Πέμπτη 24 Σεπτεμβρίου 2015

"Μνήμη των αγίων είκοσιν εξ oσιομαρτύρων ομολογητών Ζωγραφιτών Πατέρων" τους οποίους μνημονεύουν τυπικά, αλλά ΠΕΡΙΦΡΟΝΟΥΝ ουσιαστικά οι αντι-οικουμενιστές, αρνούμενοι την ομολογιακή στάση τους!!

«Λέγουσι γὰρ καὶ οἱ θεῖοι καὶ ἱεροὶ κανόνες, "εἴ τις ἀκοινωνήτῳ, κἂν ἐν οἴκῳ συνεύξηται, ἀφοριζέσθω· καὶ ἀλλαχοῦ, ὁ ἀκοινωνήτοις κοινωνῶν, ἀκοινώνητος ἔσται, ὡς συγχέων τὸν κανόνα τῆς Ἐκκλησίας, καὶ πάλιν· ὁ αἱρετικὸν δεχόμενος, τοῖς αὐτοῦ ἐγκλήμασιν ὑπόκειται"».
 

22 Σεπτεμβρίου 2015

Σήμερα ὡς γνωστὸν ἑορτάζει ἡ Ἐκκλησία μας τὴν «Μνήμη τῶν ἁγίων εἴκοσιν ἓξ ὁσιομαρτύρων Ζωγραφιτῶν, τῶν ἐλεγξάντων τοὺς Λατινόφρονας Μιχαὴλ τὸν βασιλέα Παλαιολόγον Η' καὶ τὸν πατριάρχην Ἰωάννην τὸν Βέκκον» καὶ διὰ τοῦτο «ἄνωθεν τοῦ πύργου πυρὶ τελειωθέντων».
Δημοσιεύουμε, λοιπόν, τὴν ἐπιστολή τους πρὸς τὸν Αὐτοκράτορα Μιχαήλ, μιὰ ἐπιστολὴ ποὺ κατοχυρώνει θεολογικότατα τὴν Διακοπὴ Μνημοσύνου καὶ τὴν Ἀποτείχιση ἀπὸ τοὺς αἱρετικούς, ὡς ὑποχρέωση γιὰ ὅσους θέλουν νὰ κάνουν ὑπακοὴ στὴν Ἐκκλησία, δηλαδὴ στὸ Χριστό! Ὅσοι παραμένουν θεληματικὰ «τυφλοὶ τά τ᾽ ὦτα τόν τε νοῦν τά τ᾽ ὄμματα», ἂς συνεχίσουν τὶς φιλοσοφικο-θεολογικὲς ἀναζητήσεις, τὸν χαρτοπόλεμο καὶ τὶς «ἀχρικαιρικές» δικαιολογίες πρὸς κρυφὴ ἱκανοποίηση τῶν Οἰκουμενιστῶν, ἕως ὅτου τὸ μεγαλύτερο μέρος τῶν πιστῶν ἀλλοτριωθεῖ καὶ ἀφομοιωθεῖ ἀπὸ τὰ οἰκουμενιστικὰ κηρύγματα καὶ θεάματα!


Ἐπιστολὴ ἀποσταλεῖσα παρὰ τῶν Ἁγιορειτῶν πάντων πρὸς τὸν Βασιλέα Μιχαὴλ τὸν Παλαιολόγον ὁμολογητική, σπεύδοντα τοῦτον ὅση δύναμις ἑνῶσαι τοὺς Ἰταλοὺς παραλόγως μεθ᾿ ἡμῶν, μένοντας ἐκείνους ἀδιορθώτους πάντων τῶν σφῶν αἱρέσεων, καὶ ἀμεταβλήτους· ἔλεγε δὲ ᾧδέ πως.

Τὸ Α΄ μέρος τῆς ἀξιοθαύμαστης, ὁμολογιακῆς αὐτῆς ἐπιστολῆς ἀκολουθεῖ.

Οὗτοι, δέσποτα ἅγιε, τὰ κυριώτερα τῆς πίστεως οὐκ ἀπαράτρωτα εἴασαν οὐδ᾿ ἀμώμητα· διὰ τοῦτο μὴ ὅτι καὶ ἀποκόπτονται τοῦ πανταχόθεν ἴσου τε καλοῦ ὡραιομόρφου σώματος τοῦ Χριστοῦ, ἀλλὰ καὶ τῷ σατανᾷ παραδίδονται. Καὶ φησὶν ὁ ἀπόστολος, ἐπισφραγίζων πᾶσαν τὴν εὐαγγελικήν, καὶ ἀποστολικὴν διδασκαλίαν· οὐ τοσοῦτον σχεδὸν πρὸς τοὺς ἐν ἑνὶ τότε ἑτεροδιδασκαλοῦντας Γαλάτας, ὅσον εἰς τοὺς ἀρτίως μυριοετεροδιδασκαλοῦντας Ἰταλούς· καὶ πᾶσαν μικροῦ δεῖν παράδοσιν εὐαγγελικήν, ἀποστολικήν, κανονικήν, καὶ πατρικὴν ἀνατρέποντας· «εἴ τις εὐαγγελίζεται ὑμᾶς, παρ᾿ ὃ παρελάβετε, κἂν ἡμεῖς, ἢ ἄγγελος ἐξ οὐρανοῦ, ἀνάθεμα ἔστω». Ἀλλὰ καὶ ἡ ἁγία καὶ Οἰκουμενικὴ ἕκτη Σύνοδος ἡ ἐν τῷ Τρούλλῳ, τὰς πρὸ αὐτῆς Πνεύματι θείῳ ἐξασφαλίζουσα, ἐν τῷ πρώτῳ τῶν αὐτῆς θείων καὶ ἱερῶν κανόνων τάδε φησί: «Εἰ δέ τις τῶν ἁπάντων μὴ τὰ προειρημένα τῆς εὐσεβείας δόγματα κρατοῖ τε καὶ ἀσπάζοιτο, καὶ οὕτω δοξάζοι τε καὶ κηρύττοι, ἀλλ᾿ ἐξ ἐναντίας ἰέναι τούτων ἐπιχειροῖ, ἔστω ἀνάθεμα». Κατὰ τὸν ἤδη ἐκτεθέντα ὅρον ὑπὸ τῶν προδηλωθέντων μακαρίων πατέρων, καὶ τοῦ χριστιανικοῦ καταλόγου ὡς ἀλλότριος ἐξωθείσθω καὶ ἐκπιπτέτω. Ἡμεῖς γὰρ οὔτε προστιθέναι τι, οὔτε μὴν ἀφαιρεῖν κατὰ τὰ προορισθέντα παντελῶς διεγνώκαμεν· ἢ κατ᾿ ὁντιναοῦν δεδυνήμεθα λόγον· καὶ ταῦτα μὲ ὁ κανών.
Ἐνθεωρεῖται δὲ καὶ τοῦτο σαφῶς ὡς τὸ ἐξ ἐναντίας ἰέναι τῶν τῆς εὐσεβείας δογμάτων, τοῖς πατράσιν ἔδοξεν εἶναι οὐκ ἄλλο, ἢ τὸ προστιθέναι τούτοις, ἢ ὑφαιρεῖν. Πῶς γοῦν ἐρεῖ τις τοὺς ταῦτα τολμῶντας, καὶ ἐπ᾿ ἐκκλησίας κυροῦντας, καὶ δημοσίᾳ καὶ ἐν ἀγορᾷ, καὶ ταῖς ἁπανταχοῦ αὐτῶν πόλεσι, διατόρῳ γλώττῃ διδάσκοντας, μὴ τῷ αὐτῷ ἀναθέματι ὑποκεῖσθαι τῷ κανονικῷ.
Εἰ δὲ χρὴ διὰ βραχέων καὶ ἐξ ἑτέρων θείων καὶ ἱερῶν κανόνων τὰ αὐτὰ κατὰ τὸ ἡμῖν ἐγχωροῦν τηρῆσαι· φησὶ γὰρ καὶ ἡ τῆς ἑνώσεως θεία καὶ ἱερὰ σύνοδος, ὑστάτη μὲν πασῶν οὖσα, καὶ τὰς πρὸ αὐτῆς Πνεύματι θείῳ ἐπικυροῦσα· ἑπομένη κἂν τούτῳ ταῖς προηγησαμέναις: «ἅπαντα τὰ παρὰ τὴν ἐκκλησιαστικὴν παράδοσιν καὶ διδασκαλίαν καὶ ὑποτύπωσιν τῶν μακαρίων καὶ ἀοιδίμων πατέρων καινοτομηθέντα καὶ πραχθέντα, καὶ μετ τοῦτο πραχθησόμενα, ἀνάθεμα».
