Πρὸς τοὺς ἁπανταχοῦ Ὀρθοδόξους
ΕΓΚΥΚΛΙΟΣ ΤΗΣ ΜΙΑΣ ΑΓΙΑΣ ΚΑΘΟΛΙΚΗΣ ΚΑΙ ΑΠΟΣΤΟΛΙΚΗΣ ΕΚΚΛΗΣΙΑΣ
"Κρατῶμεν τῆς ὁμολογίας", ἥν παρελάβομεν ἄδολον παρὰ τηλικούτων ἀνδρῶν, ἀποστρεφόμενοι πάντα νεωτερισμὸν ὡς ὑπαγόρευμα τοῦ διαβόλου· ὁ δεχόμενος νεωτερισμόν, κατελέγχει ἐλλιπῆ τὴν κεκηρυγμένην ὀρθόδοξον πίστιν. Ἀλλ᾽ αὐτὴ πεπληρωμένη ἤδη ἐσφράγισται, μὴ ἐπιδεχόμενη μήτε μείωσιν, μήτε αὔξησιν, μήτε ἀλλοίωσιν οἱανδήποτε, καὶ ὁ τολμῶν ἢ πρᾶξαι ἢ συμβουλεῦσαι ἢ διανοηθῆναι τοῦτο ἠρνήθη τὴν πίστιν τοῦ Χριστοῦ, ἤδη ἑκουσίως καθυπεβλήθη εἰς τὸ αἰώνιον ἀνάθεμα διὰ τὸ βλασφημεῖν εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, ὡς τάχα μὴ ἀρτίως λαλῆσαν ἐν ταῖς Γραφαῖς καὶ διὰ τῶν Οἰκουμενικῶν Συνόδων.
Τὸ φρικτὸν τοῦτο ἀνάθεμα, ἀδελφοὶ καὶ τέκνα ἐν Χριστῷ ἀγαπητά, οὐκ ἐκφωνοῦμεν ἡμεῖς σήμερον, ἀλλ᾽ ἐξεφώνησε πρῶτος ὁ Σωτὴρ ἡμῶν "ὃς ἂν εἴπη κατὰ τοῦ Πνεύματος τοῦ Ἁγίου, οὐκ ἀφεθήσεται αὐτῷ οὔτε ἐν τῷ νῦν αἰῶνι οὔτε ἐν τῷ μέλλοντι" ἐξεφώνησεν ὁ θεῖος Παῦλος· "ἀλλὰ καὶ ἐὰν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται ὑμῖν παρ᾽ ὃ εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω" ἐξεφώνησαν τοῦτο αἱ ἑπτὰ Οἰκουμενικοὶ Σύνοδοι καὶ σύμπας ὁ χορὸς τῶν θεοφόρων Πατέρων.
Ἅπαντες σὺν νεωτερίζοντες ἢ αἱρέσει ἢ σχίσματι, ἑκουσίως ἐνεδύθησαν, κατὰ τὸν ψαλμωδόν, "κατάραν ὡς ἱμάτιον"(calm.rh',18), κἄν τε Πάπαι κἄν τε Πατριάρχαι, κἄν τε Κληρικοί, κἄν τε Λαϊκοὶ ἔτυχον εἶναι "κἂν ἄγγελος ἐξ οὐρανοῦ ἀνάθεμα ἔστω, εἰ τὶς ὑμᾶς εὐαγγελίζεται παρ᾽ ὃ παρελάβετε".
Οὕτω φρονοῦντες οἱ Πατέρες ἡμῶν καὶ ὑπακούοντες εἰς τοὺς ψυχοσωτηρίους λόγους τοῦ Παύλου ἐστάθησαν σταθεροὶ καὶ ἑδραῖοι εἰς τὴν ἐκ διαδοχῆς παραδοθεῖσαν αὐτοῖς πίστιν καὶ διέσωσαν αὐτὴν ἄτρεπτον καὶ ἄχραντον διὰ μέσου τοσούτων αἱρέσεων, καὶ παρέδωκαν αὐτὴν εἰς ἡμᾶς εἰλικρινῆ καὶ ἀνόθευτον, ὡς ἐξῆλθεν ἄδολος ἀπὸ τοῦ στόματος τῶν πρώτων ὑπηρετῶν τοῦ Λόγου" οὕτω φρονοῦντες καὶ ἡμεῖς, ἄδολον, ὡς παρελάβομεν, μετοχετεύσομεν αὐτὴν εἰς τὰς ἐπερχομένας γενεάς, μηδὲν παραμείβοντες, ἵνα ὦσι κακεῖνοι ὡς καὶ ἡμεῖς εὐπαρουσίαστοι καὶ ἀκαταίσχυντοι, λαλοῦντες περὶ τῆς τῶν προγόνων ἡμῶν πίστεως».
«Ἔπειτα παρ᾽ ἡμῖν οὔτε Πατριάρχαι οὔτε Σύνοδοι ἐδυνήθησαν ποτὲ εἰσαγαγεῖν νέα, διότι ὁ ὑπερασπιστὴς τῆς θρησκείας ἐστιν αὐτὸ τὸ σῶμα τῆς Ἐκκλησίας, ἤτοι αὐτὸς ὁ λαός, ὅστις ἐθέλει τὸ θρήσκευμα αὐτοῦ αἰωνίως ἀμετάβλητον καὶ ὁμοειδὲς τῷ τῶν Πατέρων αὐτοῦ, ὡς ἔργῳ ἐπειράθησαν καὶ πολλοὶ τῶν ἀπὸ τοῦ σχίσματος Παπῶν τε καὶ Πατριαρχῶν Λατινοφρόνων μηδὲν ἀνύσαντες»
ΑΝΘΙΜΟΣ ἐλέῳ Θεοῦ Ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως Νέας Ρώμης
καί Οἰκουμενικός Πατριάρχης.
ΙΕΡΟΘΕΟΣ ἐλέῳ Θεοῦ Πάπας καί Πατριάρχης Ἀλεξανδρείας καί πάσης Αἰγύπτου.
ΜΕΘΟΔΙΟΣ ἐλέῳ Θεοῦ Πατριάρχης Ἀντιοχείας.
ΚΥΡΙΛΛΟΣ ἐλέῳ Θεοῦ Πατριάρχης Ἱεροσολύμων
καὶ αἱ περὶ αὐτοὺς Ἱεραὶ Σύνοδοι.
(Ἐγκύκλιος τῆς Συνόδου τοῦ 1848, συγκληθείσης ἐν Κωνσταντινουπόλει, τὴν ὁποίαν προσυπογράφουν οἱ ἄνωθεν Πατριάρχαι)