Δευτέρα 17 Απριλίου 2017

ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΕΙΣ ΤΗΝ ΦΩΤΟΦΟΡΟΝ ΚΑΙ ΑΓΙΑΝ ΑΝΑΣΤΑΣΙΝ ΤΟΥ ΚΥΡΙΟΥ

Ἁγίου Γρηγορίου Ἐπισκόπου Νύσσης
Λόγος στὴν Φωτοφόρο καὶ Ἁγία Ἀνάσταση

Εὐλογητὸς ὁ θεός. εὐφημήσωμεν σήμερον τὸν μονογενῆ θεὸν τὸν τῶν οὐρανίων γεννήτορα, τὸν τῶν κρυφίων λαγόνων τῆς γῆς ὑπερκύψαντα καὶ ταῖς φαεσφόροις ἀκτῖσι τὴν ὅλην οἰκουμένην ἀποσκιάσαντα. εὐφημήσωμεν σήμερον τὴν ταφὴν τοῦ μονογενοῦς, τὴν ἀνάστασιν τοῦ νικητοῦ, τὴν χαρὰν τοῦ κόσμου, τὴν ζωὴν τῶν ἐθνῶν [τοῦ κόσμου]. εὐφημήσωμεν σήμερον τὸν τὴν ἁμαρτίαν ἐνδυσάμενον. εὐφημήσωμεν σήμερον τὸν θεὸν λόγον, ὃς τὴν τοῦ κόσμου σοφίαν ἤλεγξε, τῶν προφητῶν τὴν πρόρρησιν ἐκύρωσε, τῶν ἀποστόλων τὸν σύνδεσμον συνήθροισε, τῆς ἐκκλησίας τὴν κλῆσιν, τοῦ πνεύματος τὴν χάριν ἀφήπλωσε. ἰδοὺ γὰρ ἡμεῖς οἵ ποτε ξένοι <ὄντες> τῆς τοῦ θεοῦ ἐπιγνώσεως τὸν θεὸν ἐπέγνωμεν καὶ τὸ γεγραμμένον πεπλήρωται· Μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς κύριον πάντα τὰ πέρατα τῆς γῆς καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν.

Τί μνησθήσονται; τὴν παλαιὰν πτῶσιν, τὴν νέαν ἀνάστασιν, τὴν ἀρχαίαν παράβασιν καὶ τὴν ὕστερον διόρθωσιν, τὴν θνῆσιν τῆς Εὔας, τῆς παρθένου τὴν γέννησιν, τῶν ἐθνῶν τὴν ἐπανόρθωσιν, τῶν ἁμαρτωλῶν τὴν ἄφεσιν, τῶν προφητῶν τὴν πρόρρησιν, τῶν ἀποστόλων τὸ κήρυγμα, τῆς κολυμβήθρας τὴν ἀναγέννησιν, τοῦ παραδείσου τὴν εἰσοίκησιν, τῶν οὐρανῶν τὴν ἐπάνοδον, τὸν δημιουργὸν ἀναστησάμενον, τὸν τὴν ἀπρέπειαν ἀποδυσάμενον, τὸν τῇ θεϊκῇ μεγαλουργίᾳ τὸ φθαρτὸν εἰς ἀφθαρσίαν μεταλλεύσαντα. καὶ ποίαν ἀπρέπειαν ἀπέθετο; ἣν Ἡσαΐας εἶπε· Καὶ εἴδομεν αὐτόν, φησί, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον, ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων.
Πότε ἦν ἄτιμος; ὅτε τοῖς ἀλιτηρίοις Ἰουδαίοις προσωμίλει καὶ Σαμαρίτης καὶ δαιμόνιον ἔχων ἐκαλεῖτο, ὅτε Ἰούδας ὁ Ἰσκαριώτης καὶ τὰ τοῦ σκότους γεννήματα πρὸς φόνον ἐκράτουν τὸν ἀχώρητον. οὐκ ἀσκόπως ἔλεγεν αὐτοῖς Ἰωάννης· Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; ὄντως γὰρ ἡ ὀργὴ τοῦ θεοῦ μενεῖ ἐπ᾿ αὐτούς.
Πότε ἦν ἄτιμος; ὅτε τὸ βλάστημα τῆς ἐπιεικείας ῥαπίσμασι ἐλάμβανον καὶ μεθ᾿ ὅρκων ἠρώτων τὸν τῶν ὅρκων δικαστὴν ὑπάρχοντα.
Πότε ἦν ἄτιμος; ὅτε ἐδικάζετο ὁ δικαστὴς καὶ ἐκρίνετο ὁ κριτὴς τοῦ κόσμου, ὁ οἰκέτης ἠρώτα καὶ <ὁ> δεσπότης ἐσιώπα, τὸ φῶς ἡσύχαζε καὶ τὸ σκότος ἐγαυρία, τὸ πλάσμα ἐθρασύνετο καὶ ὁ δημιουργὸς ἐκαρτέρει.
Πότε ἦν ἄτιμος; ὅτε οἱ ταῦροι ἐκεράτιζον καὶ ὁ μόσχος παρίστατο, ὅτε ὁ λέων ὠρύετο καὶ οἱ ταῦροι ἐγαυρύνοντο καθὼς γέγραπται· Περιεκύκλωσάν με μόσχοι πολλοί, ταῦροι πίονες περιέσχον με· ἤνοιξαν ἐπ᾿ ἐμὲ τὸ στόμα αὐτῶν ὡς λέων ἁρπάζων καὶ ὠρυόμενος.
Πότε ἦν ἄτιμος; ὅτε οἱ κύνες ὑλάκτουν καὶ ὁ δεσπότης ἠνείχετο, ὅτε οἱ λύκοι ἥρπαζον καὶ τὸ πρόβατον παρίστατο, ὅτε <ὁ> λῃστὴς εἰς ζωὴν ἐκαλεῖτο, ἡ δὲ ζωὴ τοῦ κόσμου εἰς θάνατον εἵλκετο, ὅτε ἐβόων ἐκείνην τὴν ἄτακτον καὶ ὀλέθριον φωνὴν Ἆρον, ἆρον, σταύρωσον αὐτόν, Τὸ αἷμα αὐτοῦ ἐφ᾿ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν, οἱ κυριοκτόνοι, οἱ προφητοκτόνοι, οἱ θεομάχοι, οἱ μισόθεοι, οἱ τοῦ νόμου ὑβρισταί, οἱ τῆς χάριτος πολέμιοι, οἱ ἀλλότριοι τῆς πίστεως τῶν πατέρων, οἱ συνήγοροι τοῦ διαβόλου, τὰ γεννήματα τῶν ἐχιδνῶν, οἱ ψιθυρισταί, οἱ κατάλαλοι, οἱ ἐσκοτισμένοι τῇ διανοίᾳ, ἡ ζύμη τῶν Φαρισαίων, τὸ συνέδριον τῶν δαιμόνων, οἱ ἀλάστορες, οἱ πάμφαυλοι, οἱ λιθασταί, οἱ μισόκαλοι. εἰκότως γὰρ ἔκραζον· Ἆρον, ἆρον, σταύρωσον αὐτόν. ἐβάρει γὰρ αὐτοὺς ἡ ἐπιδημία τῆς θεότητος μετὰ σαρκὸς καὶ ἐλυπεῖτο τὸν ἔλεγχον ὁ τρόπος· ἔθος γὰρ ἁμαρτωλοῖς μισεῖν τὴν τῶν δικαίων συντυχίαν.