Καὶ ὅτι τοῖς ἐν καταφρονήσει τιθεμένοις τοὺς ἱεροὺς καὶ θείους κανόνας τῶν ἁγίων ἡμῶν πατέρων, οἱ τὴν Ἐκκλησίαν ὑπερείδουσιν, καὶ ὅλην τὴν χριστιανικὴν πολιτείαν κοσμοῦντες, πρὸς θείαν ὁδηγοῦσιν εὐλάβειαν, ἀνάθεμα».
Καὶ πῶς ἂν εἰ πάντας τοὺς κατὰ τούτων ἄντικρυς ἀποφαινομένους θείους κανόνας ἐκθῆναι θελήσομεν, τὴν ὁρμὴν τοῦ λόγου κατασχεῖν δυνησόμεθα; Εἰ γὰρ πρὸς ἓν ἕκαστον τῶν παρὰ τοὺς θείους θεσμοὺς αὐτοῖς τελουμένων, ἀντιπαραθῶμεν θείους καὶ ἱεροὺς κανόνας, οἳ καὶ καθαιροῦσι, καὶ ἀφορίζουσιν, ἔστιν οἷς καὶ ἀναθεματίζουσιν αὐτούς, διὰ τὴν τῶν θείων παραδόσεων ἀθέτησιν, καὶ πέρα τοῦ μέτρου χεθῆναι ὁ ἰδιώτης ἡμῶν καὶ ἄγροικος λόγος οὗτος ἐκβιασθήσεται.
Ἐμπεριέχεται δὲ καὶ τῷ ΙΕ´ κανόνι τῆς ἁγίας καὶ μεγάλης τῆς πρώτης καὶ δευτέρας ἐπονομασθείσης, ὅτι οὐ μόνον ἀνευθύνους εἶναι, ἀλλὰ καὶ ἐπαινετέους τοὺς ἀποσχίζοντας ἑαυτοὺς καὶ πρὸ συνοδικῆς καταδίκης, ἀπὸ τῶν δημοσίᾳ διδασκόντων αἱρετικὰ διδάγματα, καὶ ὄντων προφανῶς αἱρετικῶν. Οὐ γὰρ ἀπέσχισαν ἑαυτοὺς ἀπὸ ἐπισκόπων, ἀλλ᾿ ἀπὸ ψευδοεπισκόπων, καὶ ψευδοδιδασκάλων, καὶ τὸ παρὰ τούτων γεγονός, ἐπαίνου ἄξιον, καὶ προσῆκον ὀρθοδόξοις
χριστιανοῖς, καὶ ὡς οὐ σχίσμα τοῦτο ἐκκλησίας, ἀλλὰ μᾶλλον μερισμῶν ἀπαλλαγή, καὶ τῆς ἀληθείας ἐπικράτησις. Πῶς οὖν θεμιτὸν καὶ θεάρεστον ἑνωθῆναι τοῖς τοιούτοις ἡμᾶς, ὧν δικαίως καὶ κανονικῶς ἐξεκόπημεν, ἀμεταβλήτως ἔχουσι τῶν αἱρέσεων. Εἰ τοῦτο καταδεξόμεθα, τὸ ὀρθόδοξον, καὶ ἐν ἑνὶ τὸ πᾶν ἀνατρέπομεν· καὶ ἐν ὅσοις οἱ ἀναξίως δεχόμενοι ἀνατρέπουσιν.
Λέγουσι γὰρ καὶ οἱ θεῖοι καὶ ἱεροὶ κανόνες, «εἴ τις ἀκοινωνήτῳ, κἂν ἐν οἴκῳ συνεύξηται, ἀφοριζέσθω· καὶ ἀλλαχοῦ, ὁ ἀκοινωνήτοις κοινωνῶν, ἀκοινώνητος ἔσται, ὡς συγχέων τὸν κανόνα τῆς Ἐκκλησίας, καὶ πάλιν· ὁ αἱρετικὸν δεχόμενος,  τοῖς αὐτοῦ ἐγκλήμασιν ὑπόκειται». Ἐν ὅσοις γοῦν οὗτοι ἐγκαλούμενοι ὑπὸ εὐθύνας εἰσίν,  τοῖς αὐτοῖς ἅπασι  καὶ ἡμεῖς  εἰ καταδεξοίμεθα, παρὰ τῶν θείων κανόνων τῶν ἐν ἁγίῳ Πνεύματι ἀποφαινομένων, ὑπόδικοι γενόμεθα· οὐκ ἔστι τοῦτο τοῦ πονηροῦ· ὃς σκότος ὤν, τὸ φῶς ὑποκρίνεται· ὡς νῦν γε τὴν ἕνωσιν προβαλλόμενος τὴν μετ᾿ αὐτῶν, ἀπώλειαν τοῦ παντὸς σώματος τῆς Ἐκκλησίας δολιεύσηται· καὶ φανερῶς μὴ πείθειν ἔχων πρὸς τοῦτο, ἀδήλως ἐπιχειρεῖ, ἵνα ἐν ἑνὶ τρόπῳ ἀνοίξῃ θύραν καὶ κρυφώσῃ κακίαν.
Εἰ γὰρ λέγειεν ἐθέλειν ἑνωθῆναι, καὶ μεταβληθήτωσαν, καὶ οὕτως ἑνούσθωσαν· εἰ δὲ μετὰ τῆς κακίας αὐτῶν τοῦτο βούλονται, οὐ δυνήσονται· καὶ εἰ μέχρι τῶν ψιλῶν ὀνομάτων καταλήγουσι, καὶ τί δὲ κοινὸν κοινωνίας καὶ ὀνόματος μνήμης; Καὶ πάνυ μὲν οὖν ὡς τοῦτο δείξομεν· νῦν δέ, ὢ τοῦ κέρδους οὗ κακῶς ἐπιτεύξονται! ἕξουσι γὰρ ἐντεῦθεν καὶ τὸ ἀδιόρθωτον, ὡς λαβόντες ὃ θέλουσι. Οὐ γὰρ περὶ εὐσεβείας αὐτοῖς αἱ λογομαχίαι, καὶ αἱ συζητήσεις ὡς φαίνεται· εἰ γὰρ ἂν ἤθελον, τί ἦν τὸ προσιστάμενον, κοινῆς οὔσης, καὶ ἀμίσθου, καὶ ἀμόχθου, καὶ ὁμοτίμου, δούλοις, δεσπόταις, πένησι, πλουσίοις, εὐγενεστέροις, ἀγενεστέροις, ὄφλουσιν, οὐκ ὄφλουσιν, ὡς ἀέρος πνεῦσις, καὶ φωτὸς χύσις, καὶ ὡρῶν ἀλλαγαί, καὶ κτίσεως θέα, τοῦ μεγάλου καὶ κοινοῦ πᾶσιν ἡμῖν ἐντρυφήματος, καὶ ἰσομοιρία πίστεως, κατὰ τὸν μέγαν ἐν θεολογίᾳ Γρηγόριον· κἂν αὐτοὶ μετὰ τῶν λοιπῶν μεγάλων πατέρων ἡμῶν Βασιλείου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου, καὶ τούτων παρ᾿ οὐδὲν τίθενται, ὧν τὸ κλέος τῶν λόγων, καὶ ἡ τοῦ Πνεύματος δύναμις πᾶσαν τὴν γῆν περιέλαβεν.
Ἀλλὰ γὰρ ἄκουσον, ἅγιε δέσποτα, τὴν ὑπόσχεσιν ἐκ τῶν τοῦ παναγίου Πνεύματος λόγων, ὧν οὐδεμία κεραία διαπεσεῖν δύναται. Ὁ μέγας του Κυρίου ἀπόστολος καὶ εὐαγγελιστὴς Ἰωάννης λέγει· «εἴ τις ἔρχεται πρὸς ὑμᾶς καὶ ταύτην τὴν διδαχὴν οὐ φέρει μεθ᾿ ἑαυτοῦ, χαίρειν αὐτῷ μὴ λέγετε, καὶ εἰς οἰκίαν μὴ λαμβάνετε· ὁ γὰρ λέγων αὐτῷ χαίρειν, κοινωνεῖ τοῖς ἔργοις αὐτοῦ τοῖς πονηροῖς».
