτατος ὄντως λόγος σου, τῇ πατρίδι καί τέλος ἐν Ἰταλίᾳ, τάς μέν καρδίας πιστῶν τῆς ἀληθείας αἴγλῃ κατεφώτιζε, τούς δ' ἀντιδόξους σφοδρῶς πάντας συνέφλεγεν.
         Ξενίζοντα ῥήματα ἐν ὑπερώῳ πάλαι ἠκούετο τῶν σοφῶν ἀποστόλων, τοῦ Παρακλήτου δυνάμει καί χάριτι καί σοῦ ὁμοίως ξενίζουσα λόγια τούς ἐξ ἁπάσης φυλῆς ἐξηκούετο φρικτῶς.

Θεοτοκίον

         νάπλασις γέγονε καί θέωσις καί ἀποκατάστασις εἰς τό πρῶτον καί μέγα ἐν παραδείσῳ θεῖον ἀξίωμα, παρά παντί τῷ κόσμῳ, Θεοτόκε πάναγνε, διά τῆς σῆς ἱερᾶς λοχείας, ἥν προσκυνῶ.

Καταβασία

DDDDDDDDDDDDDDD
᾿Ωδή η´.
Τῆς Θεοτόκου. ῾Ο Εἱρμός.
                                 
»Σοί τῷ παντουργῷ ἐν τῇ καμίνῳ Παῖδες, παγκόσμιον »πλέξαντες χορείαν ἔμελπον.  Πάντα τά ἔργα τόν Κύριον »ὑμνεῖτε, καί ὑπερυψοῦτε εἰς πάντας τούς αἰῶνας.
         Δόξῃ θεϊκῇ ἡ λαμπρυνθεῖσα μόνη, ὡς Μήτηρ ὑπάρχουσα τοῦ σέ δοξάσαντος·  δόξης τῆς ἄνω τυχεῖν με θείας Κόρη,  αἴτησαι τόν μόνον, ἀεί δεδοξασμένον.
         λη ἐκλεκτή λελαμπρυσμένη πέλεις, ὅλη μόνη πάναγνος σεμνή καί ἄσπιλος· ὅθεν βοῶ σοι φιλάγαθε Παρθένε, κάθαρόν με ρύπου, παντός ταῖς σαῖς πρεσβείαις.
         Δίδου ἱλασμόν Θεογεννῆτορ Κόρη, καί βίου διόρθωσιν τοῖς σοί προστρέχουσιν·  ὅπως ἀπαύστως ὑμνῶμέν σε Παρθένε, καί ὑπερυψῶμεν εἰς πάντας τούς αἰῶνας.
         πέρ φαεινάς καί τηλαυγεῖς ἀκτῖνας, τοῦ ἡλίου Δέσποινα ἡ προστασία σου·  πᾶσαν ἁπλοῦσα ἀκτῖνας τῶν θαυμάτων, λύει τήν ὁμίχλην, παθῶν καί νοσημάτων.
Τοῦ ἁγίου.  Παῖδας εὐαγεῖς.
         Τιμᾶ σου τήν μνήμην Ἱεράρχα, Χριστοῦ Ἐκκλησία ἡ ὀρθόδοξος, ὑπέρ ἧς κατέβαλες,πόνους μέχρις αἵματος, καί τήν αὐτῆς ἐκράτυνας δόξαν Θεόσοφε, Ἁγίων τήν ἀπόλαυσιν δείξας μή τελείαν εἶναι, πρό κρίσεως τρισμάκαρ.
         δατος ζωῆς καί ἀφθαρσίας, εἰς κόρον οἱ δίκαιοι πλησθήσονται, καί τῆς νίκης τέλειον, λήψονται τόν στέφανον, μετά τήν ἐξανάστασιν, οἱ δέ ἀδόκιμοι, κομίσονται ποινήν τήν τελείαν, κατά τούς σούς λόγους πάνσοφε Ἱεράρχα.
         Λῆρος ἀποδείκνυται σοῖς λόγοις, Λατίνων ἡ δόξα ἡ πρεσβεύουσα, πρό τῆς ἀναστάσεως λαμβάνειν τό τέλειον, τῆς θείας ἀπολαύσεως, δικαίους ἅπαντας, τελείαν δέ, τήν δίκην ἀδίκους, πῶς γάρ ἔσται δίκη πρό κρίσεως δικαίας;
