Τρίτη 12 Μαΐου 2015

"Πάντα διάστροφον ἄνδρα παρῃτούμην...", αλλά με όλους τους Οικουμενιστές κοινωνώ και συλλειτουργώ!


«Οὐκ ἐκολλήθη μοι καρδία σκαμβή. Τὰ τοῦ διαβόλου βουλεύματα, ἅτε μηδὲν εὐθὲς ἔχοντα, σκαμβά τέ ἐστι καὶ διεστραμμένα, ἅπερ οὐδέποτε ἐν τῇ καρδίᾳ εἰσδέδεγμαι, φησίν· εἰδὼς δέ, ὅτι ὁ κολλώμενος δικαίῳ δίκαιος ἔσται, πάντα διάστροφον ἄνδρα παρῃτούμην συνάπτεσθαί μοι καὶ κολλᾶσθαί μοι. Τὸ γὰρ εὐθὺ τῷ στρεβλῷ συναφθῆναι οὐ δύναται ὡς ἀνάρμοστον. Ἐκκλίνοντος ἀπ' ἐμοῦ τοῦ πονηροῦ οὐκ ἐγίνωσκον. Ὁ τέλειος, καρδίαν σκαμβὴν οὐκ ἔχων, εἰς ἣν ἐνεργεῖν ὁ πονηρὸς δύναται, τοῦ Θεοῦ πεπλήρωται· ὥστε τὸν πονηρόν, μὴ ἔχοντα τόπον παρ' αὐτῷ, ἐκκλίνειν ἀπ' αὐτοῦ· ἐκκλίνοντος δέ, φησίν, οὐκ ἐγίνωσκον· τῷ μὴ αἴσθησιν παρουσίας αὐτοῦ ἐσχηκέναι· οὐ γὰρ ἐνθύμημα ἢ ἔργον τῶν αὐτοῦ ἔσχον παρ' ἐμοί. Νοήσεις δὲ ταῦτα καὶ περὶ ἀνθρώπου πονηροῦ, ὅτι οὐδ' ὅτε προσῆλθεν, οὐδ' ὅτε ἀνεχώρει αἴσθησιν ἐλάμβανον, οὕτως ἐν οὐδενὶ μέρει ἐποιούμην τοὺς λοιμούς, καὶ οὐδὲν εἰδέναι προσεποιούμην· οὐ γὰρ ἠξίουν εἶναι φίλον αὐτῶν. Ἆρα ὡς ὑπερήφανος; Οὐδαμῶς, φησίν· ἀλλ' εἰδώς, ὅτι Φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί, οὐ συνδιετιθέμην τοῖς πονηροῖς».
Eusebius Scr. Eccl. et Theol. ΕΥΣΕΒΙΟΥ ΕΙΣ ΤΑΣ ΕΠΙΓΡΑΦΑΣ ΤΩΝ ΨΑΛΜΩΝ. ΕΡΜΗΝΕΙΑ ΤΙΝΩΝ ΚΑΤ' ΕΠΙΤΟΜΗΝ.