Εἰ δὲ ἁπλῶς ἐν ὁδῷ χαίρειν αὐτῷ κωλυόμεθα λέγειν, εἰ τὸ εἰσάγειν εἰς οἰκίαν κοινὴν εἰργόμεθα, πῶς οὐκ ἐν οἰκίᾳ, ἀλλ᾿ ἐν ναῷ Θεοῦ ἀλλ᾿ ἐν αὐτοῖς τοῖς ἀδύτοις ἐπὶ τῆς μυστικῆς καὶ φρικτῆς τραπέζης τοῦ Υἱοῦ τοῦ Θεοῦ ἀθύτως σφαγιαζομένου· τὸ μέν, ὡς Θεοῦ· τὸ δὲ ὡς ἀμνοῦ ἀμώμου, ἵνα ἡμᾶς ἐξιλάσηται τῷ Πατρὶ καὶ ἑαυτῷ, καὶ τῆς ἁμαρτίας ἡμῶν, διὰ τοῦ ἰδίου αἵματος καθαρίσῃ ὁ ἀναμάρτητος. Ποῖος ᾅδης ἐξερεύξεται τὸ μνημόσυνον τοῦ παρὰ τοῦ Ἁγίου Πνεύματος ἐκκοπέντος ἀξίως, ὡς κατὰ Θεοῦ καὶ τῶν θείων τραχηλιάσαντος, καὶ διὰ τοῦτο ἐχθρὸς τοῦ Θεοῦ γενήσεται.
Εἰ γὰρ τὸ ἁπλῶς χαίρειν εἰπεῖν, κοινωνίαν δίδωσι τοῖς ἔργοις τοῖς πονηροῖς, πόσον ἡ διάτορος αὐτοῦ μνημοσύνη καὶ ταῦτα αὐτῶν τῶν θείων μυστηρίων φρικτῶς προκειμένων. Εἰ δὲ ὁ προκείμενος αὐτός ἐστιν ἡ αὐτοαλήθεια, πῶς ἂν τὸ μέγα τοῦτο ψεῦδος δέχηται εἰκάζειν εἰκός, τὸ συντάττειν αὐτὸν ὡς ὀρθόδοξον πατριάρχην μεταξὺ τῶν λοιπῶν ὀρθοδόξων Πατριαρχῶν, ἐν καιρῷ φρικτῶν μυστηρίων, σκηνικῶς παίξομεν; καὶ πῶς ταῦτα ἀνέξεται ὀρθοδόξου ψυχή, καὶ οὐκ ἀποστήσεται τῆς κοινωνίας τῶν μνημονευσάντων αὐτίκα, καὶ ὡς καπηλεύοντας τὰ θεῖα, τούτοις ἡγήσεται.

Ἄνωθεν γὰρ ἡ τοῦ Θεοῦ ὀρθόδοξος Ἐκκλησία τὴν ἐπὶ τῶν ἀδύτων ἀναφορὰν τοῦ ὀνόματος τοῦ ἀρχιερέως, συγκοινωνίαν τελείαν ἐδέξατο τοῦτο. Γέγραπται γὰρ ἐν τῇ ἐξηγήσει τῆς θείας λειτουργίας, ὅτι ἀναφέρει ὁ ἱερουργῶν τὸ τοῦ ἀρχιερέως ὄνομα, δεικνύων καὶ τὴν πρὸς τὸ ὑπερέχον ὑποταγήν, καὶ ὅτι κοινωνός ἐστιν αὐτοῦ, καὶ πίστεως καὶ τῶν θείων μυστηρίων διάδοχος. Καὶ ὁ μέγας πατὴρ ἡμῶν καὶ ὁμολογητὴς Θεόδωρος ὁ Στουδίτης ταῦτα λέγει πρός τινα, διὰ τῆς τιμίας αὐτοῦ ἐπιστολῆς· «ἔφης δέ μοι ὅτι δέδοικας εἰπεῖν τῷ πρεσβυτέρῳ σου, μὴ ἀναφέρειν τὸν αἱρεσιάρχην, καί τοι περὶ τούτου εἰπεῖν σοι τὸ παρόν, οὐ καταθαρρῶ· πλὴν ὅτι μολυσμὸν ἔχει ἡ κοινωνία ἐκ μόνου τοῦ ἀναφέρειν αὐτόν, κἂν ὀρθόδοξος εἴη ὁ ἀναφέρων».

Ταῦτα μὲν ὁ πατήρ· πρὸ δὲ τούτου, καὶ ὁ Θεὸς τοῦτο ἐσήμανεν οὕτως εἰπών· «ἱερεῖς ἠθέτουν νόμον μου, καὶ ἐβεβήλουν τὰ ἅγιά μου»· πῶς; ὅτι βεβήλοις καὶ ὁσίοις οὐ διέστελλον, ἀλλ᾿ ἦν αὐτοῖς ἅπαντα κοινά· καὶ τούτου φωτεινότερον καὶ ἀληθέστερον. Ἀλλ᾿ ὡς οἰκονομίαν τοῦτο ποιήσωμεν; καὶ πῶς δεχθήσεται οἰκονομίαν τὰ θεῖα βεβηλοῦσαν κατὰ τὸν τοῦ Θεοῦ εἰρημένον λόγον καὶ ἐκ τῶν θείων ἀπωθοῦσαν τὸ τοῦ Θεοῦ Πνεῦμα· καὶ τῆς ἐντεῦθεν ἀφέσεως τῶν ἁμαρτιῶν, καὶ τῆς υἱοθεσίας τοὺς πιστοὺς ἀμετόχους ποιοῦσα· καὶ τί ἂν εἴη ταύτης τῆς οἰκονομίας ζημιωδέστερον; ἂν ἡ κοινωνία αὐτῶν ᾖ πρόδηλος, καὶ ἐν ἑνὶ τοῦ ὀρθοῦ ἔκπτωσις καὶ ἀνατροπή;
ὁ γὰρ αἱρετικὸν δεχόμενος, τοῖς αὐτοῦ ὑπόκειται ἐγκλήμασι· καὶ ὁ ἀκοινωνήτοις κοινωνῶν, ἀκοινώνητός ἐστιν, ὡς συγχέων τὸν κανόνα τῆς Ἐκκλησίας· καθὰ δὴ καὶ οὗτοι οἱ γενναῖοι, τῇ ἀπειθείᾳ τῶν ἐκκλησιαστικῶν θεσμῶν, καὶ Ἰουδαίοις, καὶ Ἀρμενίοις, καὶ Ἰακωβίταις, καὶ Νεστοριανοῖς, καὶ Μονοθελήταις, καὶ ἁπλῶς εἰπεῖν πᾶσιν αἱρετικοῖς συγκοινωνοῦσι, καὶ διὰ τοῦτο μόνον, εἰ μὴ διὰ τὸ ἄλλο, ἀσυγχώρητοι ὁμολογουμένως καὶ ἀκοινώνητοί εἰσιν, καὶ πάσαις ὑπόδικοι ταῖς ἐκείνων θεοστυγέσιν αἱρέσεσιν. Εἰκὸς δὲ καὶ ἐντεῦθεν ἐκ τοῦ μὴ διαστέλλεσθαι, τῶν αἱρετικῶν δηλαδή, κατὰ τὸν τῆς Ἐκκλησίας κανόνα καὶ τὸν τοῦ Θεοῦ ἄνωθεν νόμον πάσης ἀνάπλεοι αἱρέσεως ἐγένοντο καὶ οὐκ ἄλλοθεν.

