(Γρηγορίου Θεολόγου, Εἰς τὸν Μ. Ἀθανάσιον, Ἔργα 6 (Λόγοι), Ἐκδ. “Γρηγόριος ὁ Παλαμᾶς”, σ. 51).
Ἀφοῦ ὅμως ἡ ἀνάρρησις τοῦ Ἀθανασίου εἰς τὸν θρόνον γίνεται μὲ αὐτὸν
τὸν τρόπον, ὅμοια ἀσκεῖ καὶ τὴν ἀρχήν. Δὲν παίρνει τὸν θρόνον εἰς τὴν κατοχήν
του, ὅπως αὐτοὶ ποὺ ἁρπάζουν μίαν ἐξουσίαν ἢ μίαν ἀπροσδόκητον κληρονομίαν καὶ
ν΄ ἀρχίση ἀμέσως νὰ ἀλαζονεύεται ἀπὸ ἱκανοποίησιν. Αὐτὴ εἶναι συμπεριφορὰ τῶν νόθων καὶ παρανόμων ἱερέων, τῶν ἀνάξιων
διὰ τὴν ἀποστολή τους. Αὐτοὶ δὲν ἔχουν προσφέρει τίποτα ἀπὸ πρωτύτερα εἰς τὴν
ἱερωσύνην, μήτε ἔχουν ταλαιπωρηθῆ ἀπὸ πρωτύτερα διὰ τὴν ἀρετήν, τὴν ἰδίαν ὥραν ὡστόσο
ἀποδεικνύονται μαθηταὶ καὶ διδάσκαλοι τῆς εὐσεβείας καὶ πρωτοῦ ἐξαγνισθοῦν, ἐξαγνίζουν.
Ἱερόσυλοι χθές, ἱερεῖς σήμερα, μακρυὰ ἀπὸ τὸν κύκλον τῶν χριστιανῶν χθὲς καὶ
σήμερα μυσταγωγοὶ τῆς πίστεως, παλαιοὶ εἰς τὴν κακίαν καὶ ὁλότελα βρέφη εἰς τὴν
εὐσέβειαν.
Τοῦτο εἶναι ἀποτέλεσμα τῆς ἀνθρωπίνης εὐνοίας καὶ ὄχι τῆς
χάριτος τοῦ Πνεύματος. Αὐτοὶ ὅταν κακοποιήσουν τὰ πάντα, κακοποιοῦν εἰς τὸ
τέλος καὶ τὴν εὐσέβειαν. Εἰς αὐτοὺς δὲν πιστοποιεῖ ὁ τρόπος τὸ ἀξίωμα, ἀλλὰ τὸ ἀξίωμα
τὸν τρόπον, μὲ ριζικὰς ἀνατροπὰς τῆς φυσικῆς σειρᾶς. Οἱ πιὸ πολλοὶ πρέπει νὰ ἀποδίδουν
τὴν θυσίαν διὰ τὸν ἑαυτόν τους καὶ ὄχι διὰ τὰ ἀγνοήματα τοῦ λαοῦ. Καὶ ὁπωσδήποτε
διαπράττουν τὴν μίαν ἀπὸ τὰς δύο ἁμαρτίας ἤ, ἐπειδὴ ἔχουν ἀνάγκη οἱ ἴδιοι ἀπὸ
συγχώρησιν, συγχωροῦν χωρὶς μέτρον, ὥστε νὰ μὴν ἀναστέλλεται ἡ κακία καὶ νὰ μὴ
διαφωτίζεται ὁ λαός, ἢ μὲ τὴν τραχύτητα τῆς ἀρχῆς των συγκαλύπτουν τὰ ἰδικά των
σφάλματα.
