ΕΠΙΚΑΙΡΟΠΟΙΗΜΕΝΟ ΑΣΤΡΑΠΟΛΟΓΗΜΑ ΠΑΡΑ ΓΡΗΓ. ΘΕΟΛΟΓΟΥ
[Πολλούς Λύκους βλέπω ἀνάμεσα στά πρόβατα]
[Πολλοί λύκοι παριστάνουν τούς ποιμένες]
«Αὐτοί ἔχουν τόν οἶκο, ἐμεῖς τόν ἔνοικο» (Γρηγόριος Θεολόγος).
Πρὸς δὲ καὶ ταῦτα ἐλογιζόμην τε καὶ λογίζομαι͵ καὶ σκοπεῖτε͵
εἰ μὴ καὶ λίαν ὀρθῶς͵ ἃ καὶ πολλάκις ὑμῖν ἐφιλοσόφησα.
Ἔχουσιν οὗτοι τοὺς οἴκους͵ ἡμεῖς τὸν ἔνοικον·
οὗτοι τοὺς ναοὺς͵ ἡμεῖς τὸν Θεόν·
καὶ τὸ ναοὶ γενέσθαι Θεοῦ ζῶντος καὶ ζῶντες͵ ἱερεῖα ἔμψυχα͵
ὁλοκαυτώματα λογικὰ͵ θύματα τέλεια͵ θεοὶ διὰ Τρίαδος
προσκυνουμένης.
Οὗτοι δήμους͵ 36.233 ἡμεῖς ἀγγέλους·
οὗτοι θράσος͵ πίστιν ἡμεῖς·
οὗτοι τὸ ἀπειλεῖν͵ ἡμεῖς τὸ προσεύχεσθαι·
οὗτοι τὸ βάλλειν͵ ἡμεῖς τὸ φέρειν·
οὗτοι χρυσὸν καὶ ἄργυρον͵ ἡμεῖς λόγον κεκαθαρμένον.
36.233.8 Μικρόν μοι τὸ ποίμνιον;
Ἀλλ΄ οὐκ ἐπὶ κρημνῶν φερόμενον.
Στενή μοι ἡ μάνδρα͵ πλὴν λύκοις ἀνεπίβατος͵
πλὴν οὐ παραδεχομένη λῃστὴν͵
οὐδὲ ὑπερβαινομένη κλέπταις καὶ ξένοις.
Ὄψομαι ταύτην͵ εὖ οἶδα͵ καὶ πλατυτέραν.
Πολλοὺς τῶν νῦν λύκων͵ ἐν προβάτοις ἀριθμῆσαί με δεῖ͵
τυχὸν καὶ ποιμέσιν.
Τοῦτο εὐαγγελίζεταί μοι ὁ ποιμὴν ὁ καλὸς͵ δι΄ ὃν ἐγὼ τίθημι τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων». (Γρ. Θεολόγος, κατά Ἀρειανών͵ καὶ εἰς ἑαυτόν Contra Arianos et de seipso 36.232.38T.L.G.)
(Παράφρασις:
Καί ἐπιπρόσθετα καί αὐτά σκεπτόμουν καί διαλογίζομαι, καί νά ἔχετε σκοπό νά σκέπτεσθε ὀρθῶς πάνω σέ αὐτά πού πολλές φορές σᾶς φιλοσόφησα
Αὐτοί, οἱ αἱρετικοί καί οἱ ἐχθροί τῆς Ἐκκλησίας, κατέλαβαν αὐτοί μέν τούς οἴκους, τούς Ναούς, ἀλλά ἐμεῖς ἔχουμε τόν Ἔνοικο τό Χριστό.
Καί αὐτό εἶναι ἐμεῖς νά γίνουμε ζωντανοί ναοί τοῦ ζῶντος Θεοῦ καί θυσίες ὁλοκαυτωμάτων λογικές καί θύματα τέλεια γιά τόν Κύριο, θεοί κατά Χάριν μέ τήν βοήθεια τῆς Ἁγ. Τριάδος τῆς προσκυνουμένης.
Αὐτοί κατέχουν τίς λαϊκές μάζες, ἐμεῖς τούς Ἀγγέλους.