Τὸ δὲ πρωτεῖον δοῦναι τῷ αἱρετίζοντι κατὰ πάσης τῆς τοῦ Χριστοῦ Ὀρθοδόξου Ἐκκλησίας ὀρθῶς ἔχει; τοῦτο τελεία παραδοχή ἐστι, καὶ οὐκ
οἰκονομία. Οὗτος δὲ τῆς ἐσχάτης οὐκ ἔστιν ἄξιος νῦν· λέγει γὰρ ὁ μέγας πατὴρ ἡμῶν Γρηγόριος ὁ Θεολόγος περὶ τῶν μετανοούντων, τὸν θεῖον λόγον κινῶν· «εἰ μὲν οὐ μεταγνόντας, οὐδὲ ἐγὼ δέχομαι, ἢ μὴ καμπτομένους, ἢ μὴ ἀξίως, μηδὲ ἀντισηκοῦντας τῷ κακῷ τὴν διόρθωσιν· καὶ ὅταν δέξωμαι, τὴν προσήκουσαν αὐτοῖς ἀπονέμω χώραν»· ποῦ ἐν αὐτῷ, καὶ τοῖς μετ᾿ αὐτοῦ, ἡ διόρθωσις· ποῦ ἡ ἀντισήκωσις τοῦ καλοῦ; λοιπόν, οὐδὲ τῆς ἐσχάτης εἰσὶν ἄξιοι, πῶς οὖν καὶ πρωτεύουσιν; καὶ κατὰ τίνος τὸ κράτος ἕξουσι τῶν θείων Ἐκκλησιῶν; φεῦ· ἆρα καὶ οὐ πεταύροις ᾅδου πελάσουσιν οἱ τυφλοῖς χρησάμενοι, κατὰ τὴν τοῦ ἀψευδοῦς στόματος ἐπαγγελίαν; καὶ εἰ τὸ φῶς σκότος, τὸ ἑξῆς: «φιλεῖ δέ, καὶ τοῦτο κατὰ τὸν Θεολόγον εἰπεῖν μέγαν Γρηγόριον, τῷ ἄρχοντι ἐξομοιοῦσθαι πᾶν τὸ ἀρχόμενον».
Ἐκ ποίων δὲ τῶν ἐκκλησιαστικῶν θεσμῶν, καὶ ἀνακρινοῦσιν, αὐτός τε, καὶ τὸ ἀρχιερατικὸν αὐτοῦ, τοὺς ἐγκλήτους, οἱ τοὺς θείους κανόνας παντάπασι τῶν ἁγίων συνόδων ἐκβαλόντες, καὶ μηδὲ ὀσμήν, ἢ ἴχνος πνευματικῆς διαγωγῆς ἔχοντες, ἀλλὰ αἱρετίζοντες ἐν πολλοῖς. Ἀληθῶς συγχύσεως τὴν Ἐκκλησίαν πληρώσουσι σκανδάλων· οὐδὲ γὰρ μιχθήσεται τὰ ἄμικτα· οὐδὲ συγκλωσθήσεται τὰ ἀσύγκλωστα: «τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ ἐσεῖται; ἢ τίς κοινωνία φωτὶ πρὸς σκότος;» καὶ ὀρθοδόξοις, καὶ αἱρετίζουσι, κατὰ τὰ θεῖα λόγια, ὧν μᾶλλον καὶ ὁλοτελῶς διαστέλλεσθαι ὁριζόμεθα· καὶ ἄνωθεν καὶ αὐτὸς ὁ Θεὸς ἐνετείλατο εἰπών· καὶ ἐξαρεῖτε τὸν πονηρὸν ἐκ μέσου ὑμῶν· καὶ ἐν ἑτέροις οὐ μετρητοῖς, ὡσαύτως τὸ ἐν τῇ καινῇ ἐκεῖνο· τὸ «ἐὰν ὁ ὀφθαλμός σου σκανδαλίζῃ σε, ἔξελε αὐτὸν» καὶ τὰ ἑξῆς, περὶ τῶν σκανδαλιζόντων μελῶν, τίσιν ἄλλοις ἢ τοῖς τοιούτοις ἁρμόζει; Καὶ Παῦλος δὲ ὁ μέγας διὰ τοῦ αὐτοῦ κυρίου τοῦ καὶ ἐν αὐτῷ λαλοῦντος, τὰ ὅμοια τρανοῖ λέγων· «αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν, παραιτοῦ· εἰδώς, ὅτι ἐξέστραπται ὁ τοιοῦτος, καὶ ἁμαρτάνει ὢν αὐτοκατάκριτος»· καὶ πάλιν: «στέλλεσθαι ὑμᾶς ἀπὸ παντὸς ἀτάκτως περιπατοῦντος, καὶ μὴ κατὰ τὴν παράδοσιν ἣν παρέλαβον παρ᾿ ἡμῶν». Καὶ ἐν ἄλλοις δέ, καὶ ὁ θεοφόρος καὶ μέγας πατὴρ ἡμῶν Ἰγνάτιος, ἐπιστέλλει, προφυλάττων ἡμᾶς ἀπὸ τῶν θηρίων τῶν ἀνθρωπομόρφων αἱρετικῶν, οὕς, οὐ μόνον οὐ δεῖ ἡμᾶς παραδέχεσθαι, ἀλλὰ καὶ εἰ δυνατόν, μὴ συναντᾶν. Οἷς δὲ συνεσθίειν οὐχ ὁριζόμεθα· οἷς τὸ χαίρειν εἰπεῖν διὰ τὸ παντάπασιν ἀμιγές, ὧν τὸ συνάντημα εἰ δυνατὸν φύγομεν, πῶς πρώτους εἶναι καὶ ἀνακριτὰς τῶν ὀρθοδόξων Ἐκκλησιῶν ὅλως δικαιώσωμεν, καὶ τὸ μνημόσυνον αὐτῶν ὡς ὀρθόδοξον ἐπ᾿ ἐκκλησίας, καὶ ἐπ᾿ αὐτῆς τῆς μυστικῆς τραπέζης σαλπίσωμεν, ἵνα μηδὲ ταύτην ἀφῶμεν ἀβέβηλον, τοῦ ἁγιάζειν ἡμᾶς.
Μηδαμῶς τοῦτο παραχωρήσῃς, διὰ τὴν ἁγίαν ψυχήν σου· μηδαμῶς, βασιλεῦ ἅγιε καὶ θεόδμητε αὐτοκράτορ, καὶ ἐν ταυτῷ χριστοπόθητε, καὶ φιλοχριστώτατε, ἀλλὰ μένε ὡς μένεις Χριστοῦ τῇ χάριτι, οἷς ἔμαθες καὶ ἐπιστώθης· εἰδὼς παρὰ τίνων ἔμαθες τὴν καλὴν παρακαταθήκην φύλαξον· ἐκτρεπόμενος κατὰ τὴν τοῦ μεγάλου ἀποστόλου διδασκαλίαν τὰς βεβήλους καινοφωνίας τῆς ψευδωνύμου γνώσεως· ἥν τινες ἐπαγγελόμενοι, περὶ τὴν πίστιν ἠστόχησαν· ἵνα διὰ σοῦ μετὰ σοῦ καὶ τῶν σῶν πανοικὶ τῶν θεοδοξάστων, καὶ ἡμεῖς ἅπαν τὸ χριστιανικὸν πλήρωμα ὀρθοδοξοτάτως, καὶ ὡς Θεῷ φίλον, τηρηθείημεν εἰς τὴν ἡμετέραν τῆς ἐπιφανείας τοῦ κυρίου, καὶ ἄμεμπτοι σὺν ὑμῖν καὶ αὐτοὶ τῆς αὐτοῦ βασιλείας, κληρονόμοι γενώμεθα αἰωνίως. Πιστὸς ὁ Θεὸς ὁ καλῶν ἡμᾶς, ὃς καὶ ποιήσει, ἐὰν τὰς ἐντολὰς αὐτοῦ τηρήσωμεν, χάριτι τοῦ Χριστοῦ ἐν Πνεύματι Ἁγίῳ. Ἀμήν.
