Joannes Chrysostomus Scr. Eccl. : In Eutropium : PG Vol 52, pp. 391-396
Joannes Chrysostomus Scr. Eccl. : Homilia de capto Eutropio [Dub.] : Vol 52, pg 398, ln 8\
Τὸν παρακάτω συγκλονιστικὸ λόγο ἐκφώνησε ὁ ἱερὸς Χρυσόστομος στὰ 399, ἕνα ἔτος ἀφοῦ εἶχε ἀνεβεῖ στὸν πατριαρχικὸ θρόνο τῆς Κωνσταντινουπόλεως. Ὁ Εὐτρόπιος ἦταν ἕνας, εὐνοῦχος ὑπηρέτης τῶν ἀνακτόρων ὁ ὅποιος κατάφερε νὰ φτάσει στὸ ἀξίωμα τὰ ὑπάτου, τοῦ κορυφαίου δηλαδὴ κρατικοῦ ἀξιώματος. Ἐξ αἰτίας ὅμως τῆς σκληρότητας καὶ τῆς φιλαργυρίας του ἔγινε ἰδιαίτερα ἀντιπαθὴς ἀπὸ τὸ λαὸ καὶ μάλιστα ὁ στρατὸς ἀπαίτησε ἀπὸ τὸν αὐτοκράτορα νὰ τὸν θανατώσει. Τότε ὁ φοβερὸς αὐτὸς διώκτης τῶν χριστιανῶν κατέφυγε στὴν ἐκκλησία γιὰ νὰ σωθεῖ ἀπὸ τὸ φρικτὸ τέλος ποὺ τὸν περίμενε. Ὁ Χρυσόστομος τὸν δέχτηκε καὶ ἀρνήθηκε νὰ παραδώσει τὸν ὑπόδικο στοὺς στρατιῶτες ποὺ εἶχαν κυκλώσει τὸ ναό.
Στὸ μεταξὺ ὁ λαὸς εἶχε σπεύσει νὰ ἀντικρίσει τὸν πρώην παντοδύναμο διώκτη νὰ τρέμει μπροστὰ στὸ Ἱερὸ θυσιαστήριο. Πολλοὶ ἀπὸ τοὺς χριστιανοὺς ἐπιθυμοῦσαν τὴν παράδοσή του στὴν ἐξουσία, ὥστε νὰ τιμωρηθεῖ ὅπως τοῦ ἄξιζε. Τότε ὁ ἅγιος μὲ τὴν ὁμιλία τοῦ ἀπὸ τὸν ἄμβωνα ἄδραξε τὴν εὐκαιρία καὶ δίδαξε στοὺς χριστιανοὺς σχετικὰ μὲ τὴν ματαιότητα τῶν ἀνθρωπίνων καὶ ταυτόχρονα κίνησε τὶς καρδιές τους σὲ ἔλεος ἀπέναντι τοῦ ἀξιολύπητου ἀξιωματούχου. Μόνο ἕνας Χρυσόστομος, ὡς ρήτορας καὶ ὡς ἅγιος, ποὺ ἦταν θὰ μποροῦσε ταυτόχρονα καὶ νὰ μιλήσει ὠμὰ γιὰ τὸ κατάντημα τοῦ Εὐτροπίου ἀλλὰ καὶ νὰ μὴ φανεῖ σκληρός. Ὁ λόγος τοῦ μάλιστα προκάλεσε στοὺς πιστοὺς τὴν συμπάθεια, τὴν ἀμνησικακία καὶ τὴν ἐπιθυμία ἀνταποδόσεως καλοῦ ἀντὶ κακοῦ ἀπέναντι τοῦ πρώην τυράννου καὶ διώκτη τους. Νὰ σημειώσουμε ὅτι ὁ Εὐτρόπιος εἶχε εἰσηγηθεῖ καὶ εἶχε πάρει τὴν ἔγκριση τοῦ αὐτοκράτορα τὴν προηγούμενη χρονιὰ γιὰ νὰ ἀκυρωθεῖ ὁ νόμος ποὺ ὅριζε ὅτι οἱ ναοὶ ἦταν ἄσυλα ἀπαραβίαστα.αʹ. Ἀεὶ μὲν, μάλιστα δὲ νῦν εὔκαιρον εἰπεῖν· Ματαιότης ματαιοτήτων, καὶ πάντα ματαιότης. Ποῦ νῦν ἡ λαμπρὰ τῆς ὑπατείας περιβολή; ποῦ δὲ αἱ φαιδραὶ λαμπάδες; ποῦ δὲ οἱ κρότοι, καὶ οἱ χοροὶ, καὶ αἱ θαλίαι, καὶ αἱ πανηγύρεις; ποῦ οἱ στέφανοι καὶ τὰ παραπετάσματα; ποῦ ὁ τῆς πόλεως θόρυβος, καὶ αἱ ἐν ἱπποδρομίαις εὐφημίαι, καὶ τῶν θεατῶν αἱ κολακεῖαι; Πάντα ἐκεῖνα οἴχεται· καὶ ἄνεμος πνεύσας ἀθρόον τὰ μὲν φύλλα κατέβαλε, γυμνὸν δὲ ἡμῖν τὸ δένδρον ἔδειξε, καὶ ἀπὸ τῆς ῥίζης αὐτῆς σαλευόμενον λοιπόν· τοιαύτη γὰρ ἡ τοῦ πνεύματος γέγονε προσβολὴ, ὡς καὶ πρόῤῥιζον ἀπειλεῖν ἀνασπᾷν, καὶ ταῦτα διασαλεῦσαι τοῦ δένδρου τὰ νεῦρα. Ποῦ νῦν οἱ πεπλασμένοι φίλοι; ποῦ τὰ συμπόσια καὶ τὰ δεῖπνα; ποῦ ὁ τῶν παρασίτων ἐσμὸς, καὶ ὁ δι᾿ ὅλης ἡμέρας ἐγχεόμενος ἄκρατος, καὶ αἱ ποικίλαι τῶν μαγείρων τέχναι, καὶ οἱ τῆς δυναστείας θεραπευταὶ, οἱ πάντα πρὸς χάριν ποιοῦντες καὶ λέγοντες; Νὺξ ἦν πάντα ἐκεῖνα καὶ ὄναρ, καὶ ἡμέρας γενομένης ἠφανίσθη· ἄνθη ἦν ἐαρινὰ, καὶ παρελθόντος τοῦ ἔαρος ἅπαντα κατεμαράνθη· σκιὰ ἦν, καὶ παρέδραμε· καρπὸς ἦν, καὶ διελύθη· πομφόλυγες ἦσαν, καὶ διεῤῥάγησαν· ἀράχνη ἦν, καὶ διεσπάσθη. Διὸ ταύτην τὴν πνευματικὴν ῥῆσιν ἐπᾴδομεν συνεχῶς ἐπιλέγοντες· Ματαιότης ματαιοτήτων, καὶ πάντα ματαιότης. Ταύτην γὰρ τὴν ῥῆσιν καὶ ἐν τοίχοις, καὶ ἐν ἱματίοις, καὶ ἐν ἀγορᾷ, καὶ ἐν οἰκίᾳ, καὶ ἐν ὁδοῖς, καὶ ἐν θύραις, καὶ ἐν εἰσόδοις, καὶ πρὸ πάντων ἐν τῷ ἑκάστου συνειδότι συνεχῶς ἐγγεγράφθαι δεῖ, καὶ διαπαντὸς αὐτὴν μελετᾷν. Ἐπειδὴ ἡ τῶν πραγμάτων ἀπάτη, καὶ τὰ προσωπεῖα, καὶ ἡ ὑπόκρισις, ἀλήθεια παρὰ τοῖς πολλοῖς εἶναι δοκεῖ· ταύτην καθ᾿ ἑκάστην ἡμέραν, καὶ ἐν δείπνῳ, καὶ ἐν ἀρίστῳ, καὶ ἐν συλλόγοις ἐπιλέγειν ἕκαστον τῷ πλησίον ἐχρῆν, καὶ παρὰ τοῦ πλησίον ἀκούειν, ὅτι Ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης. Οὐκ ἔλεγόν σοι συνεχῶς, ὅτι δραπέτης ὁ πλοῦτός ἐστι; Σὺ δὲ ἡμῶν οὐκ ἠνείχου. Οὐκ ἔλεγον ὅτι ἀγνώμων ἐστὶν οἰκέτης; Σὺ δὲ οὐκ ἐβούλου πείθεσθαι. Ἰδοὺ ἐκ τῶν πραγμάτων ἔδειξεν ἡ πεῖρα, ὅτι οὐ δραπέτης μόνον, οὐδὲ ἀγνώμων, ἀλλὰ καὶ ἀνδροφόνος· οὗτος γάρ σε τρέμειν νῦν καὶ δεδοικέναι