Πότε ἦν ἄτιμος; ὅτε αὐτὸν ἐφραγέλλωσαν καὶ τὸ σῶμα αὐτοῦ τὸ ἅγιον ἐβασάνιζον φέροντα ἑκουσίως πάθη, ἵνα τοὺς παλαιοὺς μώλωπας τῶν ἡμετέρων ἁμαρτημάτων θεραπεύσῃ, ὅτε τὸ ξύλον τοῦ σταυροῦ ἐπὶ τῶν ὤμων ἐβάσταζε τὸ κατὰ τοῦ διαβόλου τρόπαιον, ὅτε στέφανον ἐξ ἀκανθῶν περιέβαλλον τῷ στεφανοῦντι τοὺς πεποιθότας ἐπ᾿ αὐτόν, ὅτε πορφύραν ἐνέδυσαν τὸν ἀφθαρσίαν τοῖς ἀναγεννωμένοις δι᾿ ὕδατος καὶ πνεύματος [ἁγίου] χαριζόμενον, ὅτε προσήλωσαν τῷ ξύλῳ τὸν τῆς ζωῆς καὶ τοῦ θανάτου κύριον ὑπάρχοντα.
Πότε ἦν ἄτιμος; ὅτε ἐθριάμβευον ἐμπαίζοντες οἱ στρατιῶται τὸν τῆς στρατιᾶς τῶν οὐρανῶν δεσπότην.
Πότε ἦν ἄτιμος; ὅτε καλάμῳ περιθέντες σπόγγον ἐμπλήσαντες ὄξους ἐπότιζον [αὐτὸν καὶ χολὴν ἐδίδουν] τὸν τὸ μάννα αὐτοῖς ἐπομβρήσαντα, ὅτε αἱ πέτραι ἐρρήγνυντο καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίζετο τῶν ἀλιτηρίων τὴν τόλμαν ἐκπληττόμενα, ὅτε ὁ ἥλιος ἐπένθει καὶ τὸ σκότος ὡς σάκκον ἐνεδύετο πενθῶν τὴν τῶν Ἰουδαίων ἀπόπτωσιν· ἐθρήνει γὰρ ἡ ἡμέρα τὰς Ἰουδαίων συμφοράς, ὅτε ἐν μέσῳ λῃστῶν ἡ ζωὴ ἐκρέματο τοῦ μὲν ὀνειδίζοντος καὶ καταλαλοῦντος, τοῦ δὲ τῇ μετανοίᾳ λῃστεύοντος τὸν παράδεισον.
Πότε ἦν ἄτιμος; ὅτε τὸ σῶμα πρὸς ταφὴν ἐδίδοτο.
Πότε ἦν ἄτιμος; ὅτε <οἱ> στρατιῶται ἐφύλαττον καὶ ἡ γῆ κατέκρυπτε τὸν τὴν γῆν ἐπὶ τῶν ὑδάτων ἑδράσαντα, ὅτε οἱ ἀπόστολοι ἐκρύπτοντο τῶν πειρασμῶν τὸν ὄγκον οὐ δυνάμενοι φέρειν.
Ἀλλὰ ὅρα, ἀγαπητέ, τοῦ θεοῦ τὰ θαύματα καὶ μετὰ τὸ πάθος τῆς χαρᾶς τὰ κατορθώματα. ὁ ἄτιμος εἰς εὐδοξίαν μετεβάλλετο καὶ ἡ τοῦ κόσμου χαρὰ ἄφθαρτος ἐγήγερται μετὰ τοῦ σώματος. τότε ὤδινεν ἡ γῆ καὶ ἐκυοφόρησεν ἡ ἡμέρα καὶ ἀπέπτυσεν ὁ θάνατος τὴν πάντων ζωήν· οὐ γὰρ ἦν δυνατὸν κρατεῖσθαι ὑπὸ τοῦ θανάτου τὸν πάντα λόγῳ κρατοῦντα.
Ἑορτάσωμεν τοίνυν τριήμερον ἀνάστασιν ζωῆς αἰωνίου πρόξενον. ὥσπερ γὰρ Μαρία ἡ θεοτόκος παρθενικὰς καὶ ἀνυμφεύτους ὠδῖνας [οὐ] λύσασα βουλήσει θεοῦ καὶ πνεύματος χάριτι ἐγέννησε τὸν τῶν αἰώνων ποιητὴν τὸν ἐκ θεοῦ θεὸν λόγον, οὕτως καὶ ἡ γῆ ἐκ τῶν οἰκείων λαγόνων τὰς ὠδῖνας τοῦ θανάτου λύσασα ἀπέπτυσε κελευσθεῖσα τὸν τῶν Ἰουδαίων δεσπότην· οὐ γὰρ ἠδύνατο κατέχειν σῶμα φορεῖον ἀθανασίας γενόμενον. σκοπῶν τοίνυν ὁ προφήτης Δαβὶδ τῆς εὐπρεπείας τὴν διόρθωσιν, τοῦ θανάτου τὴν λύσιν, τῶν ποτε δούλων τὴν ἐλευθερίαν βοᾷ καὶ λέγει· Ὁ κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο. ποίαν εὐπρέπειαν ἐνεδύσατο; τὴν ἀφθαρσίαν, τὴν ἀθανασίαν, τῶν ἀποστόλων τὴν σύγκλητον, τῆς ἐκκλησίας τὸν στέφανον. οὐκέτι Ἰούδας προδίδωσιν, οὐκέτι Καϊαφᾶς ἀπειλεῖ, οὐκέτι Ἡρώδης πρὸς παιδοκτονίαν ὁπλίζεται, οὐκέτι Πιλᾶτος δικάζει οὔτε Ἰσραηλῖται κρατοῦσι· τὸ γὰρ φθαρτὸν γέγονεν ἄφθαρτον καὶ ὁ παρ᾿ αὐτοῖς νομιζόμενος ἄνθρωπος ψιλὸς θεὸς ἀποδέδεικται ἀληθινός. διὸ καὶ ἡμεῖς βοῶμεν· Ποῦ σου, θάνατε, τὸ κέντρον; ποῦ σου, ᾅδη, τὸ νῖκος; Ὁ κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο κύριος δύναμιν καὶ περιεζώσατο. δύναμιν λέγει τὴν διὰ σαρκὸς οἰκονομίαν· ὅτι γὰρ ἐκείνης δυνατώτερον οὐδὲν, διὰ σώματος ὁ ἀσώματος δαίμονας κατέβαλε, διὰ σταυροῦ τὰς ἀντικειμένας δυνάμεις ἐξεπολιόρκησεν.