Τὸ Α΄ μέρος τῆς ἐπιστολῆς:
Κράτιστε, θεόστεπτε, θεομεγάλυντε, Ἅγιε ἡμῶν Δέσποτα, τὸν πρὸς τὴν κραταιὰν καὶ ἁγίαν βασιλείαν σου ἡμῶν πνευματικὸν καὶ διάπυρον ἔρωτα ὁ ἀόρατος Θεὸς ἡμῶν, καὶ τὰς τῶν πάντων καρδίας ἐπιδεδραγμένος, ἀοράτως, καὶ ὡς οἶδεν αὐτὸς ἐμπνέων, πληροφορῆσαι τὴν ἁγίαν ψυχήν σου, ὅπως τε κοινῇ καὶ ἰδίᾳ, καὶ ἐν αὐταῖς μέσαις ψυχαῖς ἀναγεγραμμένην περιφέρομέν σου τὴν μνήμην διαπαντός, καὶ ἐνδελεχῶς τῷ Θεῷ ἐμφανίζομεν, περὶ οὗ παμπλείστους Θεῷ τὰς εὐχαριστηρίους φωνὰς ἐν τῷ καθ᾿ ἑαυτούς, ἀλλὰ καὶ ὁμοῦ ἕκαστος ἀναπέμπομεν. Ὅτι σε ὁ αὐτοκρατορίᾳ κοσμήσας, πολλῷ πρὸ ταύτης τῷ ἡμεροφαεῖ καὶ θεοπλόκῳ στέφει τῆς ὀρθοδόξου πίστεως ἐταινίωσε· ναὶ μήν, καὶ ὕμνος αὐτῷ καὶ αἴνεσις· ἔγνω γὰρ κύριος τοὺς αὐτοῦ, καὶ ὃν προέγνω κατὰ τὸν μέγαν εἰπεῖν ἡμᾶς ἀπόστολον, τοῦτον καὶ ἐδικαίωσεν ἄρχειν, καὶ εἰς μέγα ὕψος τοῦτον δόξης καὶ ἐξουσίας ἀνύψωσε βασιλέα τῶν ἐπὶ γῆς ἀναδείξας, εἰμὴ ὅτι, βασιλευόμενον ἄνωθεν εὐπειθῶς, ταὐτὸν εἰπεῖν πανευσεβῶς καὶ θεοφιλεστάτως.
Ἀλλ᾿ ἵλεως εἴης ἡμῖν τοῖς διαπαντὸς εὐχέταις τῆς κραταιᾶς βασιλείας σου, μεθ᾿ ὑποστολῆς ἐνδεχομένης ἀναφέρουσι πρὸς αὐτήν, ὅσα περ οὐδ᾿ ἀσυνήθη, ἀλλὰ φίλα μᾶλλον καὶ σύντροφα ἀπ᾿ αὐτῶν, ὡς ἂν εἴποι τις τῶν σεβασμίων ἀγκαλῶν τῶν ἐν εὐσεβεῖ τῇ λήξει, καὶ μακαριωτάτων μνήμῃ γεγονότων πανευσεβῶν γονέων τῆς κραταιᾶς καὶ ἁγίας βασιλείας σου, ὧν τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, καὶ ὧν ὁ ποὺς ἔστη λοιπὸν ἐν εὐθύτητι ἆθλον τῆς ἐνταῦθα κατὰ Θεὸν ἀπροσκόπτου πορείας, περὶ τὴν διπλῆν τῆς εὐσεβείας, τὴν ἐκ πίστεως δηλαδὴ καὶ ἔργων, τὴν ἐκεῖσε μόνιμον στάσιν περὶ Θεόν, καὶ τὴν μέλλουσαν ἀπενεγκάμενοι ζωὴν καὶ μακαριότητα.
Εὐχαριστοῦμεν τῇ ἁγίᾳ βασιλείᾳ σου κἂν τούτῳ, ὅτι διὰ δεσποτικοῦ αὐτῆς προστάγματος, ἔδειξας καὶ διεσάφησας ἡμῖν, τὰ πολυειδῶς ἀκουόμενα καὶ ἀμφιβαλλόμενα, νῦν δὲ τρανῶς γνωρισθέντα. Οἶδεν ἡ κραταιὰ καὶ ἁγία βασιλεία σου, ὅτι πᾶσα ἡ τοῦ Χριστοῦ καὶ Θεοῦ ἡμῶν ποίμνη ἓν σῶμά ἐστιν, ὑπὸ μιᾶς κεφαλῆς διοικούμενον, ὅς ἐστι Χριστὸς Ἰησοῦς· οἶδε καὶ τὸν τῆς ἀγάπης νόμον, ὁ δὲ νόμος τῆς ἀγάπης τοῦ Πνεύματος, οὗτος· εἴτε πάσχει ἓν μέλος, συμπάσχειν πάντα τὰ μέλη· καὶ ἵνα τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσι τὰ μέλη, ὑπὸ ἑνὸς κινούμενα Πνεύματος· καὶ ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ, καὶ ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ· ἔνθεν τοι γνησίως καὶ συμφερόντως τὸ εἰς ψυχὰς ἧκον τοῦ παντὸς πληρώματος τῶν πιστῶν· προηγουμένως δὲ καὶ αὐτῆς τῆς ἁγίας ψυχῆς τῆς βασιλείας σου, λόγους εἰπεῖν ἔχομεν καθ᾿ ὑπόμνησιν, οὓς οἶδε καὶ ἡ ἁγία βασιλεία σου· οὐχ ὅτι ἱκανοί ἐσμεν, λογίσασθαί τι ὡς ἐξ ἑαυτῶν, ἀλλ᾿ ἡ ἱκανότης ἡμῶν πᾶσα ἐκ τοῦ Θεοῦ, ἣ ἱκανοῖ ἡμᾶς καὶ πρὸς τοῦτο «καρδίᾳ μὲν πιστεύειν εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖν εἰς σωτηρίαν»· διὸ οὐδὲ ἀκίνδυνον ἡμῖν δοκεῖ παρὰ Θεῷ τὸ ἐφησυχάζειν τοῖς ἄρτι γινομένοις ἐπικινδύνως, πεποίθαμεν γὰρ ὡς οὐδαμῶς ἵνα καταδέξηται ταῦτα ἡ ἁγία σου ψυχὴ ἄνωθεν οὖσα θεόφοβος, καὶ ἐπὶ τοῦ ἐλαχίστου δεδοικυῖα· ἀλλ᾿ οἱ ταράσσοντές σε οἵτινες ἂν εἶεν, βαστάζουσι τὸ κρίμα, καθὼς ὁ μέγας ἔφη ἀπόστολος· πλὴν δι᾿ ἐλέους σοῦ αὐτοῦ ὁ πραΰς, κατὰ Δαβὶδ καὶ χριστομίμητος βασιλεύς, χάρισαι ἡμῖν ἐπὶ μικρὸν τὰς βασιλικὰς καὶ θείας ἀκοὰς τοῖς πτωχοῖς Μοναχοῖς, τοῖς ἐν ἀληθείᾳ ποθοῦσι τὴν ψυχὴν τῆς ἁγίας βασιλείας σου.
Ὁ μέγας ἀπόστολος Παῦλος, ὁ πᾶσαν τὴν γῆν τῷ κύκλῳ τοῦ Εὐαγγελίου περιλαβὼν, ὁ τὸν Χριστὸν ἔχων λαλοῦντα ἐν ἑαυτῷ, ταῦτά φησι πρὸς Γαλάτας ἓν νομικὸν παρεισφέροντας· «ἐὰν περιτέμνησθε Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει», καὶ πάλιν· «κατηργήθητε ἀπὸ τοῦ Χριστοῦ, τῆς χάριτος ἐξεπέσατε»· καὶ πρὸ τούτων, «εἰ μή τινές εἰσιν οἱ ταράσσοντες ὑμᾶς καὶ θέλοντες μεταστρέψαι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ» ἀνατροπὴν γοῦν τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ εἶναι παριστᾷ, τῷ ἑνὶ παρατηρήματι συνεισφέρειν τὸν παλαιὸν κεκμηκότα νόμον τῆς χάριτος ἀκμαιότατον· τί γὰρ ἔτι δεῖ ὑπὸ σκιὰν θάλπεσθαι τοῦ ἡλίου τῆς δικαιοσύνης ἀνατείλαντος, καὶ τὴν ἐλευθερίαν προδιδόναι, τῇ τῆς δουλείας ἀντεισφορᾷ· δυσὶ γὰρ κυρίοις δουλεύειν, οὐδεὶς δύναται, φησὶν ἡ κυρία φωνή, ἄλλως τε δεικνύς, ὅτι καὶ τὸ μικρὸν παραποιηθέν, τὸ ὅλον λυμαίνεται· εἶπε τὸ εὐαγγέλιον Χριστοῦ καὶ ἀνατρέπεται.