Τίποτε ἀπὸ αὐτὰ ἐκεῖνος. Ἔβλεπε πρὸς τὰ ἄνω μὲ τὰ ἔργα του, ἦταν
ὅμως ταπεινὸς εἰς τὸ φρόνημα. Ἀπλησίαστος εἰς τὴν ἀρετήν, πολὺ προσιτὸς ὅμως νὰ
τὸν συναντήσης. Πράος, χωρὶς θυμούς, συμπονετικός, γλυκὺς εἰς τὸν λόγον καὶ
γλυκύτερος εἰς τὸν
τρόπον, ἀγγελικὸς εἰς τὴν μορφήν, ἀγγελικότερος εἰς τὴν ψυχήν.
Γαλήνιος, ὅταν ἐπιτιμοῦσε, ἐπαιδαγωγοῦσε μὲ τὸν ἔπαινον· κανένα ἀπὸ τὰ δύο μέσα
διορθώσεως δὲν κατέστρεφε μὲ τὴν ὑπερβολήν. Ἡ ἐπίπληξή του ἦταν πατρικὴ καὶ ὁ
ἔπαινός του συγκρατημένος. Ἡ ἠπιότης δὲν ἐγίνετο ἀδυναμία μήτε ἡ αὐστηρότης
κακία. Ἀλλὰ τὸ πρῶτον ἔμενε εἰς τὴν ἐπιείκειαν καὶ τὸ δεύτερον εἰς τὴν
φρόνησιν, καὶ τὰ δύο συνιστοῦσαν τὴν χριστιανικὴν φιλοσοφίαν. Ἐλάχιστα
ἐχρειάζετο τὴν ράβδον τοῦ ἐξ αἰτίας τοῦ λόγου του καὶ ἀκόμη ὀλιγώτερον τὴν
ἀποκοπὴν τοῦ πιστοῦ, λόγω τῆς ράβδου ποὺ ἐκτυποῦσεν ὅσο ἐχρειάζετο…
Ἐλᾶτε λοιπόν, ἀναλογισθῆτε τὰς ἀρετὰς ἐκείνου ὅσοι εἶσθε ὑμνηταὶ
τῆς ζωῆς του καὶ μάρτυρες καὶ ριφθῆτε εἰς ἕνα ὡραῖον μεταξὺ σας συναγωνισμόν, ἄνδρες
μαζὶ καὶ γυναῖκες, ἀγόρια καὶ κορίτσια, γέροντες καὶ νεώτεροι, ἱερεῖς καὶ λαός,
οἱ μοναχοὶ καὶ οἱ ἔγγαμοι, οἱ ἀφελεῖς καὶ οἱ συνετοί, οἱ θεωρητικοὶ καὶ οἱ
πρακτικοί. Ἂς ἐπαινῆ ὁ ἕνας τὸ ἀσώματον καὶ ἄυλον σχεδὸν ποὺ ἔδειχνεν εἰς τὰς
νηστείας καὶ τὰς προσευχάς. Ὁ ἄλλος τὴν ἀποχὴν καὶ τὸ ἀκατανίκητόν του εἰς τὰς ἀγρυπνίας
καὶ τὰς προσευχὰς καὶ ὁ ἄλλος τὴν ἀνάληψιν ἢ τὴν συγκατάβασίν του πρὸς τοὺς
μικρούς. Τὰ κορίτσια, τὸν ὁδηγόν των εἰς τὸν γάμον, αἱ ἔγγαμοι τὸν σύμβουλόν
των· οἱ ἀποτραβηγμένοι εἰς τὴν ἐρημίαν αὐτὸν ποὺ τοὺς πτερώνει, οἱ κοινοβιακοὶ
τὸν νομοθέτην· οἱ ὀπαδοὶ τῆς ἁπλότητος τὸν ὁδηγόν, οἱ ὀπαδοὶ τῆς θεωρίας τὸν
θεολόγον. Ὅσοι παρεδόθησαν εἰς τὰς διασκεδάσεις τὸ χαλινάρι, ὅσοι ἀντιμετωπίζουν
συμφορὰς τὴν παρηγορίαν, οἱ γέροντες τὸ στήριγμά των, οἱ νέοι τὸν παιδαγωγόν, οἱ
πρωχοὶ τὸν ἐφοδιαστή των, οἱ εὔποροι τὸν οἰκονόμον. Νομίζω ὅτι καὶ αἱ χῆραι θὰ ἐπαινέσουν
τὸν προστάτην των, τὰ ὀρφανὰ τὸν πατέρα, οἱ πτωχοὶ τὸν φίλον τῶν πτωχῶν, οἱ
ξένοι τὸν φιλοξενητήν, οἱ ἀδελφοὶ τὸν φιλάδελφον. Ὅσοι εἶναι ἄρρωστοι τὸν γιατρὸν
κάθε ἀσθενείας καὶ κάθε θεραπείας, ὅσοι εἶναι ὑγιεῖς, τὸν φύλακα τῆς ὑγείας. Ὅλοι
τέλος πάντων, ἐκεῖνον ποὺ εἰς ὅλους γίνεται τὸ πᾶν, διὰ νὰ κερδίση ὅλους ἢ τοὺς
περισσότερους.
