Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν
μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου. Καὶ μὴ εἰσέλθεις
εἰς κρίσιν μετὰ τοῦ δούλου σοῦ, ὅτι οὐ δικαιοθήσεται ἐνώπιον σοῦ πᾶς
ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου. Ἐταπείνωσε εἰς γῆν τὴν
ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν
ἐπ΄ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν
ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν
σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος
σοί. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴν ἀποστρέψῃς
τὸ πρόσωπόν σου ἀπ΄ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς
λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι πρὸς σὲ ἥρα τὴν
ψυχήν μου. Ἐξελοῦ μὲ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξον
μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἰ ὁ Θεός μου. Τὸ πνεῦμά σου τὸ ἀγαθὸν
ὁδηγήσει μὲ ἐν γῆ εὐθεῖα, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις
μέ. Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει
σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου, καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλος σοῦ εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος
ἐν ὀνόματι Κυρίου.
Τῷ
Ἁγίῳ τοῦ Χριστοῦ Παϊσίω, τῷ δοξασθέντι δωρεαῖς οὐρανίους, προσπέσωμεν
ἐκ βάθους ψυχῆς Ἅγιε Παϊσιε, Ὀρθοδόξων Προστάτα, πάσης ἡμὰς λύτρωσε
συμφορὰς καὶ ἀνάγκης καὶ πειρασμών καὶ νόσων χαλεπῶν, τοὺς καταφεύγοντας
Πάτερ, τῇ σκέπῃ σου.
Δόξα….
Ὡς
εἰληφὼς παρὰ Θεοῦ ἐξουσίαν τοῦ θεραπεύειν τάς δεινὰς καχεξίας Πάτερ,
ἴασαι δεόμεθα τοὺς δεινῶς θλιβομένους, νόσοις καὶ παθήμασι καὶ
πκραῖς ἀλγηδόσι καὶ ἐν εἰρήνῃ φύλαττε ἡμάς, ταῖς σαῖς πρεσβεῖες Πάτερ
Ὅσιε.
Καὶ
νῦν. Θεοτοκίον
Ου
σιωπήσομεν πότε, Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι.Εἰ
μὴ γὰρ προΐστασο πρεσβεύσουσα, τὶς ἡμὰς ἐῤῥύσατο ἐκ τοσούτων
κινδύνων; Τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα,
ἐκ σοῦ· σοῦς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
Εἶτα τὸν Ν΄ Ψαλμόν.
Ἐλέησον μὲ ὁ Θεός,
κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξαλεῖψον
τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς
ἁμαρτίας μου καθάρισον μέ. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία
μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν
σου ἐποίησα, ὅπως ἂν δικαιωθὴς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ
κρίνεσθαι σέ. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησε
μὲ ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια
τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεὶς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι,
πλυνεῖς μέ, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιείς μοι ἀγαλλίασιν
καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον
τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τάς ἀνομίας μου ἐξαλεῖψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν
τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψης μὲ ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά
σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ΄ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ
σωτηρίου σοῦ καὶ πνεύματι ἡγεμονικῷ στήριξον μέ. Διδάξω ἀνόμους
τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥυσαὶ μὲ ἐξ αἱμάτων ὁ
Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην
σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν
σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην
ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών,
καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης,
ἀναφορὰν καὶ ὁλοκαυτώματα, τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν
σου μόσχους.
Ἅγιε τοῦ Θεοῦ,
πρέσβευε ὑπὲρ ἡμῶν.
Πολλοίς
συνεχόμενος πειρασμοῖς, πρὸς σὲ καταφεύγω, ἀναβοῶν ὡς μεσίτῃ πρὸς
τὸν Θεόν· εἰρήνευσον, πάτερ, τὴν ζωήν μου καὶ τὴν κατ΄ἄμφω ὑγείαν μοι
δώρησαι.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ὁσίως ἀνύσας
σοῦ τὴν ζωήν, ἀεὶ ἁγιάζεις καὶ λυτρούσαι παντὸς κακοῦ Παϊσιε Πάτερ
Θεοφόρε τοὺς προσιόντας τῇ σκέπῃ σου.