Διὰ ταῦτα καὶ ὁ μέγας φωστήρ, καὶ διδάσκαλος τῆς Ἐκκλησίας, καὶ διάδοχος τῆς τοῦ Παύλου χάριτος, ὃς καὶ Παῦλον πνεύσας, ὡς ἐκεῖνος Χριστόν, ὁ πατὴρ ἡμῶν Ἰωάννης ὁ Χρυσόστομος ἐν τῇ ἑρμηνείᾳ τῆς πρὸς Γαλάτας ταύτης τῆς ἐπιστολῆς τοῦ ἀποστόλου, ταῦτα μετὰ πλειόνων ἄλλων λέγει· «αὐτὸ μὲν οὖν τοῦτό ἐστι τὸ πάντων αἴτιον τῶν κακῶν, τὸ μὴ ὑπὲρ τῶν μικρῶν ἀγανακτεῖν· διὰ τοῦτο καὶ μείζονα τῶν ἁμαρτημάτων ἐπεισῆλθεν, ὅτι τὰ ἐλάττονα τῆς προσηκούσης οὐ τυγχάνει διορθώσεως· καὶ καθάπερ ἐν τοῖς σώμασιν οἱ τῶν τραυμάτων καταφρονήσαντες, πυρετοὺς ἔτεκον, καὶ σηπεδόνας, καὶ θάνατον, οὕτω καὶ ἐπὶ τῶν ψυχῶν· οἱ τῶν μικρῶν ὑπερορῶντες, τὰ μείζονα ἐπεισάγουσιν· εἰ γὰρ περὶ τὴν ἀρχὴν ἀποπηδᾶν τῶν θείων θεσμῶν ἐπιχειροῦντες, καὶ μικρόν τι παρακινεῖν τῆς προσηκούσης ἐτύγχανον ἐπιτιμήσεως, οὐκ ἂν ὁ παρὼν ἐτέχθη λοιμός, οὐκ ἂν ὁ τοσοῦτος χειμών, τὴν Ἐκκλησίαν κατέβαλεν· ὁ γὰρ τῆς ὑγιοῦς πίστεως καὶ τὸ βραχὺ ἀνατρέπων, τῷ παντὶ λυμαίνεται».
Ταῦτα μὲν ὁ πατήρ, καὶ πρὸ αὐτοῦ ὁ ἀπόστολος· τί δὲ τὰ ἄζυμα παρεισάγοντες, καὶ τὰ σάββατα· ἐῶμεν λέγειν πλείω, καὶ διὰ τούτων πάλιν τῷ νόμῳ ἐξ ὑπαρχῆς παρρησίαν διδόντες, ποῖον ἡμῖν κοινὸν τοῖς ἀπὸ Χριστοῦ, καὶ τῇ νομικῇ τῶν σαββάτων παρατηρήσει· ἆρ᾿ οὐχὶ τὰ νομικὰ πάντα συγκαταλέλυνται, τῷ περιωνύμῳ ἐκείνῳ τοῦ παλαιοῦ Ἰσραήλ; οὐχὶ κωλύει ταῦτα αὐστηρῶς τὰ σάββατα δηλαδὴ ὁ ξστ´ τῶν Ἁγίων Ἀποστόλων κανὼν ἐκτὸς τοῦ μεγάλου Σαββάτου, ὥστε τὸ μὲν ἱερατικὸν αὐτῶν ἅπαν διὰ ταῦτα καθαιρεῖν, τὸν δὲ λοιπὸν αὐτῶν λαὸν ἀφορισμῷ καθυποβάλλειν; πόθεν δὲ καὶ τὰ ἄζυμα τοῖς ἰουδαιόφροσιν, ἢ ὅθεν τὰ σάββατα. Τὸ κεφάλαιον τῶν παρ᾿ ἰουδαίοις ἑορτῶν, τὰ ἄζυμα ἦν· φανερὸν γὰρ ἐκ τοῦ συλλέγεσθαι ἐκ πάσης τῆς γῆς εἰς Ἱερουσαλὴμ τῷ καιρῷ αὐτῶν, τοὺς θρησκευτὰς τῶν ἀζύμων· ὡς καὶ τῶν παρ᾿ ἡμῖν μυστηρίων τὸ μεῖζον, ἡ μυστικὴ τράπεζα τοῦ Κυριακοῦ σώματος· εἰ τοίνυν κατὰ τὸ παρ᾿ ἡμῖν μεῖζον, ἐξομοιοῦνται τοῖς ἰουδαίοις κατὰ τὸ παρ᾿ αὐτοῖς κρεῖττον, οὐκ ἄντικρυς ἰουδαΐζουσιν; πῶς οἱ τὰ τοιαῦτα τολμῶντες ἀναφανδὸν τῆς οἰκουμένης, καὶ οἷον ἀνερυθριάστως καὶ γυμνῇ ὃ δὴ φασὶ τῇ κεφαλῇ, οὐχὶ καὶ οὗτοι κατὰ τοὺς Γαλάτας εὐαγγελιζόμενοι τῆς πίστεως ἔκφυλα τῷ ἀποστολικῷ ἀναθέματι ὑπεύθυνοι ἔσονται; ὅπου γε καὶ πλεῖον ἢ ἐκείνοις τὸ τόλμημα· καὶ περὶ αὐτὸ τῆς ἡμετέρας πίστεως τὸ κεφάλαιον· ἀλλ᾿ εἴπωσιν, ὡς οὐχὶ τὰ ἄζυμα κατὰ σκοπὸν ἰουδαϊκὸν προσφέρουσιν, ἀλλ᾿ ὡς τὸ κυριακὸν σῶμα· ὀφθαλμοὺς ἔχειν λέγοντες, οὐ βλέπουσιν, καὶ νοῦν οὐ συνιοῦσι, πρὸ ὀφθαλμῶν κειμένην τὴν ἀλήθειαν.
Εἰ ὁ τυπικὸς καὶ σκιώδης νόμος ὃ προσῆγεν εἰς τύπον Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, μηδὲν ἔχειν ἀτελές, μηδὲ λελωβημένον διεκελεύσατο, πῶς οὗτοι τολμῶσι, τὸ ἄναλον, τὸ ἄζυμον, καὶ κεκολοβωμένον, καὶ ἀηδές, ὡς τοῦ παντελείου ἀμνοῦ τῆς χάριτος, σῶμα προσφέρειν τὸ ζωοπάροχον· καίτοι, οὐδ᾿ ἐν τῷ νόμῳ ταῦτα τὰ ἄζυμα δηλαδή, τύπον ὅλως εἶχε Χριστοῦ, ἀλλ᾿ ὅσον σώζειν, μόνον, μνήμην τινὰ αἰγυπτιακῆς ἐξόδου, καὶ ἐρημικῶν καὶ ἐνοδίων κακώσεων· διὰ τοῦτο καὶ μετὰ πικρίδων παρὰ τὴν ἀρχὴν περιεζωσμένοι, καὶ ὑποδεδυμένοι, καὶ βακτηρεύοντες ταῦτ᾿ ἤσθιον· ἡμεῖς δὲ Χριστοῦ χάριτι, σπέρμα χριστιανῶν ἐσμεν, καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε αἰγυπτίων τυράννῳ.