Ἐπειδὴ γὰρ τὰ πρῶτα ἐκλόνει τὴν γῆν ἡ ἁμαρτία, ἀναστὰς ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, καθὼς προεῖπεν, ἐστερέωσεν αὐτὴν τῷ ξύλῳ τοῦ σταυροῦ μηκέτι πρὸς ὄλισθον ἀπωλείας βαδίζειν μήτε χειμῶσι τῆς πλάνης ῥιπίζεσθαι. μάρτυρα δὲ τοῦ λόγου τὸν μακάριον Παῦλον ἀγάγωμεν λέγοντα οὕτως. Δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν. διὸ καὶ ὁ ψαλμῳδὸς λέγει· Ἕτοιμος ὁ θρόνος σου ἀπὸ τότε, ἀπὸ τοῦ αἰῶνος σὺ εἶ, καί· Ἡ βασιλεία σου βασιλεία αἰώνιος, ἥτις οὐ διαφθαρήσεται, καὶ πάλιν· Ἡ βασιλεία σου βασιλεία πάντων τῶν αἰώνων, καὶ πάλιν· Ὁ κύριος ἐβασίλευσεν, ἀγαλλιασθήτω ἡ γῆ, εὐφρανθήτωσαν νῆσοι πολλαί, ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς <αἰῶνας τῶν αἰώνων, ἀμήν.>
1. «Εἶναι δοξασμένος ὁ Θεός» (Λουκ. α´ 68). Ἂς ποῦμε ἐπαινετικὰ λόγια σήμερα στὸ Μονογενῆ Θεό, τὸν δημιουργὸ τῶν οὐρανίων πραγμάτων, Αὐτὸν ποὺ ἔσκυψε στὶς μυστικὲς ἐκτάσεις τῆς γῆς καὶ μὲ τὶς φωτεινὲς ἀκτῖνες Του φώτισε ὅλη τὴν οἰκουμένη. Ἂς ποῦμε ὕμνους σήμερα γιὰ τὴν Ταφὴ τοῦ Μονογενῆ, τὴν Ἀνάσταση τοῦ Νικητῆ, τὴ χαρὰ τοῦ κόσμου, τὴ ζωὴ ὅλων τῶν ἐθνῶν (Ἰωάν. ιστ´ 20, Λουκ. β´ 10). Ἂς ὑμνήσουμε σήμερα αὐτὸν ποὺ φόρεσε τὴν ἁμαρτία (Β´ Κορ. ε´ 21). Ἂς ποῦμε εὔφημα λόγια σήμερα στὸ Θεὸ Λόγο, ποὺ ντρόπιασε τὴ σοφία τοῦ κόσμου (Α´ Κορ. α´ 20) ἐπιβεβαίωσε τὴν πρόρρηση τῶν Προφητῶν, συγκέντρωσε τὸν ὅμιλο τῶν Ἀποστόλων, διέδωσε τὴν πρόσκληση τῆς Ἐκκλησίας καὶ τὴ Χάρη τοῦ Πνεύματος. Διότι νὰ ἡ ἀπόδειξη, ἐμεῖς, ποὺ κάποτε ἤμασταν ξένοι ἀπὸ τὴ βαθειὰ γνώση τοῦ Θεοῦ (Ἐφ. β´ 13,19), γνωρίσαμε τὸν Θεὸ καὶ ἐκπληρώθηκε τὸ γραμμένο, «θὰ θυμηθοῦν καὶ θὰ στραφοῦν στὸν Κύριο ὅσοι κατοικοῦν στὶς ἄκρες της γῆς καὶ θὰ πέσουν νὰ τὸν προσκυνήσουν ὅλες οἱ φυλὲς τῶν ἐθνῶν» (Ψαλμ. κα´ 28).
2. Τί νὰ θυμηθοῦν; Τὴν παλιὰ πτώση, τὴ νέα ἀνάσταση, τὴν ἀρχαία παράβαση καὶ τὴ μετὰ διόρθωση, τὸν θάνατον τῆς Εὔας, τὴ γέννηση τῆς Παρθένου Μαρίας, τὴν ἀποκατάσταση τῶν ἐθνῶν, τὴ συγχώρηση τῶν ἁμαρτωλῶν, τὴν πρόρρηση τῶν Προφητῶν, τὸ κήρυγμα τῶν Ἀποστόλων, τὴν ἀναγέννηση τῆς κολυμβήθρας (Ἰωαν. ε´ 1-30), τὴν εἴσοδο στὸν παράδεισο, τὴν ἐπιστροφὴ στοὺς οὐρανούς, τὸ δημιουργὸ ποὺ ἀναστήθηκε, Ἐκεῖνον ποὺ ξεντύθηκε ὅσα δὲν τοῦ ἔπρεπαν, Ἐκεῖνον ποὺ μὲ τὴ θεϊκή Του μεγαλοσύνη μετέτρεψε τὸ φθαρτὸ σὲ ἀφθαρσία. Καὶ ποιὰ εἶναι αὐτὰ ποῦ τὰ ἀπομάκρυνε, γιατί δὲν τοῦ ἔπρεπαν; Ἐκεῖνα ποὺ εἶπε ὁ Ἡσαΐας: «Τὸν εἴδαμε καὶ δὲν εἶχε ὀμορφιὰ οὔτε κάλλος, ἀλλὰ τὸ πρόσωπό Του ἦταν ἀτιμασμένο καὶ στερημένο ἀπὸ ὡραιότητα πιὸ πολὺ ἀπὸ ὅλους τοὺς ἀνθρώπους» (Ἡσ. νγ´ 2-3).
3. Πότε ἦταν ἀτιμασμένος; Ὅταν συναναστρεφόταν τοὺς ἀσεβεῖς Ἰουδαίους, ποὺ τὸν ἀποκαλοῦσαν Σαμαρείτη καὶ δαιμονισμένο (Ἰωάν. η´ 48). Ὅταν ὁ Ἰούδας ὁ Ἰσκαριώτης καὶ ὅσοι τοὺς γέννησε τὸ σκοτάδι, κρατοῦσαν αὐτὸν ποὺ δὲ χωράει πουθενὰ γιὰ νὰ τὸν θανατώσουν. Δὲν ἔλεγε ἄδικα ὁ Ἰωάννης ὁ Πρόδρομος γι᾿ αὐτούς, «Ἐσᾶς ποῦ σᾶς γέννησαν οἱ ὀχιές, ποιὸς σὰς συμβούλευσε νὰ ξεφύγετε τὴ μελλοντικὴ ὀργή;» (Ματθ. γ´ 7). Διότι πραγματικὰ θὰ μείνει πάνω τους ἡ ὀργὴ τοῦ Θεοῦ.