παρεσκεύασεν. Οὐκ ἔλεγόν σοι, ἡνίκα συνεχῶς ἐπετίμας μοι λέγοντι τἀληθῆ, ὅτι Ἐγώ σε φιλῶ μᾶλλον τῶν κολακευόντων; ἐγὼ ὁ ἐλέγχων πλέον κήδομαι τῶν χαριζομένων; Οὐ προσετίθην τοῖς ῥήμασι τούτοις, ὅτι ἀξιοπιστότερα τραύματα φίλων ὑπὲρ ἑκούσια φιλήματα ἐχθρῶν; Εἰ τῶν ἐμῶν ἠνέσχου τραυμάτων, οὐκ ἄν σοι τὰ φιλήματα ἐκείνων τὸν θάνατον τοῦτον ἔτεκον· τὰ γὰρ ἐμὰ τραύματα ὑγείαν ἐργάζεται, τὰ δὲ ἐκείνων φιλήματα νόσον ἀνίατον κατεσκεύασε. Ποῦ νῦν οἱ οἰνοχόοι; ποῦ δὲ οἱ σοβοῦντες ἐπὶ τῆς ἀγορᾶς, καὶ μυρία παρὰ πᾶσιν ἐγκώμια λέγοντες; Ἐδραπέτευσαν, ἠρνήσαντο τὴν φιλίαν, ἀσφάλειαν ἑαυτοῖς διὰ τῆς σῆς ἀγωνίας πορίζουσιν. Ἀλλ᾿ οὐχ ἡμεῖς οὕτως, ἀλλὰ καὶ τοῦ δυσχεραίνοντός σου οὐκ ἀποπηδῶμεν, καὶ νῦν πεσόντα περιστέλλομεν καὶ θεραπεύομεν. Καὶ ἡ μὲν πολεμηθεῖσα Ἐκκλησία παρὰ σοῦ τοὺς κόλπους ἥπλωσε καὶ ἐπεδέξατο· τὰ δὲ θεραπευθέντα θέατρα, ὑπὲρ ὧν πολλάκις πρὸς ἡμᾶς ἠγανάκτεις, προὔδωκε καὶ ἀπώλεσεν. Ἀλλ᾿ ὅμως οὐκ ἐπαυσάμεθα ἀεὶ λέγοντες· Τί ταῦτα ποιεῖς; ἐκβακχεύεις τὴν Ἐκκλησίαν, καὶ κατὰ κρημνῶν σαυτὸν φέρεις· καὶ παρέτρεχες ἅπαντα. Καὶ αἱ μὲν ἱπποδρομίαι, τὸν πλοῦτον τὸν σὸν ἀναλώσασαι, τὸ ξίφος ἠκόνησαν· ἡ δὲ Ἐκκλησία ἡ τῆς ὀργῆς τῆς σῆς ἀπολαύσασα τῆς ἀκαίρου, πανταχοῦ παρατρέχει, τῶν δικτύων σε ἐξαρπάσαι βουλομένη. βʹ. Καὶ ταῦτα λέγω νῦν, οὐκ ἐπεμβαίνων τῷ κειμένῳ, ἀλλὰ τοὺς ἑστῶτας ἀσφαλεστέρους ποιῆσαι βουλόμενος· οὐκ ἀναξαίνων τὰ ἕλκη τοῦ τετρωμένου, ἀλλὰ τοὺς μηδέπω τετρωμένους ἐν ὑγείᾳ διατηρῆσαι ἀσφαλεῖ· οὐ καταποντίζων τὸν κλυδωνιζόμενον, ἀλλὰ τοὺς ἐξ οὐρίας πλέοντας παιδεύων, ὥστε μὴ γενέσθαι ὑποβρυχίους. Πῶς δ᾿ ἂν τοῦτο γένοιτο; Εἰ τὰς μεταβολὰς τῶν ἀνθρωπίνων ἐννοώμεθα πραγμάτων. Καὶ γὰρ οὗτος εἰ ἔδεισε μεταβολὴν, οὐκ ἂν ὑπέμεινε μεταβολήν· ἀλλ᾿ ἐπείπερ οὗτος οὔτε οἴκοθεν, οὔτε παρ᾿ ἑτέρων ἐγίνετο βελτίων, ὑμεῖς γοῦν οἱ κομῶντες τῷ πλούτῳ, ἀπὸ τῆς τούτου κερδάνατε συμφορᾶς· οὐδὲν γὰρ τῶν ἀνθρωπίνων πραγμάτων ἀσθενέστερον. Διόπερ οἷον ἂν εἴποι τις ὄνομα τῆς εὐτελείας αὐτῶν, ἔλαττον τῆς ἀληθείας ἐρεῖ· κἂν καπνὸν αὐτὰ, κἂν χόρτον, κἂν ὄναρ, κἂν ἄνθη ἐαρινὰ, κἂν ὁτιοῦν ὀνομάσῃ· οὕτως ἐστὶν ἐπίκηρα, καὶ τῶν οὐδὲν ὄντων οὐδαμινώτερα· ὅτι δὲ μετὰ τῆς οὐθενείας καὶ πολὺ ἔχει τὸ ἀπόκρημνον, δῆλον ἐντεῦθεν. Τίς γὰρ τούτου γέγονεν ὑψηλότερος; οὐ πᾶσαν τὴν οἰκουμένην παρῆλθε τῷ πλούτῳ; οὐ πρὸς αὐτὰς τῶν ἀξιωμάτων ἀνέβη τὰς κορυφάς; οὐχὶ πάντες αὐτὸν ἔτρεμον, καὶ ἐδεδοίκεισαν; Ἀλλ᾿ ἰδοὺ γέγονε καὶ δεσμωτῶν ἀθλιώτερος, καὶ οἰκετῶν ἐλεεινότερος, καὶ τῶν λιμῷ τηκομένων πτωχῶν ἐνδεέστερος, καθ᾿ ἑκάστην ἡμέραν ξίφη βλέπων ἠκονημένα, καὶ βάραθρον, καὶ δημίους, καὶ τὴν ἐπὶ θάνατον ἀπαγωγήν· καὶ οὐδὲ εἴποτε γέγονεν ἐπὶ τῆς ἡδονῆς οἶδεν ἐκείνης, οὐδὲ αὐτῆς αἰσθάνεται τῆς ἀκτῖνος· ἀλλ᾿ ἐν μεσημβρίᾳ μέσῃ, καθάπερ ἐν πυκνοτάτῃ νυκτὶ, περιεστοιχισμένος οὗτος τὰς ὄψεις πεπήρωται. Μᾶλλον δὲ ὅσα ἂν φιλονεικήσωμεν, οὐ δυνησόμεθα τῷ λόγῳ παραστῆσαι τὸ πάθος, ὅπερ ὑπομένειν αὐτὸν εἰκὸς, καθ᾿ ἑκάστην ὥραν ἀποκτείνεσθαι προσδοκῶντα. Ἀλλὰ γὰρ τί δεῖ τῶν λόγων τῶν παρ᾿ ἡμῶν, αὐτοῦ ταῦτα καθάπερ ἐν εἰκόνι σαφῶς ὑπογράψαντος ἡμῖν; Τῇ γὰρ προτεραίᾳ, ὅτε ἐπ᾿ αὐτὸν ἦλθον ἐκ τῶν βασιλικῶν αὐλῶν πρὸς βίαν ἀφελκύσαι βουλόμενοι, καὶ τοῖς σκεύεσι προσέδραμε τοῖς ἱεροῖς, ἦν αὐτοῦ τὸ πρόσωπον, καὶ τανῦν, νεκρωθέντος ἅπαξ οὐδὲν ἄμεινον διακείμενον· κτύπος δὲ τῶν ὀδόντων, καὶ πάταγος καὶ τρόμος παντὸς τοῦ σώματος, καὶ φωνὴ διακοπτομένη, καὶ γλῶττα διαλυομένη, καὶ σχῆμα τοιοῦτον, οἷον εἰκὸς τὴν λιθίνην ἔχειν ψυχήν. γʹ. Καὶ ταῦτα λέγω, οὐκ ὀνειδίζων, οὐδὲ ἐπεμβαίνων αὐτοῦ τῇ συμφορᾷ, ἀλλὰ τὴν ὑμετέραν διάνοιαν μαλάξαι βουλόμενος, καὶ εἰς ἔλεον ἐπισπάσασθαι, καὶ πεῖσαι ἀρκεσθῆναι τῇ τιμωρίᾳ τῇ γεγενημένῃ. Ἐπειδὴ γάρ εἰσι πολλοὶ παρ᾿ ἡμῖν ἀπάνθρωποι, ὥστε ὁμοίως καὶ ἡμῖν ἐγκαλεῖν, ὅτι αὐτὸν ἐδεξάμεθα τῷ βήματι· τὸ ἄστοργον αὐτῶν τοῖς διηγήμασι μαλάξαι βουλόμενος, ἐκπομπεύω τὰ τούτου πάθη. Τίνος γὰρ ἕνεκεν ἀγανακτεῖς, εἰπέ μοι, ἀγαπητέ; Ὅτι, φησὶν, εἰς ἐκκλησίαν κατέφυγεν ὁ πολεμήσας αὐτὴν