Θεοτοκίον.
Παναγούδας
τὸν ἀθλητὴν καὶ τὴν Θεοτόκον ἀνυμνήσωμεν ἐν ᾠδαῖς, πρεσβεύειν αἰτοῦντες
πρὸς Σωτηρὰ καὶ βοηθεῖν ἐν κινδύνοις καὶ θλίψεσει
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἀγαλλόμενοι
πάντες, ὡς ἐν χορῷ, κράζομεν σοῦ τοὺς ἄθλους, πάτερ, αἰνοῦντες καὶ τοὺς
ἀγῶνάς σου κατὰ τοῦ ἄρχοντος τῶν ἀκαθάρτων πνευμάτων, οὐ μανίας, ὅσιε,
σῷζε ὑμνούντας σέ.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ
ἡμῶν.
Ἀποῤῥήτων τὸν
μύστην, θαυματουργὸν ὅσιον, πάσης Ἑλλάδος τὸν προστάτην πάντες δοξάσωμεν,
ὕμνοις ἐξαίροντες, τῶν χαρισμάτων τὸ πλῆθος, δι ὧν ὁ Παράκλητος τοῦτον
ἐκόσμησε.
Θεοτοκίον
Φυλακτήριον
πάντων ἐκ τῶν δεινῶν θλίψεων σὺ ὑπάρχεις μόνη, Παρθένε, φρούρει ὑμνούντας
σὲ ἐν τῷ ἐλέει σου, πρεσβείαις τοῦ Παϊσίου, πανελλήνων Γέροντος,
παντελεήμονος.
Διάσωσον ἀπὸ
κινδύνων τοὺς δούλους σοῦ, θεῖε Πάτερ, τοὺς τὴν σὴν ἐν δεινοῖς αἰτοῦντας
βοήθειαν καὶ δίωξον ἄγχος καὶ ἀκηδίαν.
Ἐπιβλέψον ἐν
εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν
καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Φυλάξαι ἡμὰς
δεόμεθα ἐκ θλίψεων, τηρήσαι πιστοὺς τῇ πίστει τοῦ Χριστοῦ ἡμῶν, Παϊσιε
ὅσιε, τοῦ Ἄθω τὸ νέον βλάστημα, τῆς Ἐκκλησίας καύχημα σεπτὸν καὶ
πάντων ὁσίων ἐγκαλλώπισμα.Ταὐτὸν
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Πληγεὶς τῇ κακίᾳ
τοῦ δυσμενοῦς, τῇ σὴ ἀντιλήψει καταφεύγω ἀναβοῶν: Εἰρήνευσον Πάτερ
τὴν ζωή μου καὶ τὴν κατ΄ἄμφω ὑγείαν μοι δώρησαι.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ὢ καινὰ καὶ
θαυμάσια τὰ τῇ χάριτί σου τερατουργούμενα! Ποίοις λόγοις ὕμνους
πλέξω σοί; Δειλιῶ, ὢ πάτερ, καὶ ἐξίσταμαι.
Θεοτοκίον.
Παναγία μου Δέσποινα, τῶν ἀγγέλων θαῦμα τὸ ἀκατάληπτον, ὑμνωδεῖν
σὲ καταξίωσον τοῦ Σωτῆρος πάντων τὴν γεννήτριαν.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ὅλων ὁ πατὴρ καὶ προστάτης ὄντως
γέγονας θλιβομένων ἐν ζωῇ ἡ χαρμονή, ὡς παρέχων πᾶσι θείαν προστασίαν
σου.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ρώσιν ἐν
δεινοῖς σέ, Παϊσιε, κεκτήμεθα, σοὶ προσφεύγοντες θερμαῖς ἐν προσευχαῖς,
ὡς μεσίτην πρὸς Θεὸν τὸν πανοικτίρμονα. Φύλαξον ἡμὰς τοὺς τιμῶντας
σέ, Παϊσιε, χορηγῶν τῆς μαρτυρίας τοῦ Χριστοῦ τὴν προαίρεσιν καὶ ζέσιν
θείας πίστεως.