                                  Θεοτοκίον.
         πᾶσιν ἀνέκφαντος τοῖς οὖσιν, ἐκ σοῦ ἐπεφάνη παναμώμητε, τοῖς βροτοῖς δι' ἄφατον, ἔλεον ὡς ἄνθρωπος·  ἐν τῇ ἐκφάνσει δ' ἔμεινε, καί μετά ἔκφανσιν, ὡς ἦν πρό τῆς ἐκφάνσεως πάλιν, οἷα Θεός πόλων, ἀνέκφαντος τοῖς πᾶσι.
῞Ετερος τοῦ ἁγίου.  ῾Επταπλασίως κάμινον.
         Διά παντός μελέτημα, καί χαρά καί ἐντρύφημα, τά τῶν θεοπνεύστων διδασκάλων λόγια, ὡς Πνεύματος ῥήματα τοῦ παναγίου ἔχων λαμπρός, ὑπαγορευτής, ἐκδικητής μετά ζήλου, ἐνθέου παρρησίᾳ, ἀνεφάνης·  διό σέ, σύν τούτῳ εὐφημοῦμεν δικαίως, θεηγόρε.
         κ τοῦ Πατρός γεγέννηται ὁ Υἱός μόνον, πάντως γε καί τοῦ Πατρός μόνον Πνεῦμα τό πανάγιον, φρικτῶς ἐκπορεύεται, ὅπερ καλεῖται καί τοῦ Υἱοῦ, ἅτε δι' αὐτοῦ φανερωθέν καί τῇ κτίσει, μεταδοθέν ἐνθέως, ἀλλ' ἐκ τούτου οὐκ ἔχον, τήν ὕπαρξιν διδάσκει ὁ Σύρος θεολόγος.
         Λόγους καί βίους ὅσιε, τῶν ἁγίων καί θαύματα καί τῶν θεολόγων διδασκάλων τρόπαια καί τά κατορθώματα τρέφων ὅλος ἀεί κατά νοῦν, τῶν τριῶν μεγάλων ἐξαιρέτων φωστήρων, ἐξέλαμψας ὡς οὗτοι, πρίν ἐν βίῳ καί τέλος, ἐν τῇ θεολογίᾳ, ὑπέρ τοῦ Παρακλήτου.
          Φῶς ἐν λυχνίᾳ τέθεισαι πᾶσι λάμπων τοῖς πέρασι καί καλόν ἅλας ἀληθινῆς φρονήσεως καί τῆς θείας γνώσεως τούς μωρανθέντας πάλαι δεινῶς, τῇ καινοτομίᾳ, τῶν ἀπταίστων δογμάτων, τῷ γνωστικῷ σου λόγῳ καί τῇ θεολογίᾳ, ἐκτρέφων, συνετίζων τό ἐπί σοί, τρισμάκαρ.
         θησαυρός ὁ τίμιος τῶν χαρίτων τοῦ Πνεύματος, τό σεπτόν ταμεῖον τῶν ὀρθῶν τῆς πίστεως δογμάτων, ὁ μέγιστος κήρυξ καί διαπρύσιος τῆς ὁμολογίας τῶν ἁγίων πατέρων, ἐκδικητής τοῦ θείου καί πανσέπτου Συμβόλου, τιμάσθω ἐπαξίως ὁ θεοφόρος Μᾶρκος.
        

Θεοτοκίον

         μνων καί κρότων χάριτες καί ῥητόρων ἡ δύναμις, λόγοι φιλοσόφων ὑψηλοί καί μέγιστοι, ἐπῶν τό φιλόμουσον ἀμηχανοῦσι, Δέσποινα, ἐπί τοῖς προσήκουσιν ἐπαίνοις καί ὕμνοις·  οὐδέ γάρ τῶν ἀγγέλων, ἀλλ' οὖν δέχου τήν πίστιν καί πόθον ἐκ καρδίας τῶν δούλων σου, Παρθένε.