Τὸ κείμενο:
Θʹ. Ἐπεὶ δὲ οὕτω
προβάλλεται, οὕτω καὶ τὴν ἀρχὴν διατίθεται. Οὐ γὰρ ὁμοῦ τε καταλαμβά νει τὸν θρόνον,
ὥσπερ οἱ τυραννίδα τινὰ, ἢ κληρονομίαν παρὰ δόξαν ἁρπάσαντες, καὶ ὑβρίζει διὰ τὸν
κόρον. Ταῦτα γὰρ τῶν νόθων καὶ παρεγγράπτων ἱερέων ἐστί, καὶ τοῦ ἐπαγγέλματος ἀναξίων·
οἳ μηδὲν τῇ ἱερωσύνῃ προεισενεγκόντες, μηδὲ τοῦ καλοῦ προταλαιπωρήσαντες, ὁμοῦ
τε μαθηταὶ καὶ διδάσκαλοι τῆς εὐσεβείας ἀναδείκνυνται, καὶ πρὶν καθαρθῆναι καθαίρουσι·
χθὲς ἱερόσυλοι, καὶ σήμερον ἱερεῖς· χθὲς τῶν ἁγίων ἔξω, καὶ μυσταγωγοὶ σήμερον·
παλαιοὶ τὴν κακίαν, καὶ σχέδιοι τὴν εὐσέβειαν· ὃ ἔργον χάριτος ἀνθρωπίνης, οὐ τῆς
τοῦ Πνεύματος· οἵ, ὅταν πάντα διεξέλθωσι βιαζόμενοι, τελευταῖον τυραννοῦσι καὶ
τὴν εὐσέβειαν· ὧν οὐχ ὁ τρόπος τὸν βαθμὸν, ὁ βαθμὸς δὲ τὸν τρόπον πιστεύεται,
παρὰ πολὺ τῆς τάξεως ἐναλλαττομένης· οἳ πλείους ὑπὲρ ἑαυτῶν, ἢ τῶν τοῦ λαοῦ ἀγνοημάτων,
τὰς θυσίας ὀφείλουσι· καὶ πάντως τῶν δύω τὸ ἕτερον ἁμαρτάνουσιν, ἢ τῷ δεῖσθαι
συγγνώμης, ἄμετρα συγγινώσκοντες, ὡς ἂν μήτε ἀνακόπτοιτο κακία, ἀλλὰ καὶ διδάσκοιτο,
ἢ τῇ τραχύτητι τῆς ἀρχῆς, τὰ ἑαυτῶν συγκαλύπτοντες.
