ΠΑΡΑΣΚΕΥΗ ΠΡΟ ΤΩΝ ΒΑΪΩΝ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Δυὰς ἀποστέλλεται,
τῶν Μαθητῶν ἀγαγεῖν, τὸν πῶλον ὡς γέγραπται,
ἐν ᾧ Χριστὸς ἐπιβάς, ὡραῖος ἐλεύσεται,
αἴνεσιν ἐκ νηπίων, καταρτίσασθαι
θείαν. Τοῦτον οὖν ὑπαντῆσαι, ἐπειχθῶμεν σπουδαίως,
Βαΐα ἐναρέτων, αὐτῷ φέροντες
πράξεων.
Οἱ σῶμα τὸ δυσήνιον,
τῷ λόγῳ ὑποτάξαντες,
δι' ἐγκρατείας καὶ δεήσεως,
Χριστῷ ὑπαντήσατε, πώλῳ
ἐπιβαίνοντι, ἐρχομένῳ
τε παθεῖν.
Ῥανίσι
τοῦ ἐλέους σου, κατάρδευσον
Πανάχραντε, τὴν ἐκτακεῖσάν
μου καρδίαν, φλογμῷ τῆς ἁμαρτίας,
καὶ τὸν ἐσβεσμένον μου, τῆς καρδίας
ἄναψον, λύχνον πύλη
τοῦ φωτός.
Συνῆλθεν Ἰουδαίων, ἐξ Ἱεροσολύμων εἰς Βηθανίαν πληθύς, καὶ ταῖς συγγόνοις Λαζάρου, σήμερον μὲν συμπάσχει, ἐπὰν δὲ αὔριον γνῷ, τοῦτον ἐκ τάφου πηδῶντα, κινεῖται
πρὸς φόνον Χριστοῦ.
Τὸν ζόφον τῆς ψυχῆς μου, διασκέδασον φωτοδότα Χριστὲ ὁ Θεός, ὁ τὸ ἀρχέγονον σκότος, διώξας τῆς ἀβύσσου, καὶ δώρησαί μοι τὸ φῶς, τῶν προσταγμάτων σου Λόγε, ἵνα ὀρθρίζων δοξάζω σε.
Ἐπὶ θύραις ὁ Χριστός, λοιπὸν ἡ Βηθανία μὴ σκυθρώπαζε· εἰς γὰρ χαρὰν τὸ πένθος μεταβάλλει σου, τὸ σὸν θρέμμα ἐγείρων, Λάζαρον ἐκ τάφου, αὐτὸν ὑμνολογοῦντα.
Εἷς Θεὸς οὖν ἡ Τριάς, οὐ τοῦ Πατρὸς ἐκστάντος εἰς υἱότητα, οὐδὲ Υἱοῦ τραπέντος εἰς ἐκπόρευσιν, ἀλλ' ἰδίᾳ καὶ ἄμφω, φῶς Θεὸν τὰ τρία, δοξάζω εἰς αἰῶνας.
Τοῖς φυτοῖς τῶν ἀρετῶν, καὶ αἰσθητῶς τοῖς κλάδοις, ὡς διπλοῦν Χριστόν, ἑτοιμασθῶμεν πάντες ὑποδέξασθαι, ὀχούμενον ἐν πώλῳ, ὃν ὑπερυψοῦμεν, εἰς
πάντας τούς αἰῶνας.
Ἰδοὺ προανεφώνεις, ἀναβαίνομεν Ἰησοῦ, πρὸς Πόλιν, τὴν ἁγίαν, καὶ χερσὶν μιαιφόνων ἀληθῶς, παραδοθήσομαι σταυρῷ, ἀποκτανθῆναι σαρκί.
Θανάτου θέλων Λόγε, ἐξαρπάσαι φίλον τὸν σόν, σαρκὶ θανατωθῆναι δι' ἡμᾶς, κατεπείγῃ τοὺς βροτούς, ἀθανατίζων τοὺς πιστούς, μόνε ἀθάνατε.
Βαΐα σωφροσύνης, ἐπεισοίσωμεν τῷ Χριστῷ, ἐν πώλῳ μετριάζοντι σαρκί, καὶ προσείπωμεν αὐτῷ· Ἐπὶ τὸ πάθος ὁ ἐλθών, εὐλογητὸς εἶ Σωτήρ.
Ἔρχεται ὁ Κύριος, ἄνοιξόν σου τὰς πύλας, Βηθανία πρόσδεξαι, ἐν πίστει τὸν Δεσπότην· καὶ γὰρ ἥκει ἐξαναστῆσαι ἐκ τάφου, Λάζαρον ὡς μόνος παντοδύναμος.
Τὸ τρισσοφαὲς Κύριε, τῆς σῆς μοναρχίας, ἐκφαντορικαῖς λάμψεσιν, εἰς νοῦν ἡμῶν ἀστράπτον, ἀπὸ πλάνης πολυσχιδοῦς ἐπιστρέφει, πρὸς ἑνωτικὴν ἡμᾶς ἐνθέωσιν.
Χαίροις τὸ παλάτιον, τοῦ πάντων Βασιλέως, δι' ἧς τὰ βασίλεια οὐρανῶν ἠνεῴχθη, τοῖς ἐπὶ γῆς Θεοτόκε Παρθένε, καὶ ἡ μετὰ Ἀγγέλων συγκατοίκησις.
Ἀνυπόστατος Κύριε ἡ ὀργή, τῆς ἐπὶ ἁμαρτωλοὺς ἀπειλῆς σου· καὶ οὐκ ἐσμὲν ἄξιοι ατενίσαι, καὶ αἰτῆσαι παρὰ
σοῦ ἔλεος, μὴ τῷ θυμῷ σου, μηδὲ τῇ ὀργῇ σου ἀπολέσῃς ἡμᾶς, οὓς ἐκ γῆς τῇ χειρί σου ἔπλασας.
Τὴν ψυχωφελῆ, πληρώσαντες Τεσσαρακοστήν, καὶ τὴν ἁγίαν Ἑβδομάδα τοῦ Πάθους σου, αἰτοῦμεν
κατιδεῖν Φιλάνθρωπε, τοῦ δοξάσαι ἐν αὐτῇ τὰ μεγαλεῖά σου, καὶ τήν ἄφατον δι' ἡμᾶς οἰκονομίαν σου, ὁμοφρόνως μελῳδοῦντες, Κύριε δόξα σοι. http://paterikiparadosi.blogspot.gr/