4. Πότε ἦταν ἀτιμασμένος; Ὅταν τὸν ἀντιμετώπιζαν Αὐτόν, τὸ βλαστὸ τῆς ἐπιείκειας, μὲ ῥαπίσματα καὶ ζητοῦσαν ἀπαντήσεις μὲ ὅρκους ἀπὸ Αὐτόν, ποὺ εἶναι ὁ δικαστὴς τῶν ὅρκων (Μαρκ. ιδ´ 65).
5. Πότε ἦταν ἀτιμασμένος; Ὅταν δίκαζαν τὸ δικαστὴ καὶ ἔκριναν τὸν Κριτὴ τοῦ κόσμου, ὅταν ὁ δοῦλος ρωτοῦσε καὶ ὁ Κύριος σιωποῦσε, τὸ φῶς ἡσύχαζε καὶ τὸ σκοτάδι θριαμβολογοῦσε, τὸ δημιούργημα ἔδειχνε θράσος καὶ ὁ Δημιουργὸς ἔδειχνε ὑπομονή.
6. Πότε ἦταν ἀτιμασμένος; Ὅταν οἱ ταῦροι χτυποῦσαν μὲ τὰ κέρατα καὶ ὁ ταῦρος στεκόταν ἥσυχος, ὅταν τὸ λιοντάρι ὠρυόταν καὶ οἱ ταῦροι στέκονταν ἀγέρχοι, ὅπως ἔχει γραφεῖ στοὺς ψαλμούς, «Μὲ περικύκλωσαν πολλὰ καὶ μὲ τριγύρισαν ταῦροι καλοθρεμμένοι. Ἄνοιξαν τὸ στόμα τοὺς ἐναντίον μου, ὅπως τὸ λιοντάρι ποὺ ἁρπάζει καὶ ὠρύεται» (Ψαλμ. κα´ 12).
7. Πότε ἦταν ἀτιμασμένος; Ὅταν γάβγιζαν τὰ σκυλιὰ καὶ ὁ Δεσπότης ἔδειχνε ἀνοχή. Ὅταν οἱ λύκοι ἅρπαζαν καὶ τὸ πρόβατο δὲν ἔφερνε ἀντίσταση. Ὅταν ὁ λῃστὴς δεχόταν πρόσκληση στὴ ζωή, ἐνῷ ἡ ζωὴ τοῦ κόσμου συρόταν στὸ θάνατο. Ὅταν ἔβγαζαν ἐκείνη τὴν ἄτακτη καὶ ὀλέθρια φωνή, «θάνατος, θάνατος, σταύρωσέ Τον. Τὸ αἷμα Του πάνω μας καὶ στὰ παιδία μας» (Ἰωάν. ιθ´ 15, Ματθ. κζ´ 25), οἱ φονιάδες τοῦ Κυρίου καὶ τῶν προφητῶν, οἱ θεομάχοι, οἱ μισόθεοι, οἱ ὑβριστὲς τοῦ νόμου, οἱ πολέμιοι τῆς χάριτος, οἱ ἐχθροὶ τῆς πίστεως, οἱ συνήγοροι τοῦ διαβόλου, τὰ γεννήματα τῶν ἐχιδνῶν, οἱ ψιθυριστές, οἱ κατήγοροι, οἱ σκοτισμένοι στὴ διάνοια, ἡ ζύμη τῶν Φαρισαίων (Ματθ. ιστ´ 6, Μαρκ. η´ 15, Λουκ. ιβ´ 1), τὸ συνέδριο τῶν δαιμόνων, οἱ μιαροί, οἱ κακότατοι, οἱ ψιθυριστές, οἱ μισόκαλοι. Καὶ δίκαια φώναζαν «θάνατος, θάνατος, σταύρωσέ Τον», διότι τοὺς βάραινε ἡ παρουσία τῆς Θεότητος μὲ σάρκα καὶ τοὺς στενοχωροῦσε ὁ ἔλεγχος γιὰ τὸν τρόπο τῆς ζωῆς τους. Εἶναι συνήθεια οἱ ἁμαρτωλοὶ νὰ μισοῦν τὴ συναναστροφὴ μὲ τοὺς δικαίους.
8. Πότε ἦταν ἀτιμασμένος; Ὅταν φραγγέλωσαν καὶ βασάνισαν τὸ ἅγιο σῶμα Ἐκείνου ποὺ ὑπέφερε τὰ πάθη μὲ τὴ θέλησή Του, γιὰ νὰ θεραπεύσει τὶς παλιὲς πληγὲς τῶν ἁμαρτημάτων μας. Ὅταν σήκωνε τὸ ξύλο τοῦ Σταυροῦ ἐπάνω στοὺς ὤμους Του, τρόπαιο κατὰ τοῦ διαβόλου. Ὅταν φοροῦσαν ἀγκάθινο στεφάνι σ᾿ Ἐκεῖνον ποὺ στεφανώνει ὅσους πιστεύουν σ᾿ Αὐτόν. Ὅταν ἔντυσαν μὲ πορφύρα περιπαιχτικὰ Αὐτὸν ποὺ χαρίζει ἀφθαρσία σὲ ὅσους ξαναγεννιοῦνται μὲ νερὸ καὶ Πνεῦμα Ἅγιο (Ἰωαν. γ´ 5, Ματθ. κζ´ 48). Ὅταν κάρφωσαν στὸ ξύλο τοῦ Σταυροῦ Αὐτὸν ποὺ εἶναι Κύριος της ζωῆς καὶ τοῦ θανάτου.
9. Πότε ἦταν ἀτιμασμένος; Ὅταν οἱ στρατιῶτες θριάμβευαν περιπαίζοντας τὸ Δεσπότη τῆς οὐρανίας στρατιᾶς τῶν Ἀγγέλων.
10. Πότε ἦταν ἀτιμασμένος; Ὅταν ἔδεσαν σὲ καλάμι σπόγγο γεμάτο ξύδι καὶ Τὸν πότισαν καὶ ἔδιναν χολὴ σ᾿ Αὐτὸν ποὺ τοὺς ἔρριξε τὸ μάνα (Ἐξ. ιστ´ 13-15). Ὅταν ἔσπαζαν οἱ πέτρες καὶ σκιζόταν τὸ καταπέτασμα τοῦ Ναοῦ κατάπληκτα ἀπὸ τὸ θράσος τῶν ἀσεβῶν. Ὅταν ὁ ἥλιος πενθοῦσε καὶ ντυνόταν τὸ σκοτάδι σὰν σάκο, πενθώντας τὴν πτώση τῶν Ἰουδαίων. Διότι ἡ ἡμέρα θρηνοῦσε τὶς συμφορὲς τῶν Ἰουδαίων, ὅταν ἡ Ζωή, δηλαδὴ ὁ Χριστός, ἦταν κρεμασμένος ἀνάμεσα σὲ δυὸ Λῃστές, καὶ ὁ ἕνας Τὸν χλεύαζε καὶ Τὸν κατηγοροῦσε, ὁ δὲ ἄλλος μὲ τὴ μετάνοιά του ἅρπαζε τὸν Παράδεισο (Λουκ. κγ´ 39-43).
