Αγαπητοί αδελφοί, μονάχα ο Πανάγιος Τριαδικός Θεός μας μπορεί να μας βοηθήσει στις δύσκολες ώρες που περνάμε-και είναι δύσκολες όχι τόσο λόγω του περίφημου κορωνοϊού, όσο επειδή δεν μας επιτρέπουν πλέον να τελούμε τις ιερές ακολουθίες στους ιερούς μας ναούς.
Ας υψώσουμε όλοι μαζί λοιπόν τα χέρια στον ουρανό και ας συμπροσευχηθούμε
για να σταματήσει αυτή η λοιμώδης ασθένεια που έχει ενσκήψει και απειλεί όχι
τόσο τα σώματα όσο τελικά τις ίδιες τις ψυχές μας, εφόσον προσπαθούν με την
πρόφαση του ιού αυτού να μας κόψουν από το οξυγόνο μας, την κοινή συμμετοχή στη
θεία λατρεία και τα Άχραντα Μυστήρια. Στείλτε, τυπώστε, διαδώστε με κάθε τρόπο
το παρακάτω έγγραφο με τις προσευχές που σας στέλνω, μήπως με την κοινή μας
προσευχή μας εισακούσει ο Πανάγιος Τριαδικός Θεός μας και μας ελεήσει.
ΠΡΟΣΕΥΧΗ
ΣΤΟΝ ΚΥΡΙΟ ΜΑΣ ΙΗΣΟΥ ΧΡΙΣΤΟ ΓΙΑ ΚΑΘΕ
ΛΟΙΜΙΚΗ ΝΟΣΟ
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός ἡμῶν, ὁ διά τήν πολλήν Σου ἀγαθότητα ποιήσας τόν ἄνθρωπον, ὁ ἱατρός τῶν ψυχῶν καί τῶν σωμάτων ἡμῶν, πρόσχες νῦν ἐπί τήν δέησιν τῶν τέκνων Σου, καί ῥύσαι ἡμᾶς τῆς ἐπελθούσης τῷ κόσμῳ Σου ἀπειλής· ὅτι νόσος ἐνέσκηψε δεινή, καί φόβος
θανάτου ἐκύκλωσεν ἡμᾶς. Πλεῖστοι ἠσθένησαν, καί ἱκανοί ἐκ τοῦ λοιμοῦ ἐκοιμήθησαν, καί οὐκ ἒστιν ὁ λυτρούμενος πλήν Σου Κύριε.
Οἲδαμεν, Ἀγαθέ, ὅτι πρός νουθεσίαν
ἡμῶν ἐπήγαγες ταῦτα ἐφ’ ἡμᾶς· ἀλλά νῦν ἐπιστρέφοντες, ἐν μετανοίᾳ κραυγάζομεν· τήν
νομήν τοῦ λοιμοῦ ἀνάστειλον, καί πάντας ὡς οἰκτίρμων θεράπευσον· τούς δέ θανόντας ἀδελφούς ἡμῶν ἐν ταῖς σκηναῖς Σου ἀνάπαυσον. Εἰρήνην τῇ οἰκουμένῃ δώρησαι, καί γνώτωσαν
πάντες ὅτι Σύ εἶ Θεός μόνος, καί οἱ πιστεύοντες εἰς Σέ οὐ δεδοίκασιν θάνατον.
Ὃτι Σύ εἶ ἡ ἐλπίς ἡμῶν, καί εἰς χείρας Σου ἡ ζωή ἡμῶν ἅπασα, καί Σοί τήν δόξαν ἀναπέμπομεν, σύν τῷ Πατρί καί τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΥΧΗ ΣΕ ΑΠΕΙΛΗ ΕΠΙΔΗΜΙΚΗΣ ΑΣΘΕΝΕΙΑΣ
Ἡμάρτομεν, ἠνομήσαμεν, ἠδικήσαμεν ἐνώπιόν Σου, πανάγαθε
Δέσποτα· παρέβημέν Σου τὰς σωτηρίους ἐντολάς, τὰς ἱερὰς συνθήκας ἡμῶν, ἃς ἐπὶ τῷ θείῳ Βαπτίσματι, κατέναντι τοῦ μεγάλου Σου Θυσιαστηρίου, ἐνώπιον Ἀγγέλων ἐποιησάμεθα καὶ ἀνθρώπων· ἠθετήσαμεν τὸ φρικτὸν Αἷμα τῆς διαθήκης, ἐν ᾧ ἡγιάσθημεν, κοινὸν ἡγησάμενοι, καὶ τῷ Πνεύματι τῆς χάριτος ἐνυβρίσαντες, καὶ τῆς φοβερᾶς καὶ ὑπερφυοῦς υἱοθεσίας καταφρονήσαντες. Πᾶσα Γραφὴ καὶ θεῖος Νόμος καὶ διδασκαλία θεόπνευστος, ψόφος κενὸς, ῥήματα πράξεως ἔρημα παρ᾿ ἡμῖν ἐλογίσθησαν· ὀνόματι μόνον καὶ λόγοις τὸ σεπτὸν Εὐαγγέλιον καὶ τὸν ἀληθῆ Χριστιανισμὸν οἱ τάλανες περιφέρομεν.