Καταβασία

DDDDDDDDDDDDDDD
᾿Ωδή θ´.
Τῆς Θεοτόκου. ῾Ο Εἱρμός.
»Ἡσαΐα χόρευε, ἡ παρθένος ἔσχεν ἐν γαστρί, καί ἔτεκεν Υἱόν »τόν Ἐμμανουήλ, Θεόν τε καί ἄνθρωπον· Ἀνατολή ὄνομα αὐτῷ·  »ὅν μεγαλύνοντες, τήν Παρθένον μακαρίζομεν.
         Δονουμένους θλίψεσι, καί τῷ πλήθει τῶν ἀνιαρῶν, ἑδραίωσον ἡμᾶς θείᾳ σου ροπῇ, Μαρία Θεόνυμφε, ἐν τῇ στερρᾷ τῆς ὑπομονῆς καί τῆς ἐλπίδος σου, πέτρᾳ ἵνα σε δοξάζωμεν.
         ῾Υπερήρθη Ἄχραντε, τό φορτίον τό τῶν λυπηρῶν, δυνάμεως τῆς ἐμῆς, καί πρός ἀχανές, τό τῆς ἀπογνώσεως καθέλκει με βάραθρον ἀφοῦ, ρῦσαί με Δέσποινα, τοῦ ἀπαύστως μεγαλύνειν σε.
         Φωτοφόρον ὄχημα, ἀνεδείχθης τοῦ Ἐμμανουήλ, φωτίζουσα τούς πιστούς, Δέσποινα ἁγνή, διό με καταύγασον, ραθυμίας σκότει τήν ψυχήν, νῦν καλυπτόμενον, καί τοῖς πταίσμασιν ὀλλύμενον.
         Σύ προστάτις πέφυκας, τῆς ψυχῆς μου πάνσεμνε ἁγνή, ἐν σοί γάρ τῶν δυσμενῶν, θραύω τήν ἰσχύν, καί σοῦ ἀπῃώρησα, τάς αἰσθήσεις πάσας καί τόν νοῦν, σῶσόν με σῶσόν με, ἵνα πόθῳ μεγαλύνω σε.
Τοῦ ἁγίου. Ἅπας γηγενής.
         Νίκην κατ' ἐχθρῶν, Λατίνων ἀνέστησας, κἄν τούτῳ Ἅγιε, καί τά τούτων πρόσωπα, αἰσχύνης πάσης ὄντως ἐπλήρωσας, δείξας ἐνθέοις λόγοις σου, ὡς οὐ τά ρήματα, τοῦ Κυρίου, τά, φάγετε πίετε, μεταβάλλουσι δῶρα τά τίμια.
         ερατικαῖς, εὐχαῖς ἁγιάζεται καί ἐπικλήσεσι, δῶρα τά προκείμενα, καθώς σύ Μᾶρκε λαμπρῶς ἀπέδειξας, ταῖς μυστικαῖς ἑπόμενος, ἱερουργίαις καλῶς, Βασιλείου καί τοῦ Χρυσορρήμονος, ὦν τόν βίον καί λόγον ἐζήλωσας.
         Δέχου τήν ἡμῶν, ὠδήν ὡς χρυσόπλοκον προσφερομένην σοι, στέφανον ἀήττητε, παγκρατιάρχα Χριστοῦ νικήσαντι, οὐχί τό ἔξω πένταθλον, τό δέ ὀκτάεθλον, τῆς Λατίνων δυσσεβοῦς αἱρέσεως, μονομάχε στερρέ μυριόνικε.