11. Πότε ἦταν ἀτιμασμένος; Ὅταν τὸ σῶμα παραδινόταν γιὰ νὰ ταφεῖ.
12. Πότε ἦταν ταπεινωμένος; Ὅταν οἱ στρατιῶτες Τὸν φύλαγαν καὶ ἡ γῆ ἔκρυβε Αὐτὸν ποὺ στήριξε τὴ γῆ ἐπάνω στὰ νερὰ (Γεν. α´ 9). Ὅταν οἱ Ἀπόστολοι κρύβονταν, μὴν μπορώντας νὰ ὑποφέρουν τοὺς πολλοὺς πειρασμούς.
13. Ὅμως πρόσεχε, ἀγαπητέ, τὰ θαύματα τοῦ Θεοῦ καὶ τὰ κατορθώματα τῆς χαρᾶς ποὺ ἦλθε μετὰ τὸ πάθος. Ὁ ἀτιμασμένος μεταβαλλόταν σὲ ἔνδοξο καὶ ἡ χαρὰ τοῦ κόσμου ἀνασταίνεται ἄφθαρτη μαζὶ μὲ τὸ σῶμα. Τότε εἶχε ὠδῖνες τοκετοῦ ἡ γῆ καὶ κυοφόρησε ἡ ἡμέρα. Καὶ ὁ θάνατος ἀπέβαλε τὴ ζωὴ τῶν ὅλων. Διότι δὲν ἦταν δυνατὸν ὁ θάνατος νὰ κρατήσει Ἐκεῖνον ποὺ κρατᾷ τὰ πάντα μὲ τὸ λόγο Του.
14. Ἂς γιορτάσουμε, λοιπόν, τὴ μετὰ ἀπὸ τρεῖς ἡμέρες ἀνάσταση τοῦ Χριστοῦ, ποὺ προξένησε τὴν αἰώνια ζωή. Διότι, ὅπως ἀκριβῶς ἡ Θεοτόκος Μαρία δὲ δοκίμασε παρθενικὲς ὠδῖνες ἀνύμφευτης κόρης, ἀλλὰ μὲ τὴ θέληση τοῦ Θεοῦ καὶ μὲ τὴ Χάρη τοῦ Ἁγίου Πνεύματος γέννησε τὸ Δημιουργὸ τῶν αἰώνων, τὸ Θεὸ Λόγο ποὺ προέρχεται ἀπὸ τὸ Θεό, ἔτσι καὶ ἡ γῆ ἀπὸ τὴν κοιλιά της, καταργώντας τὶς ὠδῖνες τοῦ θανάτου (Πραξ. β´ 24) ἄφησε, ὅταν διατάχθηκε, ἐλεύθερο τὸν Κύριο τῶν Ἰουδαίων. Γιατί δὲν μποροῦσε νὰ κρατᾷ σῶμα τὸ ὁποῖο φέρνει τὴν ἀθανασία. Σκεπτόμενος, λοιπόν, ὁ προφήτης Δαβὶδ τὴν ἀποκατάσταση τοῦ μεγαλείου, τὴν κατάργηση τοῦ θανάτου, τὴν ἐλευθερία ὅταν πρὶν ἦταν δοῦλοι, φωνάζει καὶ λέει: «Βασίλευσε ὁ Κύριος, φόρεσε τὸ μεγαλεῖο Του» (Ψαλμ. πβ´ 1).
15. Ποιὸ μεγαλεῖο ντύθηκε ὁ Κύριος; Τὴν ἀφθαρσία, τὴν ἀθανασία, τὸν ὅμιλο τῶν Ἀποστόλων, τὸ στεφάνι τῆς Ἐκκλησίας. Δὲν προδίδει πλέον ὁ Ἰούδας, δὲν ἀπειλεῖ πλέον ὁ Καϊάφας, δὲν ὁπλίζεται πλέον ὁ Ἡρῴδης γιὰ νὰ σφάξει τὰ παιδιά, δὲ δικάζει πλέον ὁ Πιλᾶτος, οὔτε φυλακίζουν πλέον οἱ Ἰσραηλῖτες. Τὸ φθαρτὸ ἔγινε ἄφθαρτο κι Ἐκεῖνος ποὺ Τὸν θεωροῦσαν μόνο ἁπλὸ ἄνθρωπο, ἀποδείχθηκε ἀληθινὸς Θεός. Γι᾿ αὐτὸ καὶ ἐμεῖς φωνάζουμε: «Θάνατε, ποῦ εἶναι τὸ κεντρί σου; Ἅδη, ποῦ εἶναι ἡ νίκη σου;» (Α´ Κορ. ιε´ 55). «Ὁ Κύριος βασίλευσε, φόρεσε τὸ μεγαλεῖο Του, ντύθηκε καὶ ζώσθηκε δύναμη» (Ψαλμ. πβ´ 1). Δύναμη λέει τὸ σχέδιο σωτηρίας μὲ τὴν ἔνσαρκη παρουσία Του, γιατί δὲν ὑπάρχει τίποτε πιὸ δυνατὸ ἀπὸ αὐτήν. Ὁ ἀσώματος νίκησε μὲ τὸ σῶμα Του τοὺς δαίμονες, μὲ τὸ σταυρὸ καταπολιόρκησε τὶς ἐχθρικὲς δυνάμεις.
16. Δηλαδή, ἐπειδὴ στὴν ἀρχὴ συγκλόνιζε τὴ γῆ ἡ ἁμαρτία, ὅταν ἀναστήθηκε ὁ Κύριός μας Ἰησοῦς Χριστός, ὅπως προεῖπε, τὴ στερέωσε μὲ τὸ ξύλο τοῦ Σταυροῦ, γιὰ νὰ μὴ βαδίζει πλέον στὸν γκρεμὸ τῆς καταστροφῆς, οὔτε νὰ τὴ δέρνουν οἱ Χειμῶνες τῆς πλάνης. Καὶ μάρτυρα σ᾿ αὐτὰ ποὺ λέμε ἂς φέρουμε τὸν μακάριο Παῦλο, ποὺ λέει τὰ ἑξῆς: «Αὐτὸ τὸ φθαρτὸ πρέπει νὰ ντυθεῖ ἀφθαρσία, καὶ αὐτὸ τὸ θνητὸ πρέπει νὰ ντυθεῖ ἀθανασία» (Α´ Κορ. ιε´ 53). Γι᾿ αὐτὸ καὶ ὁ ψαλμῳδὸς λέει: «Εἶναι ἕτοιμος ἀπὸ τότε ὁ θρόνος Σου, Ἐσὺ ὑπάρχεις αἰώνια» (Ψαλμ. πβ´ 2), καὶ ὁ Δανιήλ: «Ἡ βασιλεία Σου εἶναι βασιλεία ὅλων τῶν αἰώνων, ἂς γεμίσουν ἀπὸ εὐφροσύνη πολλὰ νησιά» (Ψαλμ. πστ´ 1), γιατί σ᾿ Αὐτὸν ἀνήκει ἡ δοξολογία καὶ ἡ δύναμη στοὺς ἀτέλειωτους αἰῶνες. Ἀμήν.

ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ
ΕΙΣ ΤΗΝ ΦΩΤΟΦΟΠΟΝ ΚΑΙ ΑΓΙΑΝ ΑΝΑΣΤΑΣΙΝ ΤΟΥ ΚΥΡΙΟΥ

Ἁγίου Γρηγορίου Ἐπισκόπου Νύσσης
Λόγος στὴν Φωτοφόρο καὶ Ἁγία Ἀνάσταση

Εὐλογητὸς ὁ θεός. εὐφημήσωμεν σήμερον τὸν μονογενῆ θεὸν τὸν τῶν οὐρανίων γεννήτορα, τὸν τῶν κρυφίων λαγόνων τῆς γῆς ὑπερκύψαντα καὶ ταῖς φαεσφόροις ἀκτῖσι τὴν ὅλην οἰκουμένην ἀποσκιάσαντα. εὐφημήσωμεν σήμερον τὴν ταφὴν τοῦ μονογενοῦς, τὴν ἀνάστασιν τοῦ νικητοῦ, τὴν χαρὰν τοῦ κόσμου, τὴν ζωὴν τῶν ἐθνῶν [τοῦ κόσμου]. εὐφημήσωμεν σήμερον τὸν τὴν ἁμαρτίαν ἐνδυσάμενον. εὐφημήσωμεν σήμερον τὸν θεὸν λόγον, ὃς τὴν τοῦ κόσμου σοφίαν ἤλεγξε, τῶν προφητῶν τὴν πρόρρησιν ἐκύρωσε, τῶν ἀποστόλων τὸν σύνδεσμον συνήθροισε, τῆς ἐκκλησίας τὴν κλῆσιν, τοῦ πνεύματος τὴν χάριν ἀφήπλωσε. ἰδοὺ γὰρ ἡμεῖς οἵ ποτε ξένοι <ὄντες> τῆς τοῦ θεοῦ ἐπιγνώσεως τὸν θεὸν ἐπέγνωμεν καὶ τὸ γεγραμμένον πεπλήρωται· Μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς κύριον πάντα τὰ πέρατα τῆς γῆς καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν.Τί μνησθήσονται; τὴν παλαιὰν πτῶσιν, τὴν νέαν ἀνάστασιν, τὴν ἀρχαίαν παράβασιν καὶ τὴν ὕστερον διόρθωσιν, τὴν θνῆσιν τῆς Εὔας, τῆς παρθένου τὴν γέννησιν, τῶν ἐθνῶν τὴν ἐπανόρθωσιν, τῶν ἁμαρτωλῶν τὴν ἄφεσιν, τῶν προφητῶν τὴν πρόρρησιν, τῶν ἀποστόλων τὸ κήρυγμα, τῆς κολυμβήθρας τὴν ἀναγέννησιν, τοῦ παραδείσου τὴν εἰσοίκησιν, τῶν οὐρανῶν τὴν ἐπάνοδον, τὸν δημιουργὸν ἀναστησάμενον, τὸν τὴν ἀπρέπειαν ἀποδυσάμενον, τὸν τῇ θεϊκῇ μεγαλουργίᾳ τὸ φθαρτὸν εἰς ἀφθαρσίαν μεταλλεύσαντα. καὶ ποίαν ἀπρέπειαν ἀπέθετο; ἣν Ἡσαΐας εἶπε· Καὶ εἴδομεν αὐτόν, φησί, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον, ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων.
Πότε ἦν ἄτιμος; ὅτε τοῖς ἀλιτηρίοις Ἰουδαίοις προσωμίλει καὶ Σαμαρίτης καὶ δαιμόνιον ἔχων ἐκαλεῖτο, ὅτε Ἰούδας ὁ Ἰσκαριώτης καὶ τὰ τοῦ σκότους γεννήματα πρὸς φόνον ἐκράτουν τὸν ἀχώρητον. οὐκ ἀσκόπως ἔλεγεν αὐτοῖς Ἰωάννης· Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; ὄντως γὰρ ἡ ὀργὴ τοῦ θεοῦ μενεῖ ἐπ᾿ αὐτούς.
Πότε ἦν ἄτιμος; ὅτε τὸ βλάστημα τῆς ἐπιεικείας ῥαπίσμασι ἐλάμβανον καὶ μεθ᾿ ὅρκων ἠρώτων τὸν τῶν ὅρκων δικαστὴν ὑπάρχοντα.
Πότε ἦν ἄτιμος; ὅτε ἐδικάζετο ὁ δικαστὴς καὶ ἐκρίνετο ὁ κριτὴς τοῦ κόσμου, ὁ οἰκέτης ἠρώτα καὶ <ὁ> δεσπότης ἐσιώπα, τὸ φῶς ἡσύχαζε καὶ τὸ σκότος ἐγαυρία, τὸ πλάσμα ἐθρασύνετο καὶ ὁ δημιουργὸς ἐκαρτέρει.
Πότε ἦν ἄτιμος; ὅτε οἱ ταῦροι ἐκεράτιζον καὶ ὁ μόσχος παρίστατο, ὅτε ὁ λέων ὠρύετο καὶ οἱ ταῦροι ἐγαυρύνοντο καθὼς γέγραπται· Περιεκύκλωσάν με μόσχοι πολλοί, ταῦροι πίονες περιέσχον με· ἤνοιξαν ἐπ᾿ ἐμὲ τὸ στόμα αὐτῶν ὡς λέων ἁρπάζων καὶ ὠρυόμενος.
