«…Ἄρτι
δὲ ὅλης ἐκκλησίας ὁρᾶτε μέλη διῃρημένα… Κινήθητε δὴ
οὖν καὶ ὑμεῖς, παρακαλῶ, μὴ ὡς ἡμῶν μόνον, ἀλλὰ καὶ ὡς ὑμῶν ἀδικηθέντων καὶ ἕκαστος
ὡς αὐτὸς παθὼν βοηθησάτω, ἵνα μὴ δι' ὀλίγου
οἱ ἐκκλησιαστικοὶ κανόνες καὶ ἡ τῆς ἐκκλησίας πίστις παραφθαρῇ. κινδυνεύει
γὰρ ἀμφότερα, ἐὰν μὴ ταχέως ὁ Θεὸς δι' ὑμῶν τὰ πλημμεληθέντα διορθώσηται καὶ ἐκδικίας
ἡ ἐκκλησία τύχῃ. οὐ γὰρ νῦν κανόνες καὶ τύποι ταῖς ἐκκλησίαις ἐδόθησαν, ἀλλ' ἐκ
τῶν πατέρων ἡμῶν καλῶς καὶ βεβαίως παρεδόθησαν. οὐδὲ νῦν ἡ πίστις ἤρξατο, ἀλλ' ἐκ
τοῦ Κυρίου διὰ τῶν μαθητῶν εἰς ἡμᾶς διαβέβηκεν. ἵν' οὖν μὴ τὰ ἐξ ἀρχαίων μέχρις
ἡμῶν τηρηθέντα ἐν ταῖς ἐκκλησίαις ἐν ταῖς νῦν ἡμέραις παραπόληται καὶ τὰ πιστευθέντα
ἡμῖν ζητηθῇ παρ' ἡμῶν, κινήθητε, ἀδελφοί, ὡς “οἰκονόμοι μυστηρίων θεοῦ” τυγχάνοντες
καὶ ταῦτα ὑφ' ἑτέρων ἁρπαζόμενα θεωροῦντες...
Εἰ
γὰρ πάσχοντος μέλους ἑνὸς “συμπάσχει πάντα τὰ μέλη”, πασχούσης τῆς τηλικαύτης ἐκκλησίας
ἕκαστος ὡς αὐτὸς πάσχων ἐκδικείτω τὸ πρᾶγμα. κοινὸς γάρ ἐστιν ὁ σωτὴρ ὁ ὑπ' αὐτῶν
βλασφημούμενος, καὶ πάντων εἰσὶν οἱ κανόνες οἱ ὑπ' αὐτῶν παραλυόμενοι. …διὰ
τοῦτο ἀγανακτῆσαι ὑμᾶς δίκαιόν ἐστιν, ἵνα μὴ τούτων σιωπωμένων κατ' ὀλίγον καὶ εἰς
ἑκάστην ἐκκλησίαν τὸ τοιοῦτον κακὸν διαβῇ καὶ λοιπὸν ἐμπόριον καὶ ἀγοραῖον τὸ καθ' ἡμᾶς διδασκαλεῖον γένηται».
(Μ. Ἀθανασίου, Ἐγκύκλιος Ἐπιστολή, Ἔργα 9, Πατερικαὶ
Ἐκδόσεις “Γρηγόριος ὁ Παλαμᾶς”, σελ. 194, 196, 208).