Εἰ δὲ τὸν Χριστόν, τὸ νομικὸν πάσχα φαγεῖν, πρὸ τοῦ καινοῦ τούτου λέγουσι, καὶ εἰ τοῦτο εἰδοίημεν ἐντεῦθεν οὐδὲν ὄφελος γενήσεται· τὰ γὰρ τοῦ νομικοῦ πάσχα ἄζυμα, τοῖς τοῦ ἀμνοῦ κρέασι συνεσθίοντο, καὶ αὐτίκα τούτοις συνεδειπνῶντο· καὶ κατὰ τὴν τοῦ νόμου τήρησιν, οὐδὲν εἰς τὸ ἑξῆς, οὔτε τοῦ ἀμνοῦ, οὔτε τῶν ἀζύμων, οὔτε μὴν τῶν πικρίδων ὑπελιμπάνετο· τοῦ νομικοῦ γοῦν πάσχα βρωθέντος τῷ κυρίῳ, καὶ παραυτίκα καταργηθέντος, οὐχ ὑπελείφθη ἄζυμον κατὰ τὸν νόμον· ἐξῆν δὲ λοιπὸν τῷ σωτῆρι ἀναπεσόντι, τῷ προνομίῳ χρᾶσθαι τῆς ἡμέρας, ζυμίτην ἄρτον ἐσθίοντι· ἥτις ἦν πρὸ τῶν ἀζύμων, κατὰ τὸν μέγαν ἀπόστολον καὶ εὐαγγελιστὴν ἐπιστήθιον Ἰωάννην, ὅστις καὶ περὶ τῆς ἐπαύριον σαφῶς μαρτυρεῖ οὑτωσὶ λέγων· «ἄγουσι τὸν Ἰησοῦν ἀπὸ τοῦ Καϊάφα εἰς τὸ πραιτώριον· ἦν δὲ πρωΐα, καὶ αὐτοὶ οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον ἵνα μὴ μιανθῶσιν, ἀλλ᾿ ἵνα φάγωσι τὸ πάσχα»· προέλαβε δὲ ὁ Κύριος τὸ ἴδιον πάθος, ἐν ᾧ καὶ τὸ τῶν Ἰουδαίων πάσχα συνέπιπτε, καὶ ἡ σκιὰ τῇ ἀληθείᾳ συνέβαινεν· ὡς ἂν τὸ προλαβεῖν ὁμοῦ καὶ τὸ ἑαυτοῦ, καὶ τὸ καινὸν πάσχα παραδοίη τοῖς μαθηταῖς, ἅμα δὲ καὶ ζυμίτου ἄρτου μὴ ἀπορῆσαι πρὸς τοῦτο, ὁ πάντα πανσόφως οἰκονομῶν· ἵνα καὶ αὕτη ἡ περὶ αὐτοῦ προφητεία τὸ πέρας ἕξῃ· «σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ»· τί οὖν Μελχισεδὲκ προσήνεγκεν, οὐκ ἄρτον καὶ οἶνον; τί δὲ Ἀαρών, ἀμνόν, καὶ ἄζυμα, καὶ πικρίδας· ὄντως οὐδὲν τῆς ἐν Πνεύματι προφητείας ταύτης περὶ τοῦ μεγίστου τούτου μυστηρίου, καθαρώτερόν τε καὶ προσφυέστερον.
Εἰ δὲ οὗτοι ἀντέχεσθαι τοῦ παλαιοῦ νόμου βούλονται, τὸν ἀμνὸν μᾶλλον προσφερέτωσαν ὡς τύπον Χριστοῦ ἐν ταῖς σκιαῖς περισώσαντες, καὶ ζωοθυτήτωσαν, ἵνα καὶ πάλιν ὑπὸ τοῦ αὐτοῦ προφήτου ἐξελεγχθήσονται φάσκοντος οὕτω· θυσίαν καὶ προσφορὰν νομικὴν οὐκ ἠθέλησας σῶμα δὲ κατηρτίσω μοι· εἰδ᾿ οὐ τοῦτον, καί τοι οἰκείως ἔχοντα τῷ Χριστῷ, πρὸς ἐκεῖνα τὰ ἄζυμα δηλαδὴ τὰ παλαιὰ καὶ κολοβά, καὶ διὰ μόνην ἔμφασιν ἐνοδίου καὶ ἐρημικῆς κακώσεως· οὕτω τοῦ ἀποστόλου βοῶντος διαρρήδην· «τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά»· ἀκουέτωσαν πῶς καινὰ τὰ πάντα· καὶ εἰ τὰ πάντα κεκαίνωται, πῶς τὸ κεφάλαιον τῆς ἡμετέρας πίστεως, τὸ κυριακὸν σῶμα ἐν ᾧ σημειούμενοι διαστελλόμεθα, καὶ Ἰουδαίων, καὶ πάντων ἐθνῶν ἑτεροδόξων, οὐ παντάπασιν ἀλλάττειν ἐμέλησε τῷ Κυρίῳ· ὅπου γε καὶ ὑπὲρ ἄλλο τι πλέον, καινὸν τοῦτο εἶναι, καὶ καινὴν διαθήκην αὐτὸς ὁ Κύριος ἐπωνόμασεν· εἰ δὲ καινόν, πῶς οὐ διήλλακται τῶν παλαιῶν ἑορτῶν καὶ ἐθίμων οὕτως· εἰ μὴ προφανῶς ὁμολογοῦσιν ἰουδαΐζειν ἑτέρῳ κρημνῷ περιπεσοῦνται εἰς θάνατον, ὑπὲρ τὸ ἅγιον εὐαγγέλιον, τὴν Ἀπολλιναρίου παράδοσιν αἱρετισάμενοι κελεύεις, βασιλεῦ ἅγιε, πλειόνως αὐτοὺς ἰδεῖν τῆς θείας ὁδοῦ ἐξοστρακισθέντας· ὁ Υἱὸς καὶ Δεσπότης παρρησίᾳ τῷ κόσμῳ ταῦτα λαλεῖ· «ἐγώ εἰμι ἡ θύρα, ἡ ὁδός, ἡ ἀλήθεια, καὶ ἡ ζωή· δι᾿ ἐμοῦ ἐάν τις εἰσέλθῃ σωθήσεται, ὁ δὲ ἀναβαίνων ἀλλαχόθεν, οὗτος κλέπτης ἐστὶ καὶ λῃστής»· καὶ πάλιν· «τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει, καὶ ἀλλοτρίῳ οὐ μὴ ἀκολουθήσουσιν, ἀλλὰ φεύξονται ἀπ᾿ αὐτοῦ, οὐ γὰρ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν· ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν». Οἱ δὲ προφῆται περὶ αὐτοῦ, «πιστὸς κύριος ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ· πισταὶ δὲ πᾶσαι αἱ ἐντολαὶ αὐτοῦ· ἐστηριγμέναι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· πεποιημέναι ἐν ἀληθείᾳ καὶ εὐθύτητι»· καὶ ὁ ἀπόστολος· θεμέλιον τέθεικα ὑμῖν, καὶ ἕτερον θέσθαι παρὰ τὸν κείμενον οὐκ ἔστι· κἀκείνῳ ἐν ὑποδείγματι ἀνθρωπίνῳ περὶ τῶν τοῦ Κυρίου λόγων διαβεβαιούμενος· ὅμως ἀνθρώπου κεκυρωμένην διαθήκην οὐδεὶς ἀθετεῖ ἢ ἐπιδιατάσσεται.
Ἄκουσον, Βασιλεῦ ἅγιε, ἃ χαίροις ἀκούων, καὶ κρίνων κρίσιν εὐθυδικίας, ἀναμεταξὺ τῶν θείων θεσμῶν καὶ αὐτῶν· τιμὴ γὰρ βασιλέως κρίσιν ἀγαπᾷ, καὶ μάλιστα οὕτω πανευσεβοῦς· ὁ γοῦν τολμῶν ἐπιδιατάσασθαι τῶν κεκυρωμένων, καὶ ἀθετεῖν τι τῶν γεγραμμένων, καὶ ἐπεισάγειν τι τῶν μὴ γεγραμμένων, οὗτος χριστιανός ἐστιν; οὐχὶ φανερὰ αὐτοῦ ἔκπτωσις πίστεως; πῶς οὗτος χριστιανός, ὁ μὴ ἐν Χριστῷ ἀκολουθῶν κατ᾿ ἴχνος ἀρκούμενος, ἀλλ᾿ ἀντιπροσωπεῖν ἐθέλων καὶ ἀντιβαίνειν· καίτοι, οὐδὲ ὁ μέγας Μωσῆς, ὃς τύπος ἦν τοῦ Χριστοῦ ἐν πολλοῖς, πλέον τούτου ἐζήτει· ἀλλ᾿ εἰπὼν γνωστῶς ἴδω σε· καὶ τὰ ὀπίσθια ἔστερξε, καὶ ἐπιπροσθούσης πέτρας ἐδέησε. Ἀλλ᾿ οὗτοι καὶ προποδίζειν τολμῶσι· διὸ καὶ πρὸς αὐτοὺς ἄντικρυς φησί· «οὐ μὴ γὰρ ὄψεσθε τὸ πρόσωπόν μού ποτε, οἱ ἀντιβαίνειν μοι ἐπειγόμενοι»· προσδιορθούμενος τοῖς ἐξ οἷς τὸ μέγα τοῦτο πάθος ὁ μέγας Μωσῆς εἴρηκεν, ἐν τοῖς παρὰ Θεοῦ δοθεῖσιν, οὐκ ἔστι προσθεῖναι· καὶ ἀπ᾿ αὐτοῦ, οὐκ ἔστιν ἀφελεῖν, οὕτως οἶδεν ἐκεῖνος ὄπισθεν βαίνων, καὶ κατ᾿ ἴχνια τοῦ Θεοῦ· καὶ τοῖς ἄλλοις τὸν φόβον τοῦτον καὶ τὴν εὐπείθειαν ἀφοσιοῦν Θεῷ καθυπογραφόμενος.
Ἀλλ᾿ ἔστιν ἐκ τοῦ κανόνος ἰδεῖν τὴν ἐναντίαν ὅπως ἐτράπησαν· καὶ ὅ φασι τὴν ἐκ διαμέτρου· δὸς οὖν καὶ πρὸς αὐτοὺς μικρόν τι τὸν λόγον ἡμῶν τρέψασθαι. «Θεὸν οὐδεὶς ἑώρακε πώποτε ὁ μονογενὴς Υἱός, ὁ ὢν ἐν τοῖς κόλποις τοῦ Πατρός», ὡς αὐτὸς οὗτος διασαφεῖ· οὗτος ὁ ἀσφαλὴς τῶν φρικτῶν θεολόγος, καὶ περὶ τοῦ Πνεύματος τοῦ συμφυοῦς καὶ συναριθμίου αὐτῷ εἴρηκεν οὕτως εἰπών· «ὅταν ἔλθῃ ὁ παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται»· πρόσχες τῷ ρήματι Λατῖνε! ἐν τῷ φωτὶ τὸ φῶς ὀπτάνεται Δαβὶδ μαρτυρεῖ· ἐν τῇ ἀκτίνι τῷ Υἱῷ, τὸ φῶς τὸ Πνεῦμα πόθεν ἐκπορεύεται κατοπτεύσωμεν· δὶς λέγει ὁ Υἱὸς τὸ παρὰ τοῦ Πατρὸς περὶ τοῦ Πνεύματος, διαβεβαιῶν τὸν αἴτιον αὐτοῦ καὶ τοῦ ὁμοφυοῦς Πνεύματος· τὸ δὲ σὸν παρεμβόλιμον καὶ νόθον δόγμα, ποῦ· τό, ἐκ τοῦ Υἱοῦ· ἀλλ᾿ ἀποκριθείσῃ εἰς παράστασιν τῆς ὁμοουσιότητος τοῦτο προστιθέναι, ἔνθα δὴ καὶ προστίθης· καὶ οὐκ ἀρκεῖ τοῦ Κυρίου ἡ θεολογία δεῖξαι τὴν ὁμοουσιότητα ἑαυτοῦ τε καὶ τοῦ ὁμοφυοῦς καὶ συναριθμίου Πνεύματος; ὅτι καὶ ἀμφότεροι τῆς αὐτῆς πηγαίας θεότητος, καὶ τοῦ αὐτοῦ Πατρός, ὁ μὲν γεννητῶς· τὸ δὲ ἐκπορευτῶς; ταύτῃ καὶ οἱ θεοφόροι πατέρες ρητῶς χρησάμενοι ἐν τῷ Συμβόλῳ τῆς πίστεως, ἀπαραλλάκτως ἐχρήσαντο.
Σὲ δὲ καὶ τῶν Πατέρων, καὶ τοῦ μονογενοῦς αὐτοῦ, πλέον τι ἰδεῖν καὶ μυηθῆναι ἐφρόνησας! οὕτως ἐξ ἀπονοίας, καὶ τῷ μὴ πειθαρχεῖν τῷ Χριστῷ θεσπίζοντι, ἄνω καὶ κάτω τίθης τὰ θεῖα καὶ ἱερὰ δόγματα· καὶ νῦν μέν, τὴν κάτω καὶ περὶ ἡμᾶς δεσποτικὴν οἰκονομίαν· νῦν δέ, τὴν ἀνωτάτω καὶ θεαρχικὴν θεολογίαν, ταῖς μειώσεσί τε καὶ προσθήκαις καταρρυπαίνων τὴν πίστιν συγχέεις· μᾶλλον δέ τινα καινὴν πίστιν εἰσάγεις, καὶ ἕτερον εὐαγγέλιον, οὐκ ἔστιν ἄλλο κατὰ τὸν μέγαν ἀπόστολον εἰπεῖν, εἰ μή τι ὁ ταράσσων εἴη διά σου τὴν πίστιν διάβολος.
Ἆρ᾿ οὐχὶ προφανῶς γὰρ τοῦτο τὸ δόγμα τοῦ σατανᾶ; δυαρχίαν ἄθεον παρεισάγον, καὶ τὸ Πνεῦμα ὑποβιβάζον; μᾶλλον δὲ μηδὲ τοῦ μονογενοῦς φυόμενον καὶ ὃ δοκεῖ χαρίζεσθαι, ἐχθρωδῶς προσφυόμενον; εἰ γὰρ ἡ τοῦ Πατρὸς μὲν γονιμότης διττή, κατά τε τὴν γέννησιν καὶ προβολήν, αὕτη δὲ ὡς φῄς, μὴ ἰδίωμα τῆς τοῦ Πατρὸς ὑποστάσεως, ἀλλὰ φύσεως, πῶς τῷ Υἱῷ μὲν ἐξ ἡμισείας ἔσται, τῷ Πνεύματι δὲ οὐδ᾿ ὅλως; εἴπερ ὅσα τῆς φύσεως κοινά, καὶ τῶν τριῶν ἀπαραλλάκτως θεαρχικῶν ὑποστάσεων· καὶ Υἱῷ καὶ Πνεύματι μείωσις τῶν ἐπικοίνων ἐσεῖται· οὕτως οὐδὲν τοῦ θεολογικοῦ ἐκείνου ρητοῦ ἐνταῦθα ἡμῖν προσφυέστερον· ὡς εἴτι ἄν τις τῶν τριῶν κάτω θῇ, τὸ πᾶν καθαιρεῖ· μήτε τὸν Πατέρα τιμῶν, τὸ ἀτιμάζειν τὰ ἐξ αὐτοῦ διὰ τῶν ἀνίσων βαθμῶν τῆς θεότητος· καὶ σὺ μὲν οἶδα, ὅτι οὐδ᾿ ἐπιστρέφει τῶν λεγομένων· ζητῶν γὰρ τὴν ἰδίαν παραπληξίαν ἱστᾶν, οὐ γὰρ εἴπω δικαιοσύνην, τῇ γὰρ δικαιοσύνῃ τοῦ Θεοῦ, οὐχ ὑποτάσσῃ· ἡμεῖς δὲ διὰ ταῦτα καὶ ὡς αἱρετικὸν προφανῶς θεωροῦμέν σε, ὅτι μηδὲ τὸ σύμβολον τῆς ὀρθοδόξου πίστεως ἔχεις ἀπαραποίητον. Καθάπαξ δὲ ἀπεφήνατο τὸ Πνεῦμα τὸ Ἅγιον διὰ τῶν ἁγίων καὶ Οἰκουμενικῶν Συνόδων, τῶν ἑπταρίθμων στύλων τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, ὃ ἔθετο ἐν τῇ Ἐκκλησίᾳ, Ἀποστόλους, Προφήτας καὶ Διδασκάλους, πρὸς τὸν καταρτισμὸν τῶν Ἁγίων, Σύμβολον αὐτὸ εἶναι, παντὸς ὀρθοδοξοῦντος χριστιανοῦ. Σὺ δὲ οὐδὲ τοῦτο ταῖς σαῖς ἐπισφαλέσι διευθετισμοῖς καὶ ἐπιδιορθώσεσιν, ἀπαρεγχείρητον εἴασας.
Εἴπερ, Δέσποτα ἡμῶν ἅγιε, τὰς αὐτῶν παραποιήσεις πάσας, τὰς τῶν ἐκκλησιαστικῶν καὶ θείων παραδόσεων καὶ θεσμῶν ἀπαριθμήσομεν, καὶ ἐπὶ πολὺ τὸν λόγον ἐκτενοῦμεν, καὶ τὰς βασιλικὰς καὶ θείας ἀκοὰς ἀποκναίσομεν· καὶ ἵνα μὴ τοῦτο γένηται, ἐῶμεν τὰς ἐπιλοίπους, παρὰ πολλῶν τῶν κατ᾿ αὐτῶν γραψάντων τῶν ἐν εὐσεβεῖ καὶ ὁσίᾳ τῇ λήξει γεγονότων ἁγιωτάτων Πατριαρχῶν τε καὶ Ἀρχιερέων ἡμῶν, καὶ βασανισθείσας, καὶ στηλογραφηθείσας, ἐκεῖνο δὲ συνελόντι λέγομεν.