διηνεκῶς. Διὰ τοῦτο μὲν οὖν μάλιστα δοξάζειν ἐχρῆν τὸν Θεὸν, ὅτι ἀφῆκεν αὐτὸν ἐν τοσαύτῃ καταστῆναι ἀνάγκῃ, ὥστε καὶ τὴν δύναμιν τῆς Ἐκκλησίας καὶ τὴν φιλανθρωπίαν μαθεῖν· τὴν δύναμιν μὲν, ἀφ᾿ ὧν τοσαύτην ὑπέμεινε μεταβολὴν ἐκ τῶν πρὸς ἐκείνην πολέμων· τὴν φιλανθρωπίαν δὲ, ἐξ ὧν πολεμηθεῖσα νῦν τὴν ἀσπίδα προβάλλεται, καὶ ὑπὸ τὰς πτέρυγας ἐδέξατο τὰς αὐτῆς, καὶ ἐν ἀσφαλείᾳ πάσῃ κατέστησεν, οὐ μνησικακήσασα ὑπὲρ τῶν ἔμπροσθεν οὐδενὸς, ἀλλὰ τοὺς κόλπους αὐτῷ μετὰ πολλῆς ἁπλώσασα τῆς φιλοστοργίας. Τοῦτο γὰρ τροπαίου παντὸς λαμπρότερον, τοῦτο νίκη περιφανὴς, τοῦτο Ἕλληνας ἐντρέπει, τοῦτο καὶ Ἰουδαίους καταισχύνει, τοῦτο φαιδρὸν αὐτῆς τὸ πρόσωπον δείκνυσιν· ὅτι τὸν πολέμιον αἰχμάλωτον λαβοῦσα, φείδεται, καὶ πάντων αὐτὸν ἐν ἐρημίᾳ παριδόντων, μόνη καθάπερ μήτηρ φιλόστοργος, ὑπὸ τὰ παραπετάσματα αὐτῆς ἔκρυψε, καὶ πρὸς βασιλικὴν ὀργὴν ἔστη, πρὸς δήμου θυμὸν, καὶ πρὸς μῖσος ἀφόρητον· τοῦτο τῷ θυσιαστηρίῳ κόσμος. Ποῖος κόσμος, φησὶ, τὸ τὸν ἐναγῆ καὶ πλεονέκτην καὶ ἅρπαγα ἅπτεσθαι τοῦ θυσιαστηρίου; Μὴ λέγε ταῦτα· ἐπειδὴ καὶ ἡ πόρνη ἥψατο τῶν ποδῶν τοῦ Χριστοῦ, ἡ σφόδρα ἐναγὴς καὶ ἀκάθαρτος· καὶ οὐκ ἦν ἔγκλημα τῷ Ἰησοῦ τὸ γενόμενον, ἀλλὰ θαῦμα καὶ ὕμνος μέγας· οὐ γὰρ τὸν καθαρὸν ἔβλαπτεν ἡ ἀκάθαρτος, ἀλλὰ τὴν ἐναγῆ πόρνην ὁ καθαρὸς καὶ ἄμωμος διὰ τῆς ἁφῆς καθαρὰν εἰργάσατο. Μὴ δὴ μνησικακήσῃς, ὦ ἄνθρωπε. Ἐκείνου οἰκέται ἐσμὲν τοῦ σταυρουμένου καὶ λέγοντος· Ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασι τί ποιοῦσιν. Ἀλλ᾿ ἀπετείχισε, φησὶ, τὴν ἐνταῦθα καταφυγὴν γράμμασι καὶ νόμοις διαφόροις. Ἀλλ᾿ ἰδοὺ διὰ τῶν ἔργων ἔμαθεν, ὅπερ ἐποίησε, καὶ τὸν νόμον ἔλυσε πρῶτος αὐτὸς, δι᾿ ὧν ἐποίησε, καὶ γέγονε τῆς οἰκουμένης θέατρον, καὶ σιγῶν ἐντεῦθεν ἀφίησι φωνὴν ἅπασι παραινῶν, Μὴ ποιεῖτε τοιαῦτα, ἵνα μὴ πάθητε τοιαῦτα. Διδάσκαλος ἀνεφάνη διὰ τῆς συμφορᾶς, καὶ λαμπηδόνα μεγάλην ἀφίησι τὸ θυσιαστήριον, νῦν φοβερὸν μάλιστα καὶ ἐκ τούτου φαινόμενον, ὅτι τὸν λέοντα δεδεμένον ἔχει· ἐπεὶ καὶ βασιλικῇ εἰκόνι μέγας γένοιτο κόσμος, οὐχ ὅταν ἐπὶ τοῦ θρόνου κάθηται πορφυρίδα περιβεβλημένος, καὶ διάδημα περικείμενος ὁ βασιλεὺς μόνον, ἀλλὰ καὶ ὅταν ὑπὸ τῷ ποδὶ τῷ βασιλικῷ βάρβαροι τῶν χειρῶν ὀπίσω δεδεμένοι, κάτω τὰς κεφαλὰς νεύωσι κείμενοι. Καὶ ὅτι οὐ πιθανότητι κέχρηται λόγων, ὑμεῖς μάρτυρες τῆς σπουδῆς καὶ τῆς συνδρομῆς. Καὶ γὰρ λαμπρὸν ἡμῖν τὸ θέατρον σήμερον, καὶ φαιδρὸς ὁ σύλλογος, καὶ ὅσον ἐν τῷ Πάσχα τῷ ἱερῷ δῆμον εἶδον ξυναγόμενον, τοσοῦτον ὁρῶ καὶ ἐνταῦθα νῦν· καὶ οὕτω σιγῶν πάντας ἐκάλεσε, σάλπιγγος λαμπροτέραν φωνὴν διὰ τῶν πραγμάτων ἀφείς. Καὶ παρθένοι θαλάμους, καὶ γυναῖκες γυναικῶνας, καὶ ἄνδρες τὴν ἀγορὰν κενώσαντες, πάντες ἐνταῦθα συνεδράμετε, ἵνα τὴν ἀνθρωπίνην φύσιν ἴδητε ἐλεγχομένην, καὶ τῶν βιωτικῶν πραγμάτων τὸ ἐπίκηρον ἀπογυμνούμενον, καὶ τὴν πορνικὴν ὄψιν τὴν χθὲς καὶ πρώην φαιδρὸν ἀπολάμπουσαν (καὶ γὰρ τοιοῦτον ἡ εὐπραγία ἡ ἀπὸ τῶν πλεονεξιῶν, παντὸς γραϊδίου ῥυτίδας ἔχοντος αἰσχροτέρα φαινομένη), καθάπερ σπογγιᾷ τινι τῇ μεταβολῇ τὰ ἐπιτρίμματα καὶ τὰς ἐπιγραφὰς ἐκμάξασαν. δʹ. Τοιαύτη γὰρ τῆς δυσημερίας ταύτης ἡ ἰσχύς· τὸν φαιδρὸν καὶ περιφανῆ πάντων ἐποίησεν εὐτελέστερον φαίνεσθαι νῦν. Κἂν πλούσιος εἰσέλθῃ, μεγάλα κερδαίνει· ὁρῶν γὰρ ἐκ τοσαύτης κορυφῆς κατενεχθέντα τὸν σείοντα τὴν οἰκουμένην ἅπασαν, καὶ συνεσταλ- μένον, καὶ λαγωοῦ καὶ βατράχου δειλότερον γεγενημένον, καὶ χωρὶς δεσμῶν τῷ κίονι τούτῳ προσηλωμένον, καὶ ἀντὶ ἁλύσεως τῷ φόβῳ περισφιγγόμενον, καὶ δεδοικότα, καὶ τρέμοντα, καταστέλλει τὴν φλεγμονὴν, καθαιρεῖ τὸ φύσημα, καὶ φιλοσοφήσας ἃ χρὴ περὶ τῶν ἀνθρωπίνων φιλοσοφεῖν, οὕτως ἄπεισιν, ἃ διὰ ῥημάτων λέγουσιν αἱ Γραφαὶ, ταῦτα διὰ τῶν πραγμάτων μανθάνων· ὅτι Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου· καὶ ὁ χόρτος ἐξηράνθη, καὶ τὸ ἄνθος ἐξέπεσεν· οἷον, Ὡσεὶ χόρτος ταχὺ ἀποξηρανθήσονται, καὶ ὡσεὶ λάχανα χλόης ταχὺ ἀποπεσοῦνται· ὅτι Ὡσεὶ καπνὸς αἱ ἡμέραι αὐτοῦ, καὶ ὅσα τοιαῦτα. Πάλιν ὁ πένης εἰσελθὼν, καὶ πρὸς τὴν