«“Στῶμεν καλῶς”, ἵνα
τοὺς χαμαὶ συρομένους λογισμοὺς ἀνορθώσωμεν»!
Οὐδὲν δὲ οὕτως αὐτοῦ τὴν καθ' ἡμῶν ἔφοδον
ἀποτειχίζειν ἴωθεν, ὡς εὐχὴ καὶ δέησις ἐκτενής. Καὶ γὰρ αὐτὸ τοῦτο τὸ
παρακελεύεσθαι τὸν διάκονον ἅπασι καὶ λέγειν· «Ὀρθοὶ στῶμεν καλῶς», οὐχ ἁπλῶς
οὐδὲ εἰκῇ νενομοθέτηται, ἀλλ' ἵνα τοὺς χαμαὶ συρομένους λογισμοὺς ἀνορθώσωμεν,
ἵνα τὴν ἔκλυσιν τὴν ἐκ τῶν βιωτικῶν ἡμῖν γινομένην πραγμάτων ἐκβαλόντες, ὀρθὴν
ἔμπροσθεν τοῦ Θεοῦ ἀναστῆσαι δυνηθῶμεν ἡμῶν τὴν ψυχήν. Καὶ ὅτι τοῦτό ἐστιν
ἀληθὲς καὶ οὐχὶ πρὸς τὸ σῶμα, ἀλλὰ πρὸς τὴν ψυχὴν ὁ λόγος ἀποτείνεται, ταύτην
κελεύων ἀνορθοῦν, ἀκούσωμεν καὶ Παύλου τοῦτον τὸν τρόπον ταύτῃ κεχρημένου τῇ
λέξει. Πρὸς γὰρ ἀνθρώπους καταπεπτωκότας καὶ πρὸς τὴν τῶν δεινῶν ἐπαγωγὴν
ἀπαγορεύσαντας γράφων ἔλεγε· «Τὰς παρειμένας χεῖρας καὶ τὰ παραλελυμένα γόνατα
ἀνορθώσατε.» Τί οὖν ἂν εἴποιμεν; ὅτι περὶ χειρῶν καὶ γονάτων λέγει τῶν τοῦ
σώματος; Οὐδαμῶς· οὐ γὰρ δρομεῦσιν ἀνθρώποις, οὐδὲ παγκρατιασταῖς διαλέγεται,
ἀλλὰ τὴν ἰσχὺν τῶν ἔνδον λογισμῶν προκαταβεβλημένην ὑπὸ τῶν πειρασμῶν ἀναστῆσαι
διὰ τῶν ῥημάτων τούτων παρῄνεσεν.
Ἐννόησον τίνος πλησίον ἕστηκας, μετὰ τίνων μέλλεις
καλεῖν τὸν Θεόν, μετὰ τῶν Χερουβίμ· ἀναλόγισαί σου τοὺς συγχορευτὰς καὶ ἀρκέσει
σοι τοῦτο εἰς νῆψιν, ὅταν ἐνθυμηθῇς ὅτι σῶμα περικείμενος καὶ σαρκὶ
συμπεπλεγμένος, μετὰ τῶν ἀσωμάτων δυνάμεων κατηξιώθης ἀνυμνεῖν τὸν κοινὸν
Δεσπότην ἁπάντων. Μηδεὶς τοίνυν διαλελυμένος τὴν προθυμίαν τῶν ἱερῶν κοινωνείτω
καὶ μυστικῶν ὕμνων ἐκείνων· μηδεὶς βιωτικοὺς κατ' ἐκεῖνον τὸν καιρὸν ἐχέτω
λογισμούς, ἀλλὰ πάντα τὰ γήϊνα τῆς διανοίας ἐξορίσας καὶ πρὸς τὸν οὐρανὸν ὅλον
ἑαυτὸν μεταθείς, ὡς αὐτοῦ πλησίον ἑστὼς τοῦ θρόνου τῆς δόξης καὶ μετὰ τῶν
Σεραφὶμ ἱπτάμενος, οὕτω τὸν πανάγιον ὕμνον ἀναφερέτω τῷ τῆς δόξης καὶ τῆς
μεγαλωσύνης Θεῷ.
Διὰ τοῦτο καὶ ἑστάναι καλῶς κατ' ἐκεῖνον τὸν
καιρὸν κελευόμεθα. Τὸ γὰρ καλῶς ἑστάναι οὐδὲν ἕτερόν ἐστιν ἀλλ' ἢ τὸ οὕτως
ἑστάναι, ὡς προσῆκόν ἐστιν ἄνθρωπον ὄντα ἔμπροσθεν ἑστάναι τοῦ Θεοῦ, μετὰ
φρίκης καὶ τρόμου, μετὰ νηφούσης καὶ διεγηγερμένης ψυχῆς. Ὅτι γὰρ πρὸς τὴν
ψυχὴν καὶ αὐτὴ ἡ λέξις ἀποτείνεται, καὶ αὐτὸ τοῦτο πάλιν ὁ Παῦλος ἐδήλωσε
λέγων· «Οὕτω στήκετε ἐν Κυρίῳ, ἀγαπητοί.» Καθάπερ γὰρ ὁ τοξότης, ἐὰν εὔστοχα
ἀφιέναι μέλλῃ τὰ βέλη, πρότερον τῆς στάσεως ἐπιμελεῖται τῆς ἑαυτοῦ καὶ
καταντικρὺ τοῦ σκοποῦ μετὰ ἀκριβείας ἑαυτὸν στήσας τῆς ἀφέσεως ἔχεται τῶν
βελῶν, οὕτω καὶ σὺ μέλλων τοξεύειν τὴν πονηρὰν τοῦ διαβόλου κεφαλήν, τῆς
στάσεως τῶν λογισμῶν ἐπιμελοῦ πρότερον, ἵν' ὀρθήν τινα καὶ ἀπαρεμπόδιστον
σαυτοῦ στηρίξας τὴν στάσιν εὔστοχα ἀφῇς κατ' ἐκείνου τὰ βέλη.
Ἰωάννου τοῦ Χρυσοστόμου, Περὶ Ἀκαταλήπτου, Λόγος Δ΄ ,
Πατερικαὶ Ἐκδόσεις «Γρηγόριος Παλαμᾶς», Ἔργα 35, σελ. 138 ἑξ.