Θεοτοκίον

         ψος οὐρανοῦ, καί γῆς βάθος ἄπειρον τίς ἑρμηνεύσειε; κόρη ἀειπάρθενε; οὕτω καί ὕψος τοῦ μυστηρίου σου, πῶς νοῦς σμικρός δυνήσεται καί περιπέζιος, ἑρμηνεῦσαι, βάθος τε τό ἄπειρον, τῆς ἀσπόρου λοχείας σου πάναγνε;
῞Ετερος τοῦ ἁγίου. ᾿Εξέστη ἐπί τούτῳ.
         σχύϊ καί προνοίᾳ τῇ θεϊκῇ, διαδράς τούς κινδύνους καί θάνατον, περιφανῶς ὤφθης τῇ πατρίδι ὡς ἀθλητής δικαίως προσκαλούμενος, ὁμολογητής καί μάρτυς λαμπρός τῆς ἀληθείας ἄνευ αἱμάτων καί στιγμάτων, διό σε πόθῳ μακαρίζομεν.
         ς μέγας νομοθέτης καί στρατηγός, Μωϋσῆς διασχίσας τήν θάλασσαν τήν τῶν παθῶν, σοῖς πανσόφοις λόγοις νέον λαόν Ἰσραηλίτην ἤγαγες, δεινούς πολεμίους δέ Φαραώ, τυρράνου πικροτάτου, τριστάτας ἀντιπάλους, ἐξ ἀντιστρόφου κατεπόντισας.
         γγέλων, ἀρχαγγέλων παρεμβολαί, ἀποστόλων, μαρτύρων τά τάγματα καί προφητῶν, τό τῶν διδασκάλων πανευκλεές καί θεολόγων σύστημα, ὁμολογητῶν ὁσίων χορός, τήν καθαράν ψυχήν σου ἠσπάσαντο καί μέχρι τοῦ φρικτοῦ θρόνου συμπροέπεμψαν.
        
         Ναόν εἰδώς τόν ἄνθρωπον τοῦ Θεοῦ καί τό ἅγιον Πνεῦμα δεχόμενον τῷ βαπτισμῷ ἔσπευσας νεότητα καθαράν τῷ καθαρῷ Θεῷ ἡμῶν παραστῆσαι·  εἶτα πόνοις συχνοῖς, ἐν σχήματι ἁγίῳ ὅλος ἡγιασμένος, ἐπαπολαῦσαι τῆς θεώσεως.
         Νηπίων βέλη ὤφθησαν ἀληθῶς, αἱ πληγαί τῶν ἀφρόνων ὡς ἄθυρμα καί ἐπ' αὐτούς γλῶσσαι ἐξησθένησαν αἱ μωραί καί αἱ ἀποστατήσασαι καί αἱ καινοτόμοι πάλαι δεινῶς, στροφῇ σοφισματώδει τόν πύργον τῶν δογμάτων καταβαλεῖν κακῶς ἐλπίσασαι.
         σός καί παῖς καί δοῦλος καί ἀδελφός, μαθητής καί ὁμόφρων τῇ χάριτι τῇ ἐκ Θεοῦ, ἰδού προθυμίᾳ πόθῳ πολλῷ καί τόνδε σοι τετέλεκα ὕμνον κατά δύναμιν τήν ἐμήν, πολλῷ τοῦ σοῦ μεγέθους, ἐλάττω καί ἀξίας, ἀλλ' οὖν συγγνώμων ὀφθείς, εὔχου μου.

Θεοτοκίον

          πέρκειται τό θαῦμά σου τό φρικτόν, πάντα νοῦν καί διάνοιαν ἅπασαν, Μῆτερ Θεοῦ, γλῶσσαι δέ φιλόσοφοι καί λαμπραί κεκοσμημέναι χάριτι καί δυνάμει λόγων ῥητορικῶν ἀμηχανοῦσαι πᾶσαι, ὅμως πίστει καί πόθῳ δοξολογοῦντες εὐφημοῦμέν σε.

Καταβασία

         Α' ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ. Τοῖς μαθηταῖς. Ἦχος α'.
         Τό τῆς ἁγνείας ἄγαλμα, τῆς σοφίας τόν μέγαν ἀνδριάντα καί πολύτιμον, τό τῆς θεολογίας τῆς ὑψηλῆς καί ἐνθέου πέλαγος οὐχ ὁρίζον, τοῖς τῶν πλειόνων ὄμμασι, τόν σεπτόν ἀρχιθύτην, οἱ ὑπ' αὐτοῦ, στηριχθέντες ἅπαντες συνελθόντες, σύν πόθῳ εὐφημήσωμεν, Μᾶρκον τόν θεηγόρον.
Β' ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ. Γυναῖκες ἀκουτίσθητε. Ἦχος  β'.
        