Αἱ χεῖρες ἡμῶν πρὸς πᾶσαν ἁρπαγὴν καὶ πλεονεξίαν γεγόνασιν ἐπιτήδειοι· οἱ πόδες ὀξεῖς καὶ ἀνομώτατοι, καὶ πρὸς πᾶσαν ἀδικίαν καὶ κακεντρέχειαν ἕτοιμοι, τῆς μερίδος τῶν ἀδελφῶν ἐπιβαίνειν καὶ καταπατεῖν, καὶ κατεσθίειν τοὺς πένητας· τὸ στόμα, τὸ τῶν ἱερῶν εὐχῶν τε καὶ λόγων ὄργανον, πάσης αἰσχρότητος καὶ μωρολογίας, ἐπιορκίας τε καὶ διαβολῆς ἀπετελέσαμεν ὄργανον· τοὺς ὀφθαλμοὺς ἡμῶν, καὶ πάσας ἡμῶν τὰς αἰσθήσεις, ἀσωτίας καὶ πάσης ἀσελγείας καθ᾿ ὑπερβολὴν ἐπληρώσαμεν· τὸν ἐν ἡμῖν βασιλεύοντα νοῦν, τὸ θεῖον ἐκεῖνο σπέρμα καταπατήσαντες, καὶ τὰ μέλη σοῦ τοῦ Χριστοῦ πόρνης μέλη ποιήσαντες, καὶ ἀντὶ ναῶν τοῦ Θεοῦ, φθορᾶς καὶ ἀκαθαρσίας ἀποθῆκαι γενόμενοι.
Διὰ τοῦτο, πανάγαθε Δέσποτα, τὴν πολλήν Σου φιλανθρωπίαν
πρὸς ἀγανάκτησιν ἐτρέψαμεν οἱ ταλαίπωροι· τὸ πλῆθος τῶν σῶν εὐεργεσιῶν εἰς τιμωρίας ἡμῖν ἀφρόνως μετατεθείκαμεν. Καὶ ἐπειδή, μήτε τοῖς ἡμετέροις ἀγαθοῖς, μήτε τοῖς ἀλγεινοῖς τοῦ πλησίον βελτίονες
γεγόναμεν, δικαίως καθ᾿ ἡμῶν αὐτῶν τὴν δικαίαν Σου παίδευσιν καὶ τὴν πληγὴν ἐκινήσαμεν. Ἀλλὰ μὴ τῷ θυμῷ σου ἐλέγξῃς ἡμᾶς, μηδὲ τῇ ὀργῇ Σου παιδεύσῃς ἡμᾶς, Κύριε. Σοὶ μόνῳ ἡμάρτομεν, ἀλλὰ καὶ Σὲ προσκυνοῦμεν μόνον, καὶ μετὰ συντετριμμένης καρδίας, ὡς θυσίαν καθαράν, τὴν ἐξομολόγησιν προσφέρομεν.
Ἄνες, ἄφες, φιλάνθρωπε Δέσποτα· στῆσον τὴν καθ᾿ ἡμῶν φερομένην δικαίως ταύτην
μάστιγα τῆς ἐπαπειλούσης ἡμῖν λοιμικῆς ἀσθενείας· νικησάτω τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου τὸ τῶν ἁμαρτιῶν ἡμῶν πονηρὸν σύστημα· τὸ τῆς σῆς ἀπείρου χρηστότητος πέλαγος
κατακαλυψάτω τῆς κακίας ἡμῶν τὴν πικρὰν θάλασσαν. Ἔχομεν τῆς σῆς φιλανθρωπίας ὑποδείγματα μέγιστα, λῃστὰς καὶ πόρνας, τελώνας καὶ τὸν ἄσωτον υἱόν, ἅ τινες ἡμᾶς τοὺς ἀθλίους παρευδοκιμοῦσι, καὶ εἰς τὴν τῶν οὐρανῶν Βασιλείαν προάγουσι.
Μετὰ τούτων καὶ ἡμᾶς ἐξομολογουμένους σοι καὶ προσπίπτοντας πρόσδεξαι, Δέσποτα· εἰ δὲ καὶ τῆς αὐτῶν ἐπιστροφῆς καὶ εἰλικρινοῦς μετανοίας πλεῖστον ἀπολειπόμεθα, τὸ λεῖπον ἀποπληρωσάτω ἡ ἄπειρος ἀγαθότης σου, μᾶλλον δὲ καὶ τὸ πᾶν· ἐπειδὴ καὶ τοῦ παντὸς ὅλως λειπόμεθα. Ἔχεις οὖν εὐσπλαγχνίαν τε καὶ συγγνώμην παρακαλοῦντάς σε, τὸν Σταυρόν, καὶ τὸν ἑκούσιον θάνατον, ὃν ὑπὲρ ἡμῶν τῶν ἀχαρίστων ὑπέμεινας, τοὺς ἀγῶνας τῶν Ἀποστόλων, τοὺς τῶν Ὁσίων ἱδρῶτας καὶ τῶν Μαρτύρων τὰ αἵματα, καὶ πρὸ πάντων τὴν κοινὴν τῶν ἁπάντων ἐλπίδα καὶ σωτηρίαν, τὴν ὑπὲρ λόγον ἀσπόρως τεκοῦσάν σε Θεοτόκον· ὧν τὰς ἐντεύξεις φιλανθρώπως δεξάμενος, καὶ σὺν αὐτοῖς ταῖς πρεσβείαις τοῦ ἁγίου ἐνδόξου ἱερομάρτυρος Χαραλάμπους, τῆς ἁγίας ἐνδόξου μεγαλομάρτυρος Βαρβάρας καὶ τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν Ἀνθίμου τοῦ ἐν Χίου καὶ Νικηφόρου τοῦ Λεπροῦ, καὶ τῆς παρούσης λοιμικῆς ἀσθενείας, καὶ τῆς μελλούσης αἰωνίου κολάσεως ἡμᾶς ἐλευθέρωσον.
Χάριτι καὶ φιλανθρωπίᾳ τοῦ ἀνάρχου Σου Πατρός, μεθ᾿ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.