Πότε ἦν ἄτιμος; ὅτε οἱ κύνες ὑλάκτουν καὶ ὁ δεσπότης ἠνείχετο, ὅτε οἱ λύκοι ἥρπαζον καὶ τὸ πρόβατον παρίστατο, ὅτε <ὁ> λῃστὴς εἰς ζωὴν ἐκαλεῖτο, ἡ δὲ ζωὴ τοῦ κόσμου εἰς θάνατον εἵλκετο, ὅτε ἐβόων ἐκείνην τὴν ἄτακτον καὶ ὀλέθριον φωνὴν Ἆρον, ἆρον, σταύρωσον αὐτόν, Τὸ αἷμα αὐτοῦ ἐφ᾿ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν, οἱ κυριοκτόνοι, οἱ προφητοκτόνοι, οἱ θεομάχοι, οἱ μισόθεοι, οἱ τοῦ νόμου ὑβρισταί, οἱ τῆς χάριτος πολέμιοι, οἱ ἀλλότριοι τῆς πίστεως τῶν πατέρων, οἱ συνήγοροι τοῦ διαβόλου, τὰ γεννήματα τῶν ἐχιδνῶν, οἱ ψιθυρισταί, οἱ κατάλαλοι, οἱ ἐσκοτισμένοι τῇ διανοίᾳ, ἡ ζύμη τῶν Φαρισαίων, τὸ συνέδριον τῶν δαιμόνων, οἱ ἀλάστορες, οἱ πάμφαυλοι, οἱ λιθασταί, οἱ μισόκαλοι. εἰκότως γὰρ ἔκραζον· Ἆρον, ἆρον, σταύρωσον αὐτόν. ἐβάρει γὰρ αὐτοὺς ἡ ἐπιδημία τῆς θεότητος μετὰ σαρκὸς καὶ ἐλυπεῖτο τὸν ἔλεγχον ὁ τρόπος· ἔθος γὰρ ἁμαρτωλοῖς μισεῖν τὴν τῶν δικαίων συντυχίαν.
Πότε ἦν ἄτιμος; ὅτε αὐτὸν ἐφραγέλλωσαν καὶ τὸ σῶμα αὐτοῦ τὸ ἅγιον ἐβασάνιζον φέροντα ἑκουσίως πάθη, ἵνα τοὺς παλαιοὺς μώλωπας τῶν ἡμετέρων ἁμαρτημάτων θεραπεύσῃ, ὅτε τὸ ξύλον τοῦ σταυροῦ ἐπὶ τῶν ὤμων ἐβάσταζε τὸ κατὰ τοῦ διαβόλου τρόπαιον, ὅτε στέφανον ἐξ ἀκανθῶν περιέβαλλον τῷ στεφανοῦντι τοὺς πεποιθότας ἐπ᾿ αὐτόν, ὅτε πορφύραν ἐνέδυσαν τὸν ἀφθαρσίαν τοῖς ἀναγεννωμένοις δι᾿ ὕδατος καὶ πνεύματος [ἁγίου] χαριζόμενον, ὅτε προσήλωσαν τῷ ξύλῳ τὸν τῆς ζωῆς καὶ τοῦ θανάτου κύριον ὑπάρχοντα.
Πότε ἦν ἄτιμος; ὅτε ἐθριάμβευον ἐμπαίζοντες οἱ στρατιῶται τὸν τῆς στρατιᾶς τῶν οὐρανῶν δεσπότην.
Πότε ἦν ἄτιμος; ὅτε καλάμῳ περιθέντες σπόγγον ἐμπλήσαντες ὄξους ἐπότιζον [αὐτὸν καὶ χολὴν ἐδίδουν] τὸν τὸ μάννα αὐτοῖς ἐπομβρήσαντα, ὅτε αἱ πέτραι ἐρρήγνυντο καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίζετο τῶν ἀλιτηρίων τὴν τόλμαν ἐκπληττόμενα, ὅτε ὁ ἥλιος ἐπένθει καὶ τὸ σκότος ὡς σάκκον ἐνεδύετο πενθῶν τὴν τῶν Ἰουδαίων ἀπόπτωσιν· ἐθρήνει γὰρ ἡ ἡμέρα τὰς Ἰουδαίων συμφοράς, ὅτε ἐν μέσῳ λῃστῶν ἡ ζωὴ ἐκρέματο τοῦ μὲν ὀνειδίζοντος καὶ καταλαλοῦντος, τοῦ δὲ τῇ μετανοίᾳ λῃστεύοντος τὸν παράδεισον.
Πότε ἦν ἄτιμος; ὅτε τὸ σῶμα πρὸς ταφὴν ἐδίδοτο.
Πότε ἦν ἄτιμος; ὅτε <οἱ> στρατιῶται ἐφύλαττον καὶ ἡ γῆ κατέκρυπτε τὸν τὴν γῆν ἐπὶ τῶν ὑδάτων ἑδράσαντα, ὅτε οἱ ἀπόστολοι ἐκρύπτοντο τῶν πειρασμῶν τὸν ὄγκον οὐ δυνάμενοι φέρειν.
Ἀλλὰ ὅρα, ἀγαπητέ, τοῦ θεοῦ τὰ θαύματα καὶ μετὰ τὸ πάθος τῆς χαρᾶς τὰ κατορθώματα. ὁ ἄτιμος εἰς εὐδοξίαν μετεβάλλετο καὶ ἡ τοῦ κόσμου χαρὰ ἄφθαρτος ἐγήγερται μετὰ τοῦ σώματος. τότε ὤδινεν ἡ γῆ καὶ ἐκυοφόρησεν ἡ ἡμέρα καὶ ἀπέπτυσεν ὁ θάνατος τὴν πάντων ζωήν· οὐ γὰρ ἦν δυνατὸν κρατεῖσθαι ὑπὸ τοῦ θανάτου τὸν πάντα λόγῳ κρατοῦντα.
Ἑορτάσωμεν τοίνυν τριήμερον ἀνάστασιν ζωῆς αἰωνίου πρόξενον. ὥσπερ γὰρ Μαρία ἡ θεοτόκος παρθενικὰς καὶ ἀνυμφεύτους ὠδῖνας [οὐ] λύσασα βουλήσει θεοῦ καὶ πνεύματος χάριτι ἐγέννησε τὸν τῶν αἰώνων ποιητὴν τὸν ἐκ θεοῦ θεὸν λόγον, οὕτως καὶ ἡ γῆ ἐκ τῶν οἰκείων λαγόνων τὰς ὠδῖνας τοῦ θανάτου λύσασα ἀπέπτυσε κελευσθεῖσα τὸν τῶν Ἰουδαίων δεσπότην· οὐ γὰρ ἠδύνατο κατέχειν σῶμα φορεῖον ἀθανασίας γενόμενον. σκοπῶν τοίνυν ὁ προφήτης Δαβὶδ τῆς εὐπρεπείας τὴν διόρθωσιν, τοῦ θανάτου τὴν λύσιν, τῶν ποτε δούλων τὴν ἐλευθερίαν βοᾷ καὶ λέγει· Ὁ κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο. ποίαν εὐπρέπειαν ἐνεδύσατο; τὴν ἀφθαρσίαν, τὴν ἀθανασίαν, τῶν ἀποστόλων τὴν σύγκλητον, τῆς ἐκκλησίας τὸν στέφανον. οὐκέτι Ἰούδας προδίδωσιν, οὐκέτι Καϊαφᾶς ἀπειλεῖ, οὐκέτι Ἡρώδης πρὸς παιδοκτονίαν ὁπλίζεται, οὐκέτι Πιλᾶτος δικάζει οὔτε Ἰσραηλῖται κρατοῦσι· τὸ γὰρ φθαρτὸν γέγονεν ἄφθαρτον καὶ ὁ παρ᾿ αὐτοῖς νομιζόμενος ἄνθρωπος ψιλὸς θεὸς ἀποδέδεικται ἀληθινός. διὸ καὶ ἡμεῖς βοῶμεν· Ποῦ σου, θάνατε, τὸ κέντρον; ποῦ σου, ᾅδη, τὸ νῖκος; Ὁ κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο κύριος δύναμιν καὶ περιεζώσατο. δύναμιν λέγει τὴν διὰ σαρκὸς οἰκονομίαν· ὅτι γὰρ ἐκείνης δυνατώτερον οὐδὲν, διὰ σώματος ὁ ἀσώματος δαίμονας κατέβαλε, διὰ σταυροῦ τὰς ἀντικειμένας δυνάμεις ἐξεπολιόρκησεν.