Θεοτοκίον.
Ὕμνον σοι, Ἁγνή,
εὐφροσύνως ἀναμέλπομεν, τῶν ἀγγέλων οὖσαν ὄντως γλυκασμόν, καὶ πικρίαν
Εὕας λύσασαν τῷ τόκῳ σου.
Ἅγιε τοῦ Θεοῦ,πρέσβευε
ὑπὲρ ἡμῶν.
Ῥωννύμεθα
ταῖς εὐχαῖς σου, ὅσιε, καὶ ψυχὴν πρὸς οὐρανοὺς ἀνυψοῦμεν, ὑπομονὴν
καὶ ἀνδρείαν πλουτοῦντες ἐν πειρασμοῖς καὶ δειναῖς ἐπιθέσεσι, Παϊσιε,
πάτερ ἡμῶν· ὅθεν πάντες κοινὴ ἀνυμνοῦμεν σέ.
Ἅγιε τοῦ Θεοῦ,
πρέσβευε ὑπὲρ ἡμῶν.
Θαυμάτων δυνάμεις
ὡς ἐνεργῶν, θεράπευσον Πάτερ ἀσθενείας ὀδυνηρὰς τῶν τὴν σὴ βοήθειαν
ζητούντων θαυματουργὲ Παϊσιε.
Θεοτοκίον
Ὑμνοῦντες
σέ, Θεοτόκε Ἄχραντε, τάς ψυχὰς πρὸς οὐρανοὺς ἀνυψοῦμεν, τῇ του Υἱοῦ
σου ἀγάπη θαῤῥοῦντες καὶ μητρικαῖς σοῦ πρεσβείαις ἐλπίζοντες, δεόμενοι
ἐπιτυχεῖν παραδείσου τερπνοῦ ἀπολαύσεως.
Διάσωσον ἀπὸ
κινδύνων, Παϊσιε, σοῦς ἱκέτας καὶ παρασχοὺ τῇ σὴ μονῇ βοήθειαν, ὅσιε,
ὡς ἔχων πρὸς Κύριον παῤῥησίαν.
Ἄχραντε ἡ διὰ
λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ ἐσχάτως τῶν ἡμερῶν τεκούσα, δυσώπησον
ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
«Προστασία
τῶν χριστιανῶν».
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος
τοῦ Ὁσίου αὐτοῦ.
Τοις ἁγίοις αὐτοῦ τοῖς ἐν τῇ
γῆ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον κατὰ Λουκᾶν.
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ
Μαθηταῖς. προσέχετε ἀπὸ τῶν ἀνθρώπων. ἐπιβαλοῦσι γὰρ ἐφ’ ὑμᾶς τάς
χεῖρας αὐτῶν καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς,
ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου. Ἀποβήσεται
δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τάς καρδίας ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι.
Ἐγὼ γὰρ δώσω ἡμῖν στόμα καὶ σοφίαν, ἡ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι
πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ
συγγενῶν καὶ φίλων καὶ ἀδελφῶν, καὶ θανατώσουσι ἐξ ὑμῶν, καὶ ἔσεσθε
μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου. Καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν
οὐ μὴ ἀπόληται. ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τάς ψυχὰς ὑμῶν.
Δόξα Πατρὶ καὶ Υἱὸ καὶ Ἁγίω Πνεύματι
Ταῖς του σοῦ Ὁσίου πρεσβείαις, Ἐλεῆμον,
ἐξαλεῖψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Και νῦν καὶ ἀεί.Ταὐτὸν
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον,
ἐξαλεῖψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Ελεήμον, ἐλέησον μὲ ὁ Θεός,
κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξαλεῖψον
τὸ ἀνόμημά μου.