         Τόν τῆς Ἐφέσου πρόεδρον, καί οἰκουμένης μέγιστον, διδάσκαλον καί σωτῆρα, ἀνευφημήσωμεν Μᾶρκον·  στύλος γάρ ἀπερίτρεπτος, ὀρθοδοξίας γέγονε, καί καταπέλτης κράτιστος, καί κεραυνός καταφλέγων κακοδοξίας Λατίνων.
Θεοτοκίον. ῞Ομοιον.
         Μαρία ὁ χρυσόπαστος, τῆς Θεότητος θάλαμος, εὐγένεια ἡ τοῦ Γένους, ἡ κοσμήσασα κόσμου, τήν ἀκοσμίαν κόσμησον, τῆς ψυχῆς μου τό ἄκοσμον, τῆς ἐκ πόθου καί πίστεως, κοσμούσης σε ἐν εὐκόσμοις, ὑμνολογίαις παρθένε.
Εἰς τούς Αἴνους.
῾Ιστῶμεν Στίχους στ´ καί ψάλλομεν Στιχηρά προσόμοια.
Ἦχος δ´.  Ὡς γενναῖον ἐν μάρτυσιν.
         Τόν πυρίπνοον ρήτορα, Θεολόγον τόν ἄριστον, στύλον τόν ἀκράδαντον, θείας πίστεως, ὀρθοδοξίας μονώτατον, πρόμαχον καί φύλακα, ὁπλοθήκην τήν καινήν, τῶν δογμάτων τοῦ Πνεύματος. Δεῦτε σήμερον, τόν ἀοίδιμον Μᾶρκον ἡ καθόλου, Ὀρθοδόξων Ἐκκλησία, μελωδικῶς εὐφημήσωμεν.
         στραπή ἡ τοῦ Πνεύματος, ἡ βροντή ἡ τῆς χάριτος, οὐρανός ὁ πάγχρυσος ἐξηγούμενος, ὀρθοδοξίας τά δόγματα, φωστήρ ὁ λαμπρότατος,  Ἐκκλησίας τοῦ Χριστοῦ, Ἰωάννης ὁ δεύτερος ἐπιστήθιος, οὗ καί θρόνον ἐκόσμει τῆς Ἐφέσου παρά πάντων εὐφημείσθω, Μᾶρκος ὁ θεῖος ἐν ἄσμασιν.
         Δανιήλ μέ τό πρότερον, Θεοσόφῳ τεχνάσματι, δράκοντα διέρρηξε Βαβυλώνιον, σύ δέ ὦ Μᾶρκε τοῖς λόγοις σου, τόν Ρώμης  Εὐγένιον, Ἰταλίας τόν δεινόν, καταβέβληκας δράκοντα, λυμαινόμενον, τῇ προσθήκῃ τήν πίστιν τῶν Πατέρων, καί Χριστοῦ τήν Ἐκκλησίαν, τῆς αὐτοῦ λύμης διέσωσας.
ΕΤΕΡΑ ΠΡΟΣΟΜΟΙΑ ΤΩΝ ΑΙΝΩΝ
῏Ηχος β´ . Ὅτε ἐκ τοῦ ξύλου σε νεκρόν.
         τε πρός ἀγῶνας ἀνδρικῶς, τούς ἀσκητικούς Μᾶρκε μάκαρ, χαίρων ἐχώρησας, καί σαρκός καί αἵματος ὤφθης ἀνώτερος, καί Θεῷ μόνῳ ἥνωσας, σαυτόν θεῖε Πάτερ, διά καθαρότητος καί ἐκτενοῦς προσευχῆς·  τότε Θεοφόρος ἐγένου, καί προεχαλκεύθης ὡς ξίφος, ἵνα Δυτικῶν συγκόψῃς φάλαγγας.
         τε ἐπινεύσει Θεϊκῇ, εἰς τόν τῆς Ἐφέσου προέβης,θρόνον ἀοίδιμε καί Δύσιν κατέλαβες ὑπέρ ἑνώσεως, καί προσθήκην διήλεγχες, τήν τῷ Συμβόλῳ·  τότε οἱ ἀκούοντες σοφίας λόγων σου, ταῦτα πρός ἀλλήλους ἐβόων, ὄντως διά στόματος τούτου, φθέγγεται τό Πνεῦμα, τό Πανάγιον.
         τε ἐπειθάρχησαν κακῶς, καί ψευδοῦς ἑνώσεως ὅρῳ, πάντες ὑπέγραψαν, σύ δέ οὐκ ἐνέδωκας Μᾶρκε Θεόσοφε, ἀλλ' ἀντέσχες στερρότατα, ὁ μόνος πρός πάντας·  τότε ὁ μεγάλαυχος Πάπας Εὐγένιος λύπῃ, ἐν μεγίστῃ καί στένων καί ἐν ἀπογνώσει τελείᾳ, οὐδέν ἐποιήσαμεν ἐβόησεν.
         τε ἐκοιμήθης ἱερῶς, τόν ἁγίοις πρέποντα ὕπνον, Μᾶρκε ἀοίδιμε, τότε Θεολόγων σέ δῆμοι προέπεμψαν, ὡς αὐτῶν στερρόν πρόμαχον, καί πάντων Ἀγγέλων τάγματα ἐκρότησαν ἐν τῇ ἀνόδῳ σου, τότε καί Τριάς ἡ ἁγία, ὑπέρ ἧς στερρῶς ἠγωνίσω, δόξης σε στεφάνοις ἐστεφάνωσε.
Δόξα .... ῏Ηχος πλ. α´.
         Σαλπίσωμεν ἐν σάλπιγγι ἀσμάτων, χορεύσωμεν τῷ Πνεύματι καί κροτήσωμεν εὐφραινόμενοι, ἐν τῇ πανδήμῳ πανηγύρει, τοῦ Θεοφόρου Πατρός·  Βασιλεῖς καί Ἄρχοντες, συντρεχέτωσαν, καί τόν δι' ἀγώνων τῶν λογικῶν γενναίως, τούς γόνους τῆς Δύσεως, ἀντιλέγοντας δυσσεβῶς, ἐν σοφίᾳ νικήσαντα εὐφημείτωσαν·  ποιμένες καί διδάσκαλοι, τόν τῆς ὀρθοδοξίας ἀήττητον προστάτην, συνδραμόντες μακαρίσωμεν·  οἱ ὅσιοι τόν ἀσκητήν· οἱ Ἱερεῖς, τόν ποιμένα, οἱ ἐν συμφοραῖς, τόν σωτῆρα·  οἱ Φιλόσοφοι, τόν Σοφόν· οἱ ἁμαρτάνοντες, τήν θερμήν πρεσβείαν·  οἱ ἀσθενοῦντες τόν ἰατῆρα·  οἱ Θεολόγοι, τόν Θεολόγον·  ἅπαντες οἱ Ὀρθόδοξοι, τόν κοινόν εὐεργέτην, κατά χρέος ἐγκωμιάζοντες ἀνακράξωμεν·  Μᾶρκε ἁγιώτατε·  μεσίτευσον ὑπέρ ἡμῶν, πρός τόν Θεόν καί Δεσπότην, καί ῥῦσαι κολάσεως ταῖς ἱκεσίαις σου.
Καί νῦν..
         Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καί δοξάζομέν σε οἱ πιστοί κατά χρέος. Τήν πόλιν τήν ἄσειστον, τό τεῖχος τό ἄῤῥηκτον, τήν ἀῤῥαγῆ προστασίαν καί καταφυγή τῶν ψυχῶν ἡμῶν.
ΔΟΞΟΛΟΓΙΑ ΜΕΓΑΛΗ ΚΑΙ ΑΠΟΛΥΣΙΣ
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Τά Τυπικά, οἱ Μακαρισμοί  καί ἐκ τῶν Κανόνων τοῦ ὁσίου, 'Ωδαί γ´ καί στ´ κλπ.
᾿Απόστολος
Προκείμενον Ἦχος α' (Ψαλμ. μη')
Τό στόμα μου λαλήσει σοφίαν καί ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στίχ. Ἀκούσατε ταῦτα, πάντα τά ἔθνη.
         Πρός Ἑβραίους Ἐπιστολῆς Παύλου τό Ἀνάγνωσμα.
         δελφοί, τοιοῦτος ἡμῖν ἔπρεπεν ἀρχιερεύς, ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἀπό τῶν ἁμαρτωλῶν καί ὑψηλότερος τῶν οὐρανῶν γενόμενος, ὅς οὐκ ἔχει καθ'ἡμέραν ἀνάγκην, ὥσπερ οἱ ἀρχιερεῖς, πρότερον ὑπέρ τῶν ἰδίων ἁμαρτιῶν θυσίας ἀναφέρειν, ἔπειτα τῶν τοῦ λαοῦ· τοῦτο γάρ ἐποίησεν ἐφάπαξ ἑαυτόν ἀνενέγκας.  Ὁ νόμος γάρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς ἔχοντας ἀσθένειαν,  ὁ λόγος δέ τῆς ὁρκωμοσίας τῆς μετά τόν νόμον υἱόν εἰς τόν αἰῶνα τετελειωμένον.  Κεφάλαιον δέ ἐπί τοῖς λεγομένοις, τοιοῦτον ἔχομεν ἀρχιερέα, ὅς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς, τῶν Ἁγίων λειτουργός καί τῆς σκηνῆς τῆς ἀληθινῆς, «ἥν ἔπηξεν ὁ Κύριος», καί οὐκ ἄνθρωπος.