Ἐπειδὴ γὰρ τὰ πρῶτα ἐκλόνει τὴν γῆν ἡ ἁμαρτία, ἀναστὰς ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, καθὼς προεῖπεν, ἐστερέωσεν αὐτὴν τῷ ξύλῳ τοῦ σταυροῦ μηκέτι πρὸς ὄλισθον ἀπωλείας βαδίζειν μήτε χειμῶσι τῆς πλάνης ῥιπίζεσθαι. μάρτυρα δὲ τοῦ λόγου τὸν μακάριον Παῦλον ἀγάγωμεν λέγοντα οὕτως. Δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν. διὸ καὶ ὁ ψαλμῳδὸς λέγει· Ἕτοιμος ὁ θρόνος σου ἀπὸ τότε, ἀπὸ τοῦ αἰῶνος σὺ εἶ, καί· Ἡ βασιλεία σου βασιλεία αἰώνιος, ἥτις οὐ διαφθαρήσεται, καὶ πάλιν· Ἡ βασιλεία σου βασιλεία πάντων τῶν αἰώνων, καὶ πάλιν· Ὁ κύριος ἐβασίλευσεν, ἀγαλλιασθήτω ἡ γῆ, εὐφρανθήτωσαν νῆσοι πολλαί, ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς <αἰῶνας τῶν αἰώνων, ἀμήν.>
1. «Εἶναι δοξασμένος ὁ Θεός» (Λουκ. α´ 68). Ἂς ποῦμε ἐπαινετικὰ λόγια σήμερα στὸ Μονογενῆ Θεό, τὸν δημιουργὸ τῶν οὐρανίων πραγμάτων, Αὐτὸν ποὺ ἔσκυψε στὶς μυστικὲς ἐκτάσεις τῆς γῆς καὶ μὲ τὶς φωτεινὲς ἀκτῖνες Του φώτισε ὅλη τὴν οἰκουμένη. Ἂς ποῦμε ὕμνους σήμερα γιὰ τὴν Ταφὴ τοῦ Μονογενῆ, τὴν Ἀνάσταση τοῦ Νικητῆ, τὴ χαρὰ τοῦ κόσμου, τὴ ζωὴ ὅλων τῶν ἐθνῶν (Ἰωάν. ιστ´ 20, Λουκ. β´ 10). Ἂς ὑμνήσουμε σήμερα αὐτὸν ποὺ φόρεσε τὴν ἁμαρτία (Β´ Κορ. ε´ 21). Ἂς ποῦμε εὔφημα λόγια σήμερα στὸ Θεὸ Λόγο, ποὺ ντρόπιασε τὴ σοφία τοῦ κόσμου (Α´ Κορ. α´ 20) ἐπιβεβαίωσε τὴν πρόρρηση τῶν Προφητῶν, συγκέντρωσε τὸν ὅμιλο τῶν Ἀποστόλων, διέδωσε τὴν πρόσκληση τῆς Ἐκκλησίας καὶ τὴ Χάρη τοῦ Πνεύματος. Διότι νὰ ἡ ἀπόδειξη, ἐμεῖς, ποὺ κάποτε ἤμασταν ξένοι ἀπὸ τὴ βαθειὰ γνώση τοῦ Θεοῦ (Ἐφ. β´ 13,19), γνωρίσαμε τὸν Θεὸ καὶ ἐκπληρώθηκε τὸ γραμμένο, «θὰ θυμηθοῦν καὶ θὰ στραφοῦν στὸν Κύριο ὅσοι κατοικοῦν στὶς ἄκρες της γῆς καὶ θὰ πέσουν νὰ τὸν προσκυνήσουν ὅλες οἱ φυλὲς τῶν ἐθνῶν» (Ψαλμ. κα´ 28).2. Τί νὰ θυμηθοῦν; Τὴν παλιὰ πτώση, τὴ νέα ἀνάσταση, τὴν ἀρχαία παράβαση καὶ τὴ μετὰ διόρθωση, τὸν θάνατον τῆς Εὔας, τὴ γέννηση τῆς Παρθένου Μαρίας, τὴν ἀποκατάσταση τῶν ἐθνῶν, τὴ συγχώρηση τῶν ἁμαρτωλῶν, τὴν πρόρρηση τῶν Προφητῶν, τὸ κήρυγμα τῶν Ἀποστόλων, τὴν ἀναγέννηση τῆς κολυμβήθρας (Ἰωαν. ε´ 1-30), τὴν εἴσοδο στὸν παράδεισο, τὴν ἐπιστροφὴ στοὺς οὐρανούς, τὸ δημιουργὸ ποὺ ἀναστήθηκε, Ἐκεῖνον ποὺ ξεντύθηκε ὅσα δὲν τοῦ ἔπρεπαν, Ἐκεῖνον ποὺ μὲ τὴ θεϊκή Του μεγαλοσύνη μετέτρεψε τὸ φθαρτὸ σὲ ἀφθαρσία. Καὶ ποιὰ εἶναι αὐτὰ ποῦ τὰ ἀπομάκρυνε, γιατί δὲν τοῦ ἔπρεπαν; Ἐκεῖνα ποὺ εἶπε ὁ Ἡσαΐας: «Τὸν εἴδαμε καὶ δὲν εἶχε ὀμορφιὰ οὔτε κάλλος, ἀλλὰ τὸ πρόσωπό Του ἦταν ἀτιμασμένο καὶ στερημένο ἀπὸ ὡραιότητα πιὸ πολὺ ἀπὸ ὅλους τοὺς ἀνθρώπους» (Ἡσ. νγ´ 2-3).