«Διαταγαὶ τῶν Ἁγίων Ἀποστόλων διὰ Κλήμεντος».
Παραγγείλατε τοῖς πιστοῖς παντοίως αὐτῶν ἀπέχεσθαι καὶ μήτε λόγῳ μήτε προσευχαῖς κοινωνεῖν αὐτοῖς.
«Τοὺς μετανοοῦντας προσδέχεσθε, τοῦτο γὰρ το θέλημα τοῦ Θεοῦ ἐν Χριστῷ·
Τοὺς ἀθέους αἱρεσιώτας ἀμετανοήτως ἔχοντας διαστείλαντες ἀφορίσατε ἀπὸ τῶν πιστῶν καὶ τῆς Ἐκκλησίας τοῦ Θεοῦ ἐκκηρύκτους ποιήσατε, καὶ παραγγείλατε τοῖς πιστοῖςπαντοίως αὐτῶν ἀπέχεσθαι καὶ μήτε λόγῳ μήτε προσευχαῖς κοινωνεῖν αὐτοῖς.
Οὗτοι γάρ εἰσιν ἀντίδικοι καὶ ἐπίβουλοι τῆς Ἐκκλησίας, οἱ διαφθείροντες τὸ ποίμνιον καὶ μολύνοντες τὴν κληρονομίαν, οἱ παμπόνηροι …
Οὗτοί εἰσιν, περὶ ὧν ὁ Κύριος πικρῶς καὶ ἀποτόμως ἀπεφήνατο λέγων, ὅτι εἰσὶν ψευδόχριστοι καὶ ψευδοδιδάσκαλοι…, οἱ τοὺς θείους λόγους ἀρνούμενοι ἢ μεθ’ ὑποκρίσεως προσποιούμενοι δέχεσθαι, ἐφ’ ὕβρει Θεοῦ καὶ ἀπάτῃ τῶν προσιόντων αὐτοῖς, οἱ τὰς ἱερὰς γραφὰς ἐνυβρίζοντες...
Φεύγετε οὖν τῆς κοινωνίας αὐτῶν καὶ τῆς πρὸς αὐτοὺς εἰρήνης ἀλλότριοι τυγχάνετε· περὶ αὐτῶν γὰρ ὁ προφήτης ἀπεφήνατο, λέγων, ὅτι “Οὐκ ἔστιν χαίρειν τοῖς ἀσεβέσιν, λέγει Κύριος”.
Οὗτοι γάρ εἰσιν οἱ κρύφιοι λύκοι, οἱ ἐνεοὶ κύνες οἱ οὐ δυνάμενοι ὑλακτεῖν, οἳ νῦν μὲν εἰσὶν ὀλίγοι, προκόψαντος δὲ τοῦ χρόνου καὶ τῆς συντελείας ἐγγιζούσης πλείονες καὶ χαλεπώτεροι ἔσονται, περὶ ὧν ὁ Κύριος ἔλεγεν, ὅτι “Ἆρα ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐλθὼν εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς;”».
ΣΧΌΛΙΟ :
Τοῖς δε γε τῶν κληρικῶν, εἴτε λαϊκῶν διὰ τὴν ὀρθὴν πίστιν κεχωρισμένοις ἥ καθαιρεθεῖσι παρά αὐτοῦ, κοινωνοῦμεν ἡμεῖς, οὐτὴν ἐκείνου κυροῦντες ἄδικον ψῆφον, ἐπαινοῦντες δὲ μᾶλλον τοὺς πεπονθότας, κἀκεῖνο λέγοντες αὐτοῖς: εἰ ὀνειδίζεσθε ἐν Κυρίω, μακάριοι , ὅτι τῆςδυνάμεως καὶ τὸ τοῦ Θεοῦ πνεῦμα εἰς ὑμᾶς ἀναπέπαυται… (MANSI IV,
1096