         Ἀλληλούϊα (γ'). Ἦχος β'. (Ψαλμός λστ').
 Εὐαγγέλιον.
         Εἶπεν ὁ Κύριος·  Ὅς τις θέλει ὁπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτόν, καί ἀράτω τόν σταυρόν αὑτοῦ, καθ' ἡμέραν, καί ἀκολουθείτω μοι.  Ὅς γάρ θέλῃ τήν ψυχήν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὅς δ' ἄν ἀπολέσῃ τήν ψυχήν αὐτοῦ, ἕνεκεν ἐμοῦ καί τοῦ Εὐαγγελίου, οὗτος σώσει αὐτήν.  Τί γάρ ὠφελήσει ἄνθρωπος, ἐάν κερδίσῃ τόν κόσμον ὅλον, καί ζημιωθῇ τήν ψυχήν αὐτοῦ; ἤ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; Ὅς γάρ ἄν ἐπαισχυνθῇ με, καί τούς ἐμούς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καί ἁμαρτωλῷ καί ὁ Υἱός τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτόν,  ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ Πατρός αὐτοῦ, μετά τῶν Ἀγγέλων τῶν ἁγίων.
                                           (Μᾶρκον γ' Κυριακή Νηστειῶν).
         Μή νομίσητε ὅτι ἦλθον καταλῦσαι τόν νόμον ἤ τούς προφῆτας· οὐκ ἦλθον καταλῦσαι ἀλλά πληρῶσαι.  Ἀμήν γάρ λέγω ἡμῖν, ἕως ἄν παρέλθῃ ὁ οὐρανός καί ἡ γῆ, ἰῶτα ἕν, ἤ μία κεραία οὐ μή παρέλθῃ ἀπό τοῦ  νόμου, ἕως ἄν πάντα γένηται.  Ὅς ἐάν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων, καί  δ ι -δ ά ξ ῃ   ο ὕ τ ω  τ ο ύ ς  ἀ ν θ ρ ώ π ο υ ς  ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν·  ὅς δ' ἄν ποιήσῃ καί διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.
                                           (Ματθαῖον, 30η Ἰανουαρίου).
         Πᾶς ὅς ἄν ὁμολογήσῃ ἐν ἐμοί ἔμπροσθεν τῶν ἀνθρώπων, καί ὁ Υἱός τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ, ἔμπροσθεν τῶν Ἀγγέλων τοῦ Θεοῦ.  Ὁ δέ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων, ἀπαρνηθήσεται ἐνώπιον τῶν Ἀγγέλων τοῦ Θεοῦ.  Καί πᾶς ὅς ἐρεῖ λόγον εἰς τόν Υἱόν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ·  τῷ  δέ εἰς τό Ἅγιον Πνεῦμα βλασφημήσαντι, ο ὐ κ  ἀ φ ε -
θ ή σ ε τ α ι.
Ὅταν δέ προσφέρωσιν ὑμᾶς ἐπί τάς συναγωγάς, καί τάς ἀρχάς καί τάς ἐξουσίας, μή μεριμνᾶτε, πῶς ἤ τί ἀπολογήσησθε, ἤ τί εἴπητε·  τό γάρ Ἅγιον Πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ, ἅ δεῖ εἰπεῖν.
                                                   (Λουκᾶν, 6η Νοεμβρίου).
Κοινωνικόν· Εἰς μνημόσυνον αἰώνιον...