ὄψιν ταύτην ἰδὼν, οὐκ ἐξευτελίζει ἑαυτὸν, οὐδὲ ὀδυνᾶται διὰ τὴν πτωχείαν· ἀλλὰ καὶ χάριν οἶδε τῇ πενίᾳ, ὅτι χωρίον αὐτῷ γέγονεν ἄσυλον καὶ λιμὴν ἀκύμαντος, καὶ τεῖχος ἀσφαλές· καὶ πολλάκις ἂν ἕλοιτο ταῦτα ὁρῶν μένειν, ἔνθα ἐστὶν, ἢ πρὸς βραχὺ τὰ πάντων λαβὼν, ὕστερον καὶ ὑπὲρ αἵματος κινδυνεύειν ἑαυτοῦ. Ὁρᾷς ὡς οὐ μικρὸν κέρδος γέγονε καὶ πλουσίοις, καὶ πένησι, καὶ ταπεινοῖς, καὶ ὑψηλοῖς, καὶ δούλοις, καὶ ἐλευθέροις ἀπὸ τῆς ἐνταῦθα τούτου καταφυγῆς; ὁρᾷς πῶς ἕκαστος φάρμακα λαβὼν ἐντεῦθεν ἄπεισιν, ἀπὸ τῆς ὄψεως ταύτης μόνης θεραπευόμενος; Ἆρα ἐμάλαξα ὑμῶν τὸ πάθος, καὶ ἐξέβαλον ὀργήν; ἆρα ἔσβεσα τὴν ἀπανθρωπίαν; ἆρα εἰς συμπάθειαν ἤγαγον; Σφόδρα ἔγωγε οἶμαι, καὶ δηλοῖ τὰ πρόσωπα, καὶ αἱ τῶν δακρύων πηγαί. Ἐπεὶ οὖν ὑμῖν ἡ πέτρα γέγονε βαθύγειος, καὶ λιπαρὰ χώρα, φέρε δὴ καὶ καρπὸν ἐλεημοσύνης βλαστήσαντες, καὶ τὸν στάχυν κομῶντα τῆς συμπαθείας ἐπιδειξάμενοι, προσπέσωμεν τῷ βασιλεῖ, μᾶλλον δὲ παρακαλέσωμεν τὸν φιλάνθρωπον Θεὸν, μαλάξαι τὸν θυμὸν τοῦ βασιλέως, καὶ ἁπαλὴν αὐτοῦ ποιῆσαι τὴν καρδίαν, ὥστε ὁλόκληρον ἡμῖν δοῦναι τὴν χάριν. Καὶ ἤδη μὲν γὰρ ἀπὸ τῆς ἡμέρας ἐκείνης, ἧς οὗτος κατέφυγεν ἐνταῦθα, οὐ μικρὰ γέγονεν ἡ μεταβολή· ἐπειδὴ γὰρ ὁ βασιλεὺς ἔγνω, ὅτι εἰς τὸ ἄσυλον τοῦτο χωρίον κατέδραμε, τοῦ στρατοπέδου παρόντος, καὶ παροξυνομένου ὑπὲρ τῶν αὐτῷ πεπλημμελημένων, καὶ εἰς σφαγὴν αὐτὸν αἰτούντων, μακρὸν ἀπέτεινε λόγον, τὸν στρατιωτικὸν καταστέλλων θυμὸν, ἀξιῶν μὴ τὰ ἁμαρτήματα μόνον, ἀλλὰ καὶ εἴ τι αὐτῷ γέγονε κατόρθωμα, καὶ τοῦτο λογίζεσθαι, καὶ τοῖς μὲν εἰδέναι χάριν ὁμολογῶν, ὑπὲρ δὲ τῶν ἑτέρως ἐχόντων ὡς ἀνθρώπῳ συγγινώσκων. Ὡς δὲ ἐπέκειντο πάλιν εἰς ἐκδικίαν τοῦ ὑβρισμένου βασιλέως, βοῶντες, πηδῶντες, θανάτου μεμνημένοι, καὶ τὰ δόρατα σείοντες, πηγὰς λοιπὸν ἀφεὶς δακρύων ἀπὸ τῶν ἡμερωτάτων ὀφθαλμῶν, καὶ ἀναμνήσας τῆς ἱερᾶς τραπέζης, εἰς ἣν κατέφυγεν, οὕτω τὴν ὀργὴν κατέπαυσε. εʹ. Πλὴν ἀλλὰ καὶ ἡμεῖς τὰ παρ᾿ ἑαυτῶν προσθῶμεν. Τίνος γὰρ ἂν ἦτε συγγνώμης ἄξιοι, εἰ τοῦ βασιλέως τοῦ ὑβρισμένου μὴ μνησικακοῦντος, ὑμεῖς οἱ μηδὲν τοιοῦτον παθόντες τοσαύτην ὀργὴν ἐπεδείξασθε; πῶς δὲ τοῦ θεάτρου τούτου λυθέντος, ὑμεῖς μυστηρίων ἅψεσθε, καὶ τὴν εὐχὴν ἐρεῖτε ἐκείνην, δι᾿ ἧς κελευόμεθα λέγειν· Ἄφες ἡμῖν καθὼς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, τὸν ὑμῶν ὀφειλέτην ἀπαιτοῦντες δίκην; Ἠδίκησε μεγάλα καὶ ὕβρισεν; Οὐδὲ ἡμεῖς ἀντεροῦμεν. Ἀλλ᾿ οὐ δικαστηρίου καιρὸς νῦν, ἀλλ᾿ ἐλέους· οὐκ εὐθύνης, ἀλλὰ φιλανθρωπίας· οὐκ ἐξετάσεως, ἀλλὰ συγχωρήσεως· οὐ ψήφου καὶ δίκης, ἀλλὰ οἴκτρου καὶ χάριτος. Μὴ τοίνυν φλεγμαινέτω τις, μηδὲ δυσχεραινέτω, ἀλλὰ μᾶλλον δεηθῶμεν τοῦ φιλανθρώπου Θεοῦ, δοῦναι αὐτῷ προθεσμίαν ζωῆς, καὶ τῆς ἀπειλουμένης ἐξαρπάσαι σφαγῆς, ὥστε αὐτὸν ἀποδύσασθαι τὰ πεπλημμελημένα, καὶ κοινῇ προσέλθωμεν τῷ φιλανθρώπῳ βασιλεῖ, ὑπὲρ τῆς Ἐκκλησίας, ὑπὲρ τοῦ θυσιαστηρίου, ἕνα ἄνδρα τῇ τραπέζῃ τῇ ἱερᾷ χαρισθῆναι παρακαλοῦντες. Ἂν τοῦτο ποιήσωμεν, καὶ αὐτὸς ὁ βασιλεὺς ἀποδέξεται, καὶ ὁ Θεὸς πρὸ τοῦ βασιλέως ἐπαινέσεται, καὶ μεγάλην ἡμῖν τῆς φιλανθρωπίας ἀποδώσει τὴν ἀμοιβήν. Ὥσπερ γὰρ τὸν ὠμὸν καὶ ἀπάνθρωπον ἀποστρέφεται καὶ μισεῖ, οὕτω τὸν ἐλεήμονα καὶ φιλάνθρωπον προσίεται καὶ φιλεῖ· κἂν μὲν δίκαιος ὁ τοιοῦτος ᾖ, λαμπροτέρους αὐτῷ πλέκει τοὺς στεφάνους· ἂν δὲ ἁμαρτωλὸς, παρατρέχει τὰ ἁμαρτήματα, τῆς πρὸς τὸν ὁμόδουλον συμπαθείας ἀμοιβὴν αὐτῷ ταύτην ἀποδιδούς. Ἔλεον γὰρ, φησὶ, θέλω, καὶ οὐ θυσίαν· καὶ πανταχοῦ τῶν Γραφῶν ὁρᾷς αὐτὸν τοῦτο ἀεὶ ἐπιζητοῦντα, καὶ ταύτην λύσιν τῶν ἁμαρτημάτων εἶναι λέγοντα. Οὕτω τοίνυν αὐτὸν καὶ ἡμεῖς ἵλεων ἐργασόμεθα, οὕτω τὰ ἡμέτερα διαλύσομεν πλημμελήματα, οὕτω τὴν Ἐκκλησίαν κοσμήσομεν, οὕτω καὶ βασιλεὺς ἡμᾶς ὁ φιλάνθρωπος ἑπαινέσεται, καθάπερ ἔφθην εἰπὼν, καὶ ἅπας ὁ δῆμος κροτήσει, καὶ τὰ πέρατα τῆς οἰκουμένης τὸ φιλάνθρωπον καὶ ἥμερον τῆς πόλεως θαυμάσεται, καὶ μαθόντες οἱ πανταχοῦ τῆς γῆς τὰ γενόμενα κηρύξουσιν ἡμᾶς. Ἵνα οὖν ἀπολαύσωμεν τῶν τοσούτων ἀγαθῶν, προσπέσωμεν, παρακαλέσωμεν, δεηθῶμεν, ἐξαρπάσωμεν