Ὧν οὐδέτερον ἐκεῖνος·
ἀλλ' ἦν ὑψηλὸς μὲν τοῖς ἔργοις, ταπεινὸς δὲ τῷ φρονήματι· καὶ τὴν μὲν ἀρετὴν ἀπρόσιτος,
τὴν ἐντυχίαν δὲ καὶ λίαν εὐπρόσιτος, πρᾶος, ἀόργητος, συμπαθὴς, ἡδὺς τὸν λόγον,
ἡδίων τὸν τρόπον, ἀγγελικὸς τὸ εἶδος, ἀγγελικώτερος τὴν διάνοιαν ἐπιτιμῆσαι
γαληνός, ἐπαινέσαι παιδευτικός· καὶ μηδέτερον τῶν καλῶν τῇ ἀμετρίᾳ λυμήνασθαι, ἀλλὰ
ποιῆσαι καὶ τὴν ἐπιτίμησιν πατρικήν, καὶ τὸν ἔπαινον ἀρχικόν· μήτε τὸ ἁπαλὸν ἔκλυτον,
μήτε στυφὸν τὸ αὐστηρόν· ἀλλὰ τὸ μὲν ἐπιείκειαν, τὸ δὲ φρόνησιν, καὶ φιλοσοφίαν
ἀμφότερα· ἐλάχιστα μὲν λόγου διὰ τὸν τρόπον δεόμενος ἀρκοῦντα πρὸς παιδαγωγίαν·
ἐλάχιστα δὲ ῥάβδου διὰ τὸν λόγον· ἔτι δὲ ἐλάττω τομῆς, διὰ τὴν ῥάβδον μετρίως
πλήττουσαν.
Ιʹ. …Δεῦρο οὖν μοι διέλεσθε τὰ ἐκείνου καλά, ὅσοι
τῶν ἐκείνου ἐπαινέται καὶ μάρτυρες, καὶ ἀγῶνα καλὸν ἀγωνίσασθε πρὸς ἀλλήλους, ἄνδρες
ὁμοῦ καὶ γυναῖκες, νεανίσκοι καὶ παρθένοι, πρεσβῦται μετὰ νεωτέρων, ἱερεῖς καὶ
λαὸς, οἱ μοναδικοὶ καὶ μιγάδες, οἱ τῆς ἁπλότητος καὶ τῆς ἀκριβείας, ὅσοι τῆς
θεωρίας, καὶ ὅσοι τῆς πράξεως. Ὁ μὲν ἐπαινείτω τὸ ἐν νηστείαις καὶ προσευχαῖς,
οἷον ἀσώματόν τε καὶ ἄϋλον· ὁ δὲ τὸ ἐν ἀγρυπνίαις τε καὶ ψαλμῳδίαις εὔτονόν τε
καὶ ἀήττητον· ἄλλος τὸ ἐν προστασίᾳ τῶν δεομένων, ἄλλος τὴν πρὸς τὸ ὑπερέχον ἀντιτυπίαν,
ἢ πρὸς τὸ ταπεινὸν συγκατάβασιν. Αἱ παρθένοι, τὸν νυμφαγωγόν· αἱ ὑπὸ ζυγόν, τὸν
σωφρονιστήν· οἱ τῆς ἐρημίας, τὸν πτερωτήν· οἱ τῆς ἐπιμιξίας, τὸν νομοθέτην· οἱ
τῆς ἁπλότητος, τὸν ὁδηγόν· οἱ τῆς θεωρίας, τὸν θεολόγον· οἱ ἐν εὐθυμίαις, τὸν
χαλινόν· οἱ ἐν συμφοραῖς, τὴν παρά κλησιν· τὴν βακτηρίαν, ἡ πολιά· τὴν παιδαγωγίαν,
ἡ νεότης· ἡ πενία, τὸν ποριστήν· ἡ εὐπορία, τὸν οἰκονόμον. Δοκοῦσί μοι καὶ χῆραι
τὸν προστάτην ἐπαινέσεσθαι· καὶ ὀρφανοί, τὸν πατέρα· καὶ πτωχοί, τὸν φιλόπτωχον·
καὶ τὸν φιλόξενον, οἱ ξένοι· καὶ ἀδελφοί, τὸν φιλάδελφον· οἱ νοσοῦντες, τὸν ἰατρόν,
ἣν βούλει νόσον καὶ ἰατρείαν· οἱ ὑγιαίνοντες, τὸν φύλακα τῆς ὑγείας· οἱ πάντες,
τὸν πᾶσι πάντα γινόμενον, ἵνα κερδάνῃ τοὺς πάντας, ἢ πλείονας.