Ἄθωνος μύστην, μοναχῶν τὸ σέμνωμα,
ἱερέων παντιμον ἐγκαλλώπισμα, ἰατρὸν ἄριστον, ὀρφανῶν πατέρα,
τῶν πιπτόντων σὲ ἀνόρθωσιν ἔγνωμεν, ὅσιε, καὶ τῶν δαιμονώντων τὴν
λύτρωσιν· γαλήνης ἡμῖν πρόξενον καὶ χαρὰς μεγάλης τὸν αἴτιον.Ὅθεν
σοι βοῶμεν· μὴ παύσῃ ἐπισκέπτεσθαι ἡμᾶς, ἰᾶσθαι, πάτερ Παϊσιε, καὶ
φυλάττειν δούλους σοῦ.
Σώσον ὁ Θεὸς τὸν λαόν σου...
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ
ἡμῶν.
Ἐν ἁπλότητι ὅλην τὴν ζωήν σου δίηλθες
καὶ ὑπηρέτησας Θεώ τε καὶ ἀνθρώποις, νυκτός τε καὶ ἡμέρα προσευχόμενος,
ὅσιε, καὶ φέρων πόνους ἡμῶν, Παϊσιε, παμμάκαρ.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Πατρικὴν σοῦ πρεσβείαν, ἐκζητοῦμεν,
τρισμάκαρ, πρὸς τὸν Θεὸν ἡμῶν, ἵνα διασωθῶμεν κινδύνων καιμανίας
πονηροῦ πολεμήτορος, θαῤῥοῦντες, πάτερ, τῇ σὴ μεγάλῃ εὐσπλαγχνίᾳ.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἠγαπήθης ὑφ` ὅλων, ὡς ἀγάπην πηγάζων
καὶ πλημμυρὼν ἡμᾶς, πληγάς τε θεραπεύων, δαιμόνια ἐκβάλλων καὶ ἐκ
πόνων λυτρούμενος, παρέχων χάριν δεῖ ἀεὶ τοῖς αἰτουμένοις πᾶσι.
Θεοτοκίον
Εὐγνωμόνως ὑμνοῦμεν Σέ, Παρθένε
καὶ μῆτερ Θεοχαρίτωτε, ὡς τέξασαν τῷ κόσμῳ Σωτῆρα ἀπειράνδρως καὶ
Θεὸν Πανοικτίρμονα, πρὸς ὂν πρεσβεύεις ἀεὶ σωθῆναι τοὺς ἀνθρώπους.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ
ἡμῶν.
Ὑπέρ ὑγείας καὶ σωτηρίας
τοῦ κόσμου τάς εὐχάς σου Χριστῷ σῦ προσάγεις, ὅθεν σὲ ὑμνοῦμεν, Παϊσιε,
τρισμάκαρ.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ
ἡμῶν.
Αμαρτιών μοῦ Σῦ τὴν πληθὺν ἄφες,
Σῶτερ, Παϊσίου θερμαῖς ἱκεσίαις, καὶ ἐν μετανοίᾳ τὸν βίον μου παρασχού. Γαλήνην
δίδου τρικυμιζούση καρδία, τῶν δεινῶν τάς ὀδύνας πραΰνων χάριτί
σου, πάτερ, καμνόντων εὐγεργέτα.
Θεοτοκίον
Γέγονας μήτηρ ἐν παρθενίᾳ τελοῦσα,τὸν
Θεὸν καὶ Σωτηρὰ τεκούσα, ὂν ἐκδυσωπούσα, κινδύνων σῴζεις πάντας.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Νοσημάτων παντοίων καὶ χαλεπῶν
θλίψεων καὶ ἐπηρειῶν ὀλεθρίων καὶ ἐπιθέσεων τοῦ ἀρχεκάκου ἐχθροῦ,
ὡς συμπαθής, ἀσθενεῖς διέσῳζε τοὺς σὲ γεραίροντας.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Εν ὀδύναις καὶ πόνοις καὶ φοβεραῖς
μάστιξι Πάτερ. Τῇ ζωῇ μου ἀνύων, πρὸς σὲ κατέφυγον, μὴν οὖν παρίδῃς
μέ, ἀλλὰ τῇ σὴ ἐπισκέψει, ἐκ τῶν συνεχόντων μὲ δεινῶν ἀπάλλαξον.
Θεοτοκίον.
Ὑμνοῦμεν σὲ Παρθένε, Κεχαριτωμένη,
ὡς τὴν ἐλπίδα τῷ κόσμῳ δωρήσασαν, τεκούσα πᾶσι Σωτηρὰ Θεὸν καὶ ἄνθρωπον.
Το Ἄξιόν ἐστι
καὶ τὰ Μεγαλυνάρια
ταῦτα.
Χαίροις τῶν ὁσίων ἡ καλλονὴ καὶ τῶν
ἀσκουμένων ὁδηγὸς καὶ ὑπογραμμός. Χαίροις μοναχῶν τὸ στέφος καὶ ἡ
δόξα, Παϊσιε τρισμάκαρ, Ἄθωνος καύχημα.
Ῥυσθῆναι πειρατηρίων παντοίων
καὶ σκανδάλων τοῦ ἐχθροῦ ὀλεθρίων καὶ ἀναγκῶν καὶ στενώσεων πλείστων,
τὸν Πανικτοίρμωνα Λόγον ἱκέτευε, Παίσιε θαυματουργέ, τοὺς προστρέχοντας
πίστει τῇ σκέπῃ σου.
Τῆς Ἀποκαλύψεως θεωρός, τῆς πρὸς
Ἰωάννην, ἐν τῇ Πάτμω σῦ γεγονώς, ὤφθης μύστης μέγας τῶν θείων
μυστηρίων, τὰ Χερουβὶμ ἐγγίσας τῇ ταπεινώσει σου.
Ναυαγῶν τοῦ βίου ὤφθης λιμὴ καὶ τῶν
θλιβομένων ἡ παράκλησις ἡ θερμή, τῶν ἀπολωλότων ποιμὴν τῆς Ἐκκλησίας,
καὶ κρήνην ἰαμάτων τῆς θείας χάριτος.
Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,
Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ ἅγιοι πάντες μετὰ τῆς Θεοτόκου,
ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμάς.
Τὸ Τρισάγιον...
Ἀπολυτίκιον.
Καππαδοκίας τὸν γόνον, καὶ Ἁγίου
Ὅρους τὸν ἔφορον, τὸν ἐσχάτοις χρόνοις φανέντα ἀρετῆς, φίλον
γνήσιον, Παϊσιον τιμήσωμεν πιστοί, ὡς ἔνθεον θεράποντα Χριστοῦ, ἀναβλύζει
γὰρ ἰάσεις παντοδαπὰς τοῖς εὐλαβῶς κραυγάζουσι, δόξα τῷ σὲ δοξάσαντι
Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργούντι διὰ Σοῦ πᾶσιν ἰάματα,
Πάσι τοῖς τιμῶσιν εὐλαβῶς τὴν
σεπτήν σου μνήμην, τρισμάκαρ, καὶ δεομένοις πιστῶς δώρησαι τὴν ἴασιν
παθών, Παϊσιε· καὶ κινδύνων καὶ θλίψεων καὶ ζάλης τοῦ κόσμου λύτρωσαι
πρεσβείαις σου τούς σοι προστρέχοντας· ἔχεις γὰρ πολλὴν παῤῥησίαν, ὡς
Χριστοῦ θεράπων καὶ φίλος, μεσιτεύειν, ὅσιε, πρὸς Κύριον.
Δέσποινα, πρόσδεξαι τάς δεήσεις
τῶν δούλων σοῦ καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι,
μῆτερ τοῦ Θεοῦ, φύλαξον μὲ ὑπὸ τὴν σκέπην σου.
Ἀστὴρ φαεινὸς ἐδείχθεις τοῖς μονάζουσιν.
Ὡς φέγγος νυκτὶ αὐγάζεις ἐν τοῖς πέρασιν. Οὕτω Πάτερ ἐλάμψας καθάπερ
ἥλιος, διὰ τοῦτο Παϊσιε μὴν παύσεις πρεσβεύων ὑπὲρ πάντων ἡμῶν.
( Στην συνείδηση του πληρώματος της Εκκλησίας ο π. Παϊσιος τιμάται ως Άγιος, ενώ ακόμη ήταν εν ζωή).