τοῦ κινδύνου τὸν αἰχμάλωτον, τὸν φυγάδα, τὸν ἱκέτην, ἵνα καὶ αὐτοὶ τῶν μελλόντων ἀγαθῶν ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | α´. Σὲ ὅλες τὶς περιστάσεις, ἀλλὰ πρὸ παντὸς σήμερα εἶναι ἐπίκαιρο νὰ ποῦμε· «ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης» (Ἐκκλησιαστὴς 1, 2). Ποὺ εἶναι τώρα ἡ λαμπρότης τοῦ ὑπατικοῦ ἀξιώματος; Ποὺ τὰ χαρωπὰ φῶτα; Ποὺ τὰ χειροκροτήματα καὶ οἱ συνοδεῖες καὶ οἱ πολυέξοδες τελετές; Ποὺ εἶναι οἱ στέφανοι καὶ τὰ ἀκριβὰ διαμερίσματα; Ποὺ ὁ θόρυβος τῆς πόλεως καὶ οἱ ζητωκραυγὲς στὰ ἱπποδρόμια καὶ οἱ κολακευτικὲς ἀρχές; Ὅλα αὐτὰ διάβηκαν. Φύσηξε ἀγέρας καὶ μὲ μιᾶς ὅλα τὰ φύλλα τὰ ἔριξε κάτω, δείχνοντας μᾶς γυμνὸ τὸ δέντρο καὶ σαλευόμενο ἀπὸ τὴ ρίζα του. Ἦταν τόσο δυνατὸ αὐτὸ τὸ δρολάπι, ποὺ ἀπείλησε νὰ ξεριζώσει τὸ δέντρο καὶ νὰ τὸ διαλύσει ὁλότελα. Ποὺ εἶναι τώρα οἱ ἐπίπλαστοι φίλοι; Ποὺ εἶναι τὰ συμπόσια καὶ τὰ δεῖπνα; Ποὺ εἶναι τὸ μελισσολόϊ τῶν παρασίτων καὶ τὸ ἀψὺ κρασὶ ποὺ χυνόταν ὀλημερὶς καὶ οἱ ποικίλες τέχνες τῶν μαγείρων καὶ οἱ ὑπηρέτες τῆς ἐξουσίας ποὺ μιλοῦσαν καὶ ἔκαναν περιποιήσεις μὲ πρόθυμη καλοσύνη; Νύχτα ἦταν ὅλα ἐκεῖνα καὶ ὄνειρο, καὶ σὰν χάραξε ἡ μέρα, ἀφανίσθηκαν. Ἦταν ἄνθη ἐαρινά, καὶ σὰν πέρασε ἡ ἄνοιξη, ὅλα μαράθηκαν. Σκιὰ ἦταν καὶ γοργοπερπάτησε. Καπνὸς ἦταν καὶ διαλύθηκε. Πομφόλυγες ἦταν καὶ ἔσκασαν. Ἀράχνης ἱστὸς ἦταν καὶ ἔσπασε. Γι᾿ αὐτό, τοῦτο τὸν πνευματικὸ λόγο ψάλλουμε πάνω σ᾿ αὐτά, λέγοντας: «ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης». Αὐτὸς ὁ λόγος καὶ στοὺς τοίχους καὶ στὰ ἱμάτια καὶ στὴν ἀγορὰ καὶ στὸ σπίτι καὶ στοὺς δρόμους καὶ στὶς πόρτες καὶ στὰ κατώφλια καὶ πρὸ παντὸς στὴ συνείδηση τοῦ καθενὸς διαρκῶς πρέπει νὰ εἶναι γραμμένος καὶ νυχτοήμερα νὰ τὸν μελετᾶμε. Ἐπειδὴ ἡ ἀπατηλότης τῶν πραγμάτων καὶ τὰ προσωπεῖα καὶ ἡ ὑπόκρισις ἀπὸ τοὺς πολλοὺς νομίζονται σὰν ἀλήθεια. Αὐτὸν τὸν λόγο πρέπει πάντα καὶ ὅλες τὶς ὧρες καὶ παντοῦ ὁ ἕνας νὰ λέγει στὸν ἄλλο καὶ ν᾿ ἀκούει ἀπὸ τὸν πλησίον του: «ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης». Δὲν σοῦ ἔλεγα ἀκατάπαυστα πῶς ὁ πλοῦτος εἶναι ἄστατος; Ἀλλὰ ἐσὺ δὲν μ’ανεχόσουν. Δὲν σοῦ ἔλεγα ὅτι εἶναι ἀγνώμων δοῦλος; Ἀλλὰ ἐσὺ δὲν ἤθελες νὰ τὸ παραδεχτεῖς. Ἰδοὺ τώρα τὰ γεγονότα βοοῦν ὅτι ὄχι μόνο ἄστατος, ὄχι μόνο ἀγνώμων, ἀλλὰ καὶ φονιᾶς εἶναι γιατί αὐτὸς σὲ ἔκαμε νὰ τρέμεις τώρα καὶ νὰ φοβᾶσαι. Δὲν σοῦ ἔλεγα ὅταν διαρκῶς μὲ ἀπειλοῦσες, ἐπειδὴ σοῦ μιλοῦσα τὴ γλῶσσα τῆς ἀλήθειας, ὅτι ἐγὼ σὲ ἀγαπῶ περισσότερο ἀπὸ τοὺς κόλακες; Ὅτι ἐγὼ ποὺ σὲ ἤλεγχα, ἤμουν περισσότερο μὲ τὸ μέρος σου ἀπὸ ὅ,τι ἐκεῖνοι ποὺ σοῦ χαρίζονταν; Δὲν πρόσθετα σ᾿ ἐκεῖνα τὰ λόγια μου τὸ ὅτι εἶναι καλύτερα τὰ τραύματα τῶν φίλων ἀπὸ τὰ πρόθυμα φιλήματα τῶν ἔχθρων; Ἂν ὑπέμενες τὰ τραύματα μου, δὲν θὰ σοῦ γεννοῦσαν τὸ θάνατο τὰ φιλήματα ἐκείνων·γιατί οἱ δικές μου πληγὲς ἑτοίμαζαν τὴν ἀνάρρωσή σου, ἐνῷ οἱ ἀσπασμοὶ ἐκείνων σοῦ ἑτοίμαζαν τὴν ἀπώλεια. Ποῦ εἶναι τώρα οἱ οἰνοχόοι; Ποῦ εἶναι ἐκεῖνοι ποὺ ξεπηδοῦσαν μπροστά σου στὶς ἀγορὲς καὶ σὲ στεφάνωναν μ’ ἕνα σωρὸ ἐγκώμια; Ἀποτραβήχτηκαν, ἀρνήθηκαν τὴ φιλία, στάθηκαν μακριὰ ἀπὸ τὴν ἀγωνία σου, γιὰ νὰ σωθοῦν. Ἀλλὰ ἐγὼ δὲν κάνω τὸ ἴδιο. Δὲν σὲ προσπέρασα ἀδιάφορος. Ἔπεσες καὶ σὲ περιμαζεύω καὶ σὲ φροντίζω. Ἡ Ἐκκλησία ποὺ πολέμησες ἄνοιξε τὴν ἀγκαλιά της καὶ σὲ δέχθηκε· τὰ θέατρα ποὺ ἐνίσχυσες καὶ ποὺ γιὰ χάρη τους συχνὰ ἀγανακτοῦσες ἐναντίον μας, σὲ πρόδωσαν καὶ σὲ ἄφησαν νὰ πεθάνεις. Ἀλλὰ ἐμεῖς δὲν εἴχαμε πάψει νὰ σοῦ λέμε πάντα: Γιατί πολιτεύεσαι ἔτσι; Θέλεις νὰ διαπόμπευσης τὴν Ἐκκλησία καὶ ὁδηγεῖς τὸν ἑαυτό σου στὸ χεῖλος τοῦ κρημνοῦ. Ἀλλὰ ἐσὺ δὲν τὰ λογάριαζες. Καὶ τὰ μὲν ἱπποδρόμια, ἀφοῦ σοῦ κατέφαγαν τὸν πλοῦτο, ἀκόνισαν τὸ ξίφος ποὺ θὰ σὲ θανάτωνε· ἡ δὲ Ἐκκλησία ποὺ δέχθηκε τὴν παράλογη ὀργή σου, κάνει τώρα τὸ πὰν γιὰ νὰ σὲ γλυτώσει ἀπὸ τὰ βρόχια τοῦ θανάτου. β´. Καὶ λέγοντας τώρα αὐτά, δὲν μπαίνω σὲ ὀνειδισμό, ἀλλὰ θέλω νὰ κάνω πιὸ ἀσφαλεῖς ἐκείνους ποὺ σὲ τριγυρίζουν ἐδῶ (δηλαδὴ τὸ ἐκκλησίασμα) δὲν ἀναξέω τὰ ἕλκη τοῦ τραυματισμένου, ἀλλὰ θέλω νὰ φυλάξω σὲ ὑγεία ἐκείνους ποὺ ὡς τώρα δὲν λαβώθηκαν· δὲν καταποντίζω τὸ ναυαγό, ἀλλὰ θέλω ἐκείνους ποὺ πλέουν μὲ πρίμο ἀγέρα νὰ τοὺς διδάξω πῶς νὰ μὴ βουλιάξουν. Καὶ πῶς θὰ γίνει αὐτό; Ἂν νιώσουμε τὶς μεταβολὲς τῶν ἀνθρωπίνων πραγμάτων. Γιατί κι αὐτός, ἂν εἶχε φοβηθεῖ αὐτὲς τὶς μεταβολές, δὲν θὰ τὸν εὕρισκαν. Ἂλλ’ ἐπειδὴ αὐτὸς οὔτε ἀπὸ τὸν ἑαυτό του οὔτε ἀπὸ ἄλλους γινόταν καλύτερος, ἐσεῖς λοιπὸν ποὺ εἶστε πνευματικὰ πλούσιοι, πᾶρτε ἕνα κέρδος ἀκόμη ἀπὸ τὴ συμφορά του· γιατί, δὲν εἶναι τίποτε πιὸ τιποτένιο ἀπὸ τὰ ἀνθρώπινα πράγματα. Ὅπως καὶ νὰ τὰ ὀνομάσει κανείς, ἡ πραγματικότης θὰ εἶναι ἰσχυρότερη. Ἂν καπνό, ἂν χόρτο, ἂν ὄνειρο, ἂν ἐαρινὰ ἄνθη, ἂν ὁ, τιδήποτε τὰ ὀνομάσει, πολὺ πιὸ ἄστατα κι ἐφήμερα εἶναι καὶ πιὸ τιποτένια ἀπὸ τὸ τίποτε. Καὶ ὅτι μαζὶ μὲ τὴν εὐτέλεια ἔχουν καὶ τὸ ἀπόκρημνο, γίνεται φανερὸ ἀπὸ τούτη τὴν περίπτωση. Ποιός ἦταν ψηλότερα ἀπ᾿ αὐτὸν ἐδῶ τὸν ἄνθρωπο; Δὲν θάμπωσε ὅλη τὴν οἰκουμένη μὲ τὰ πλούτη του; Ἀλλὰ ἰδοὺ ποὺ κατάντησε πιὸ ἀξιολύπητος κι ἀπὸ τοὺς δεσμῶτες, πιὸ ταπεινωμένος κι ἀπὸ τοὺς δούλους, πιὸ ἄνεχος κι ἀπὸ ἐκείνους ποὺ πεθαίνουν τῆς πείνας, βλέποντας κάθε μέρα γύρω του ξίφη γυμνωμένα καὶ βάραθρα καὶ δήμιους καὶ σύρσιμο στὸ θάνατο. Καὶ δὲν ξέρει, δὲν ἔχει τὴν εὐχαρίστηση νὰ ξέρει τοὐλάχιστον πότε θὰ πεθάνει, ἀλλὰ μέσα στὸ καταμεσήμερο βρίσκεται σὲ σκοτάδι πυκνό. Ὅσο κι ἂν προσπαθήσω δὲν θὰ μπορέσω νὰ παραστήσω μὲ τὸν λόγο τὴν ἀγωνία του, τὴν ἀγωνία του νὰ περιμένει κάθε ὥρα καὶ στιγμὴ τὸ θάνατο. Ἀλλὰ τί χρειάζονται τὰ λόγια μου, ὅταν ὁ ἴδιος εἶναι εἰκόνα καὶ ὑπογραφὴ τῶν ὅσων λέγω; Χθές, ὅταν ἦλθαν σ᾿ αὐτὸν ἀπὸ τὸ παλάτι γιὰ νὰ τὸν πιάσουν, ἔτρεξε στὸν ἱερὸν αὐτὸν τόπο μὲ παγωμένη ὄψη ποὺ καὶ τώρα ἐξακολουθεῖ νὰ εἶναι τέτοια· τὰ δόντια του χτυποῦν, τρέμει καὶ λύνεται τὸ κορμί του, ἡ φωνή του ράγισε, παράλυσε ἡ γλῶσσα του κι ὅλα πάνω σ᾿ αὐτὸν δείχνουν μιὰ ψυχὴ παγωμένη. γ´. Καὶ τὰ λέγω αὐτὰ ὄχι ὀνειδίζοντας, ὄχι μπαίνοντας ἀδιάκριτα στὴ συμφορά του, ἀλλὰ θέλοντας νὰ μαλακώσω τὴ δική σας καρδιὰ καὶ νὰ σᾶς παρακαλέσω ἔλεος καὶ νὰ σᾶς πείσω ὅτι ἀρκετὴ στάθηκε γι᾿ αὐτὸν ἡ τιμωρία. Ὑπάρχουν ἀνάμεσα μᾶς ἄσπλαχνοι καὶ ἄδικοι, ποὺ θὰ κατηγορήσουν καὶ μένα γιατί τὸν δέχθηκα πεσμένο μπροστὰ στὸ ἱερὸ βῆμα θέλοντας, λοιπόν, μὲ τὰ λόγια μου νὰ μαλακώσω καὶ ν᾿ ἀλλάξω τὴν ἀπανθρωπιά τους, γι᾿ αὐτὸ διαδηλώνω τὴ συμφορὰ τοῦ ἀνθρώπου ἐδῶ. Γιὰ τί πρᾶγμα ἀγανακτεῖς, ἀγαπητέ; πές μου. Γιατί -λέγει- στὴν Ἐκκλησία κατέφυγε ἐκεῖνος ποὺ ἀσταμάτητα τὴν πολεμοῦσε. Μὰ γι᾿ αὐτὸ ἀκριβῶς ἔπρεπε περισσότερο νὰ δοξάζεις τὸ Θεό, ποὺ τὸν ἄφησε νὰ ἔλθει σὲ τέτοια ἀνάγκη, ὥστε καὶ τὴ δύναμη τῆς Ἐκκλησίας καὶ τὴ φιλανθρωπία της νὰ μάθει. Τὴ δύναμη, βλέποντας πῶς ἔπεσε ἐνῷ θαρροῦσε ὅτι ἦταν νικητής της· τὴ φιλανθρωπία, βλέποντας πῶς ἡ Ἐκκλησία ποὺ πολεμήθηκε ἀπ᾿ αὐτὸν τώρα βάζει ἀσπίδα νὰ τὸν προστατέψει καὶ τὸν δέχεται κάτω ἀπὸ τὶς πτέρυγες τῆς καὶ τὸν ἀσφαλίζει ὁλότελα καὶ χωρὶς νὰ μνησικακήσει γιὰ ὅ,τι ἐκεῖνος ἔπραξε ἐναντίον της, τοῦ ἄνοιξε τὴν ἀγκαλιά της μὲ μητρικὴ στοργή. Αὐτὸ εἶναι τρόπαιο ἀπ᾿ ὅλα τὰ τρόπαια λαμπρότερο, αὐτὸ εἶναι νίκη περιφανής, αὐτὸ ντροπιάζει καὶ καταισχύνει εἰδωλολάτρες καὶ Ἰουδαίους, αὐτὸ εἶναι φῶς θριάμβου στὸ πρόσωπο τῆς Ἐκκλησίας. Γιατί, ἀφοῦ πῆρε αἰχμάλωτο τὸν ἐχθρό, τώρα τὸν λυπᾶται, κι ἐνῷ ὅλοι τὸν ἄφησαν ἔρημο, αὐτὴ μόνη σὰν μητέρα φιλόστοργη κάτω ἀπὸ τὰ παραπετάσματα της, τὸν ἔκρυψε καὶ στάθηκε ἀντιμέτωπη στὴ βασιλικὴ ὀργή, στὴ μανία τοῦ ὄχλου, στὸ γενικό, ἀκράτητο μῖσος. Αὐτὸς εἶναι ὁ καλύτερος στολισμὸς τοῦ θυσιαστηρίου. Ποιός στολισμός -θὰ πεῖς- ὁ ἀκάθαρτος καὶ ὁ πλεονέκτης καὶ ὁ συλητὴς ν᾿ ἀγγίζει τὸ θυσιαστήριο; Μὴ τὸ λὲς· ἐπειδὴ καὶ ἡ πόρνη ἄγγιξε τὰ πόδια τοῦ Χριστοῦ, ἡ τόσο μιασμένη καὶ ἀκάθαρτη· καὶ δὲν ἦταν αὐτὸ λάθος τοῦ Χριστοῦ, ἀλλὰ θαῦμα καὶ ὕμνος μέγας· γιατί δὲν ζημίωσε τὸν καθαρὸ ἡ ἀκάθαρτη, ἀλλὰ τὴ μιασμένη πόρνη ὁ καθαρὸς καὶ ἄμωμος τὴν καθάρισε μὲ τὸ ἄγγιγμα. Μή, λοιπόν, μνησικακεῖς, ἄνθρωπε. Ὅλοι εἴμαστε δοῦλοι Ἐκείνου ποὺ ἔλεγε ἐνῷ τὸν σταύρωναν: «ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσι» (Λουκ. 23,33). Ἀλλὰ θὰ πεῖς, ὅτι αὐτὸς ὁ ἄνθρωπος ἀπετείχισε τὴν Ἐκκλησία ὡς καταφύγιο ποὺ ἦταν, μὲ διάφορα διατάγματα καὶ νόμους. Ἀλλὰ νὰ ποὺ μὲ τὰ γεγονότα ἔμαθε τὸ κακὸ ποὺ ἔπραξε καὶ μὲ τὴν εἴσοδό του ἐδῶ πρῶτος αὐτὸς κατάργησε τὸ νόμο ποὺ ἔκαμε κι ἔγινε θέαμα οἰκτρὸ τῆς οἰκουμένης κι ἐνῷ εἶναι βουβὸς ὅμως ἔτσι σὰν νὰ μιλᾶ καὶ νὰ φωνάζει: Μὴ κάνετε τέτοια, γιὰ νὰ μὴ πάθετε τέτοια. Ὑψώνεται μὲς ἀπὸ τὴ συμφορά του σὰν διδάσκαλος καὶ τώρα εἶναι ποὺ ξεπηδᾶ ἀπὸ τὸ θυσιαστήριο μεγάλη λάμψη, φοβερότατο δίδαγμα. Ποιό εἶναι αὐτό; Ὅτι ἡ Ἁγία Τράπεζα ἔχει δεμένο τὸ λιοντάρι. Ὅταν θέλουν νὰ ἀπεικονίσουν τὴ δόξα ἑνὸς βασιλέως, δὲν θ’αρκεσθούν νὰ τὸν παραστήσουν καθήμενο πάνω στὸ θρόνο καὶ νὰ τοῦ φορέσουν τὴν ἁλουργίδα καὶ νὰ τοῦ βάλουν στὸ μέτωπο τὸ διάδημα. Ἀλλὰ θὰ ζωγραφίσουν ἐπίσης, κάτω ἀπὸ τὸ πόδι του, τοὺς νικημένους βαρβάρους, μὲ δεμένα τὰ χέρια πίσω, καὶ τὰ κεφάλια στὸ χῶμα. Καὶ ὅτι δὲν χρειάζονται λόγια γιὰ ἕνα τέτοιο δίδαγμα, οἱ ἴδιοι τὸ παραδέχεσθε μὲ τὴ βία μὲ τὴν ὁποία ὅλοι τρέξατε ἐδῶ γιὰ νὰ δεῖτε τὸ θέαμα. Σήμερα ἡ Ἐκκλησία εἶναι γεμάτη καὶ λαμπροφόρος. Ὅσο λαὸ ἔβλεπα τὸ Πάσχα συναθροισμένο ἐδῶ, βλέπω καὶ σήμερα. Αὐτὸς ὁ ἄνθρωπος ἂν καὶ ἀμίλητος, ὅλους σᾶς κάλεσε, σαλπίζοντας μὲς ἀπὸ τὸ γεγονὸς τὸ ἴδιο πρὸς ὅλες τὶς κατευθύνσεις. Καὶ κόρες τοὺς θαλάμους, καὶ γυναῖκες τους γυναικωνίτες, καὶ ἄντρες τὴν ἀγορὰ ἄδειασαν καὶ τρέξατε ὅλοι ἐδῶ, γιὰ νὰ δεῖτε τὴν ἀνθρώπινη φύση ἐλεγχόμενη κι ἀπὸ τὰ ἐφήμερα ἀγαθὰ ἀπογυμνωμένη καὶ τὸ χθεσινὸ ξετσίπωτο πρόσωπο, ποὺ ἄστραφτε ἀπὸ ἀναίδεια, πλυμένο ἀπὸ τὸ σφουγγάρι τῆς ντροπῆς τῶν πραγμάτων καὶ ξεβαμμένο ἀπὸ τὰ ψιμύθια ὁλότελα. Γιατί ἡ καλοπέραση ποὺ δίνουν οἱ πλεονεξίες εἶναι πρόστυχη προσωπίδα σὰν γραϊδίου ὄψης βαμμένη. δ´. Αὐτοῦ του καταντήματος εἶναι μεγάλη ἡ εὐγλωττία· τὸν ἄνθρωπο ποὺ ἔλαμπε καὶ φαινόταν ἀπὸ παντοῦ, τὸν ἔκαμε νὰ εἶναι τώρα ὁ πιὸ ἀδύνατος ἀπὸ ὅλους. Ἂν πλούσιος μπεῖ ἐδῶ, μεγάλο θὰ εἶναι τὸ κέρδος ποὺ θὰ πάρει. Γιατί, βλέποντας ἀπὸ τί ψηλὴ κορφὴ κρημνίσθηκε ἐκεῖνος ποὺ ἔσειε τὴν οἰκουμένη ὅλη, καὶ πῶς τώρα εἶναι ζαρωμένος καὶ δειλότερος ἀπὸ λαγὸ καὶ βάτραχο, καὶ χωρὶς δεσμὰ σ᾿ αὐτὴ τὴν κολόνα κολλημένος καὶ ἀντὶ μὲ ἁλυσίδα ἀπὸ τὸ φόβο σφιγμένος γύρω της καὶ τρέμοντας, τότε ὁ πλούσιος θὰ αἰσθανθεῖ μέσα του νὰ πέφτει ὁ πυρετὸς τῆς ἀπληστίας, νὰ σωριάζεται ὁ ἐγωισμός του, κι ἀφοῦ φιλοσοφήσει ὅπως πρέπει πάνω στ᾿ ἀνθρώπινα, θὰ φύγει ἀπὸ τὴν ἐκκλησία ἔχοντας μάθει ἀπὸ τὰ πράγματα ἐκεῖνα ποὺ μὲ λόγια διδάσκουν οἱ ἅγιες Γραφές, ὅτι δηλαδὴ· «πᾶσα σάρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου· ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος ἐξέπε» (Ἡσ. 40, 6-7). Ἐπίσης «ὅτι ὡσεὶ χόρτος τὰχὺ ἀποξηρανθήσονται καὶ ὡσεὶ λάχανα χλόης τὰχὺ ἀποπεσοῦνται» (Ψάλμ. 36, 2). Ἐπίσης «ὅτι... ὡσεὶ κὰπνὸς αἱ ἡμέραι (αὐτοῦ)» (Ψαλμ. 101, 4) κ.τ.λ. Ἂν πάλι μπεῖ ἐδῶ ὁ φτωχὸς καὶ ὑψώσει τὰ μάτια του σ᾿ αὐτὸν τὸν ἄνθρωπο, δὲν θὰ λυπηθεῖ τὸν ἑαυτό του οὔτε θὰ στενοχωρηθεῖ γιὰ τὴ φτώχεια του. Ἀλλὰ θὰ αἰσθανθεῖ εὐγνωμοσύνη στὴ φτώχεια του, γιατί τοῦ εἶναι ἄσυλο καὶ λιμάνι ἀκύμαντο καὶ τεῖχος ἀσφαλές. Καὶ βλέποντας ὅ,τι βλέπει, θὰ προτιμήσει χίλιες φορὲς νὰ μείνει ἐκεῖ ποὺ βρίσκεται παρὰ ν'αποκτήσει γιὰ λίγο τὸν κόσμο ὁλόκληρο κι ὕστερα νὰ κινδυνεύει νὰ χάσει καὶ τὴν ἴδια του τὴν ζωή. Βλέπεις ὅτι ὄχι μικρὴ ἡ ὠφέλεια εἶναι καὶ στοὺς πλουσίους καὶ στοὺς φτωχοὺς καὶ στοὺς ταπεινοὺς καὶ στοὺς δοξασμένους καὶ στοὺς δούλους καὶ στοὺς ἐλευθέρους ἀπὸ μιὰ τέτοια ἐδῶ καταφυγή. Βλέπεις πῶς γιατρεύεται ὁ καθένας μόνο καὶ μόνο ποὺ εἶδε αὐτὸ τὸ θέαμα. Ἄρα σᾶς μαλάκωσα τὸ πάθος, σᾶς ξερίζωσα τὴν ὀργή; Ἄρα σᾶς ἔσβησα τὴν ἀπανθρωπιά; Ἄρα σᾶς ὁδήγησα σὲ συμπάθεια; Νομίζω πῶς τὸ πέτυχα καὶ μάλιστα σὲ μεγάλο βαθμό. Μοῦ τὸ δείχνουν τὰ πρόσωπα σᾶς καὶ οἱ πηγὲς τῶν δακρύων σας. Ἀφοῦ, λοιπόν, ἡ πέτρα ἔγινε χῶμα παχὺ καὶ μαλακό, ἐμπρὸς ἂς βλάστηση τὸ ἔλεος, ἂς κυματίσουν τα στάχυα τῆς συμπαθείας μας κάτω ἀπὸ τὰ μάτια τοῦ Θεοῦ κι ἂς πέσουμε στὰ γόνατα μπροστὰ στὸν βασιλέα, ἡ μᾶλλον ἂς παρακαλέσουμε τὸν φιλάνθρωπο Θεὸ νὰ μαλακώσει τὸ θυμὸ τοῦ βασιλέως, νὰ κάνει ἁπαλὴ τὴν καρδιά του καὶ νὰ μᾶς δώσει ὁλόκληρη τὴ χάρη ποὺ θὰ τοῦ ζητήσουμε. Καὶ ἤδη, ἀπὸ τὴ μέρα ἐκείνη ποὺ αὐτὸς κατέφυγε ἐδῶ, δὲν σημειώθηκε μικρὴ μεταβολὴ στὶς διαθέσεις τοῦ βασιλέως. Γιατί, σὰν ἔμαθε ὁ βασιλεὺς πῶς κατέφυγε σὲ τοῦτο τὸ ἱερὸ ἄσυλο, ἔβγαλε λόγο μακρὸ μπροστὰ στὸ στρατόπεδο, ποὺ τοῦ ζητοῦσαν νὰ τὸν ἀποκεφαλίσει ἐξ αἰτίας τῶν ἐγκλημάτων του, καὶ γαλήνευσε τὸν στρατιωτικὸ θυμό. Καὶ εἶπε ὅτι δὲν πρέπει μόνο τὰ φταιξίματα, ἀλλὰ καὶ τὰ κατορθώματα τοῦ νὰ λογαριασθοῦν, δείχνοντας ἔτσι ὅτι ἔνιωθε τὴν ἀγανάκτηση τους, ἀλλὰ καὶ ἀνθρώπινη κατανόηση. Κι ὅταν πάλι ἦλθαν ἕως ἐδῶ γιὰ νὰ ἐκδικηθοῦν τὸν βασιλέα τους, μ’ ἄγριες φωνὲς καὶ ἔξαλλες χειρονομίες καὶ σείοντας τὰ δόρατα, αὐτὸς ἐδῶ ἀφήνοντας νὰ ρέουν τὰ δάκρυα ἀπὸ τὰ ἠμερότατα μάτια του καὶ δείχνοντας τοὺς τὴν ἱερὰ τράπεζα ὅπου εἶχε καταφύγει, κόπασε τὴν ὀργή τους. ε´. Ἂλλ’ ἂς προσθέσουμε κι ἐμεῖς τώρα τὴ δική μας συμπεριφορά. Ποιᾶς συγχωρήσεως θὰ εἴσαστε ἄξιοι, ἂν ὁ βασιλεὺς ποὺ ὑβρίσθηκε δὲν μνησικακεῖ, καὶ σεῖς ποὺ τίποτε τέτοιο δὲν πάθατε θὰ φανερώνατε τόση ὀργή; Καὶ πῶς, σὰν διαλυθεῖ αὐτὴ ἡ σύναξη καὶ παύση αὐτὸ τὸ θέαμα, θὰ προσεγγίσετε τὰ ἅγια μυστήρια καὶ θὰ φέρετε στὰ χείλη σας τὴν προσευχὴ ἐκείνη ποὺ ὁ Κύριος μᾶς πρόσταξε νὰ λέμε: «ἄφες ἡμῖν... (καθὼς) καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν» (Ματ. 6, 12) ἂν ἀπαιτεῖτε τιμωρία; Ἔκανε μεγάλες ἀδικίες, προσέβαλε τόσο πολύ; Δὲν θὰ τὸ ἀρνηθοῦμε οὔτε ἐμεῖς. Ἀλλὰ τώρα δὲν εἶναι καιρὸς δικαστηρίου, ἀλλὰ ἐλέους· ὄχι εὐθύνης, ἀλλὰ φιλανθρωπίας· ὄχι ἀνακρίσεως, ἀλλὰ συγχωρήσεως· ὄχι καταδικαστικῆς ψήφου, ἀλλὰ οἴκτου καὶ χάριτος. Ἂς μὴ φλογίζεται λοιπὸν κανένας ἀπὸ ὀργή, ἂς μὴ προβάλλει ἐμπόδια, ἀλλὰ καλύτερα ἂς δεηθοῦμε στὸν φιλάνθρωπο Θεὸ νὰ δώσει σὲ τοῦτο τὸ πλάσμα τοῦ προθεσμία ζωῆς, νὰ ἐξαρπάσει ἀπὸ τὴ σφαγὴ ποὺ τὸ ἀπειλεῖ γιὰ νὰ πληρώσει τὰ φταιξίματα ποὺ ἔκαμε, καὶ ὅλοι μαζὶ ἂς προσέλθουμε στὸν φιλάνθρωπο βασιλέα, παρακαλῶντας ἐξ ὀνόματος τῆς Ἐκκλησίας, ἐξ ὀνόματος τοῦ θυσιαστηρίου, νὰ μᾶς χαρίσει αὐτὸ τὸν ἄνθρωπο ποὺ πρόσπεσε στὴν ἁγία τράπεζα. Ἂν τὸ πράξουμε αὐτό, καὶ ὁ βασιλεὺς θὰ τὸ δεχθεῖ καὶ ὁ Θεὸς πρὶν καὶ πάνω ἀπὸ τὸν βασιλέα θὰ τὸ ἐπαινέσει καὶ μεγάλη ἀμοιβὴ θὰ μᾶς ἀποδώσει γιὰ τὴ φιλανθρωπία ποὺ θὰ δείξουμε. Γιατί, καθὼς ἀποστρέφεται καὶ μισεῖ τὸν ὠμὸ καὶ ἀπάνθρωπο, ἔτσι στὸν ἐλεήμονα καὶ φιλάνθρωπο εἶναι προσηνὴς καὶ γεμᾶτος φίλτρο. Καὶ ἂν μὲν αὐτὸς εἶναι δίκαιος, τοῦ πλέκει λαμπρότερα στέφανα· ἂν δὲ ἁμαρτωλός, παρατρέχει τὰ ἁμαρτήματα, ἀμείβοντας τὴ συμπάθεια ποὺ ἔδειξε ὁ ἁμαρτωλός, στὸν συναμαρτωλό του. Γιατί λέγει «ἔλεος θέλω καὶ οὐ θὺσίαν» (Πρ. Ὠσηὲ 6,6 καὶ Μάτ. 9,13). Καὶ παντοῦ τῆς Γραφῆς βλέπει τὸ Θεὸ νὰ ζητᾶ ἀκριβῶς αὐτὸ καὶ νὰ τὸ λέγει λύση τῶν ἁμαρτημάτων. Ἔτσι λοιπόν, κι ἐμεῖς τώρα θὰ τὸν κάνουμε ἵλεῳ, ἔτσι θὰ λύσουμε καὶ τὰ δικά μας φταιξίματα, ἔτσι θὰ στολίσουμε τὴν Ἐκκλησία, ἔτσι καὶ ὁ φιλάνθρωπος βασιλεὺς θὰ μᾶς ἐπαινέσει, καθὼς εἶπα προηγουμένως, καὶ ὅλος ὁ λαὸς θὰ μᾶς χειροκροτήσει καὶ τὰ πέρατα τῆς οἰκουμένης θὰ μάθουν τὴ φιλανθρωπία καὶ τὴν ἡμερότητα τῆς πόλεως αὐτῆς, καὶ θὰ γεμίσει ἡ γῆ ἀπὸ τὸ κήρυγμα τοῦ παραδείγματος μας. Γιὰ νὰ ἀπολαύσουμε, λοιπόν, τὰ τόσα αὐτὰ ἀγαθά, ἂς προσπέσουμε, ἂς παρακαλέσουμε, ἂς δεηθοῦμε, ἂς ἁρπάξουμε ἀπὸ τὰ νύχια τοῦ κινδύνου τὸν αἰχμάλωτο, τὸν φυγάδα, τὸν ἱκέτη, γιὰ νὰ πετύχουμε κι οἱ ἴδιοι τῶν μελλόντων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπία τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὦ ἡ δόξα καὶ τὸ κράτος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |