Κυριακή 14 Απριλίου 2024

Τό Εὐαγγέλιο καί ὁ Ἀπόστολος τῆς Κυριακῆς Δ' ΝΗΣΤΕΙΩΝ (Τοῦ Ἁγίου Ἰωάννου τῆς Κλίμακος) 14 ΑΠΡΙΛΙΟΥ 2024



 Ἑωθινόν
 
Ἦχος δ´ - Ἑωθινόν Α´
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΚΗ´ 16 - 20

16 Οἱ δὲ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν, εἰς τὸ ὄρος οὗ ἐτάξατο αὐτοῖς ὁ Ἰησοῦς. 17 καὶ ἰδόντες αὐτὸν προσεκύνησαν αὐτῷ, οἱ δὲ ἐδίστασαν. 18 καὶ προσελθὼν ὁ Ἰησοῦς ἐλάλησεν αὐτοῖς λέγων· Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. 19 πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, 20 διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν· καὶ ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. Ἀμήν.
 
Ἑρμηνευτικὴ ἀπόδοση Παναγιώτη Ν. Τρεμπέλα 
 
Ἦχος δ´ - Ἑωθινόν Α´
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΚΗ´ 16 - 20

16 Οἱ δὲ ἕνδεκα μαθηταὶ ἐπῆγαν εἰς τὴν Γαλιλαίαν, εἰς τὸ ὅρος τὸ ὁποῖον ὥρισεν εἰς αὐτοὺς ὁ Ἰησοῦς. 17 Καὶ ἀφοῦ τὸν εἶδαν, τὸν προσεκύνησαν, μερικοὶ δὲ ἐδοκίμασαν κάποιαν ἀμφιβολίαν περὶ τοῦ ἂν ἦτο αὐτὸς ὁ Ἰησοῦς. 18 Καὶ πλησιάσας ὁ Ἰησοῦς τοὺς ὡμίλησε καὶ εἶπε· Ἐδόθη καὶ εἰς τὴν ἀνθρωπίνην φύσιν μου κάθε ἐξουσία εἰς τὸν οὐρανὸν καὶ ἐπὶ τῆς γῆς. 19 Λοιπὸν ὑπάγετε καὶ κάμετε μαθητάς σας ὅλα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος· 20 διδάσκοντες αὐτοὺς νὰ φυλάττουν εἰς τὸν βίον των ὅλα τὰ ἠθικὰ παραγγέλματα, ὅσα σᾶς ἔδωκα ὡς ἐντολάς.Καὶ ἰδοὺ ἐγώ, ποὺ ἔλαβον πᾶσαν ἐξουσίαν, θὰ εἶμαι μαζί σας βοηθὸς καὶ παραστάτης σας ὅλας τὰς ἡμέρας, μέχρις οὗ συντελεσθῇ καὶ λάβῃ τέλος ὁ αἰὼν αὐτός. Ἀμήν.
 
 

Εὐαγγέλιον
 
ΚΑΤΑ ΜΑΡΚΟΝ Θ´ 17 - 31

17 καὶ ἀποκριθεὶς εἷς ἐκ τοῦ ὄχλου εἶπε· Διδάσκαλε, ἤνεγκα τὸν υἱόν μου πρὸς σέ, ἔχοντα πνεῦμα ἄλαλον. 18 καὶ ὅπου ἂν αὐτὸν καταλάβῃ, ῥήσσει αὐτόν, καὶ ἀφρίζει καὶ τρίζει τοὺς ὀδόντας αὐτοῦ, καὶ ξηραίνεται· καὶ εἶπον τοῖς μαθηταῖς σου ἵνα αὐτὸ ἐκβάλωσι, καὶ οὐκ ἴσχυσαν. 19 ὁ δὲ ἀποκριθεὶς αὐτῷ λέγει· Ὦ γενεὰ ἄπιστος, ἕως πότε πρὸς ὑμᾶς ἔσομαι; ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετε αὐτὸν πρός με. καὶ ἤνεγκαν αὐτὸν πρὸς αὐτόν. 20 καὶ ἰδὼν αὐτὸν εὐθέως τὸ πνεῦμα ἐσπάραξεν αὐτόν, καὶ πεσὼν ἐπὶ τῆς γῆς ἐκυλίετο ἀφρίζων. 21 καὶ ἐπηρώτησε τὸν πατέρα αὐτοῦ· Πόσος χρόνος ἐστὶν ὡς τοῦτο γέγονεν αὐτῷ; ὁ δὲ εἶπε· Παιδιόθεν. 22 καὶ πολλάκις αὐτὸν καὶ εἰς πῦρ ἔβαλε καὶ εἰς ὕδατα, ἵνα ἀπολέσῃ αὐτόν· ἀλλ’ εἴ τι δύνασαι, βοήθησον ἡμῖν σπλαγχνισθεὶς ἐφ’ ἡμᾶς. 23 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· Τὸ εἰ δύνασαι πιστεῦσαι, πάντα δυνατὰ τῷ πιστεύοντι. 24 καὶ εὐθέως κράξας ὁ πατὴρ τοῦ παιδίου μετὰ δακρύων ἔλεγε· Πιστεύω, Κύριε· βοήθει μου τῇ ἀπιστίᾳ. 25 ἰδὼν δὲ ὁ Ἰησοῦς ὅτι ἐπισυντρέχει ὄχλος ἐπετίμησε τῷ πνεύματι τῷ ἀκαθάρτῳ λέγων αὐτῷ· Τὸ πνεῦμα τὸ ἄλαλον καὶ κωφὸν, ἐγὼ σοι ἐπιτάσσω, ἔξελθε ἐξ αὐτοῦ καὶ μηκέτι εἰσέλθῃς εἰς αὐτόν. 26 καὶ κράξαν καὶ πολλὰ σπαράξαν αὐτόν ἐξῆλθε, καὶ ἐγένετο ὡσεὶ νεκρός, ὥστε πολλοὺς λέγειν ὅτι ἀπέθανεν. 27 ὁ δὲ Ἰησοῦς κρατήσας αὐτὸν τῆς χειρὸς ἤγειρεν αὐτόν, καὶ ἀνέστη. 28 Καὶ εἰσελθόντα αὐτὸν εἰς οἶκον οἱ μαθηταὶ αὐτοῦ ἐπηρώτων αὐτόν κατ’ ἰδίαν, ὅτι ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό. 29 καὶ εἶπεν αὐτοῖς· Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. 30 Καὶ ἐκεῖθεν ἐξελθόντες παρεπορεύοντο διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἤθελεν ἵνα τις γνῷ· 31 ἐδίδασκε γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι Ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ἀποκτανθεὶς τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.
 
Ἑρμηνευτικὴ ἀπόδοση Παναγιώτη Ν. Τρεμπέλα
 
ΚΑΤΑ ΜΑΡΚΟΝ Θ´ 17 - 31

17 Καὶ ἀπεκρίθη ἕνας ἀπὸ τὸ πλῆθος τοῦ λαοῦ καὶ εἶπε· Διδάσκαλε, σοῦ ἔφερα τὸν υἱόν μου, ποὺ ἔχει καταληφθῇ ἀπὸ πνεῦμα πονηρόν, τὸ ὁποῖον τοῦ ἐπῆρε καὶ τὴν λαλιάν. 18 Καὶ εἰς ὅποιο μέρος τὸν πιάσῃ, τὸν ρίπτει κάτω καὶ ἀφρίζει καὶ τρίζει τὰ δόντια του καὶ γίνεται ξηρὸς καὶ ἀναίσθητος. Καὶ εἶπα εἰς τοὺς μαθητάς σου νὰ τὸ βγάλουν καὶ δὲν ἠμπόρεσαν. 19 Ὁ δὲ Ἰησοῦς ἀπεκρίθη εἰς αὐτὸν καὶ εἶπεν· Ὦ γενεά, ποὺ τόσα θαύματα εἶδες καὶ εἶσαι ἀκόμη ἄπιστος, ἕως πότε θὰ εἶμαι μαζί σας; Ἕως πότε θὰ σᾶς ἀνέχομαι; Φέρτε τόν μου ἐδῶ. Καὶ τὸν ἔφεραν εἰς αὐτόν. 20 Καὶ ὅταν τὸ πονηρὸν πνεῦμα εἶδε τὸν Ἰησοῦν, ἀμέσως ἐτάραξε μὲ σπασμοὺς τὸν νέον, ὁ ὁποῖος, ἀφοῦ ἔπεσεν ἐπὶ τῆς γῆς, ἐκυλίετο καὶ ἔβγαζεν ἀφροὺς ἀπὸ τὸ στόμα. 21 Καὶ ἠρώτησεν ὁ Κύριος τὸν πατέρα του· Πόσος καιρὸς εἶναι ἀφ’ ὅτου τοῦ συνέβη τοῦτο; Ἐκεῖνος δὲ εἶπεν· Ἀπὸ μικρὸ παιδί. 22 Καὶ πολλὲς φορὲς τὸν ἔρρινε καὶ εἰς φωτιὰ καὶ εἰς νερά, διὰ νὰ τὸν θανατώσῃ. Ἀλλ’ ἐὰν μπορῇς νὰ κάμῃς τίποτε, λυπήσου μας καὶ βοήθησέ μας. 23 Ὁ δὲ Ἰησοῦς τοῦ εἶπε τοῦτο· Ἐὰν ἠμπορῇς σὺ νὰ πιστεύσῃς, ὅλα εἶναι δυνατὰ εἰς ἐκεῖνον ποὺ πιστεύει. 24 Καὶ ἀμέσως ἐφώναξεν ὁ πατὴρ τοῦ παιδίου μὲ δάκρυα καὶ εἶπε· Πιστεύω, Κύριε, ὅτι ἔχεις τὴν δύναμιν νὰ μὲ βοηθήσῃς. Βοήθησέ με νὰ ἀπαλλαγῶ ἀπὸ τὴν ὀλιγοπιστίαν μου καὶ ἀναπλήρωσε σὺ τὴν ἔλλειψιν τῆς πίστεώς μου. 25 Ὅταν δὲ εἶδεν ὁ Ἰησοῦς, ὅτι ἔτρεχεν ἐκεῖ καὶ ἐμαζεύετο πολὺς λαός, ἐπέπληξε τὸ πνεῦμα τὸ ἀκάθαρτον καὶ εἶπεν εἰς αὐτό· τὸ πνεῦμα τὸ ἄλαλον καὶ κουφόν, ἐγὼ σὲ διατάσσω, ἔβγα ἀπὸ αὐτὸν καὶ μὴν ἔμβῃς πλέον εἰς αὐτόν. 26 Καὶ ἀφοῦ ἐφώναξε τὸ πονηρὸν πνεῦμα καὶ τὸν ἐσπάραξε πολύ, ἐβγῆκε. Καὶ ἔγινεν ὁ νέος σὰν νεκρός, ὥστε ἔλεγαν πολλοί, ὅτι ἀπέθανε. 27 Ὁ Ἰησοῦς ὅμως ἀφοῦ τὸν ἔπιασεν ἀπὸ τὸ χέρι, τὸν ἐσήκωσε καὶ ἐκεῖνος ἐστάθη ὄρθιος. 28 Καὶ ὅταν ὁ Κύριος ἐμβῆκεν εἰς κάποιο σπίτι, τὸν ἠρώτων ἰδιαιτέρως οἱ μαθηταί του· Διατὶ ἡμεῖς δὲν ἠμπορέσαμεν νὰ βγάλωμεν τὸ πονηρὸν πνεῦμα; 29 Καὶ εἶπεν εἰς αὐτούς· Αὐτὸ τὸ εἶδος τοῦ δαιμονίου δὲν βγαίνει μὲ τίποτε ἄλλο παρὰ μὲ προσευχὴν συνοδευομένην καὶ μὲ νηστείαν, ὥστε ἡ προσευχὴ νὰ γίνεται μὲ διάνοιαν ὅσον τὸ δυνατὸν ἐλαφροτέραν καὶ περισσότερον προσηλωμένην εἰς τὸν Θεόν. 30 Καὶ ἀφοῦ ἐβγῆκαν ἀπ’ ἐκεῖ, ἐπήγαιναν ἀθόρυβα διὰ τῆς Γαλιλαίας ἀκολουθοῦντες τὴν δυτικὴν ὄχθην τοῦ Ἰορδάνου. Καὶ δὲν ἤθελε νὰ τοὺς μάθῃ κανείς, ὅτι διέβαιναν. 31 Τοῦτο δὲ διότι ἤθελε νὰ εἶναι μόνος του μετὰ τῶν μαθητῶν του, τοὺς ὁποίους συστηματικῶς πλέον ἐδίδασκε καὶ ἔλεγεν εἰς αὐτούς, ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου, ὁ Μεσσίας, παραδίδεται μετ’ ὀλίγον εἰς τὰ χέρια ἀνθρώπων, καὶ θὰ τὸν θανατώσουν, καὶ ἀφοῦ θανατωθῇ, τὴν τρίτην ἡμέραν ἀπὸ τοῦ θανάτου του θὰ ἀναστηθῇ. 
 
 
Ἀπόστολος 
 
ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ Ϛ´ 13 - 20

13 Τῷ γὰρ Ἀβραὰμ ἐπαγγειλάμενος ὁ Θεός, ἐπεὶ κατ’ οὐδενὸς εἶχε μείζονος ὀμόσαι, ὤμοσε καθ’ ἑαυτοῦ 14 λέγων· ἦ μὴν εὐλογῶν εὐλογήσω σε καὶ πληθύνων πληθυνῶ σε· 15 καὶ οὕτω μακροθυμήσας ἐπέτυχε τῆς ἐπαγγελίας· 16 ἄνθρωποι μὲν κατὰ τοῦ μείζονος ὀμνύουσι, καὶ πάσης αὐτοῖς ἀντιλογίας πέρας εἰς βεβαίωσιν ὁ ὅρκος· 17 ἐν ᾧ περισσότερον βουλόμενος ὁ Θεὸς ἐπιδεῖξαι τοῖς κληρονόμοις τῆς ἐπαγγελίας τὸ ἀμετάθετον τῆς βουλῆς αὐτοῦ, ἐμεσίτευσεν ὅρκῳ, 18 ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι Θεόν, ἰσχυρὰν παράκλησιν ἔχωμεν οἱ καταφυγόντες κρατῆσαι τῆς προκειμένης ἐλπίδος· 19 ἣν ὡς ἄγκυραν ἔχομεν τῆς ψυχῆς ἀσφαλῆ τε καὶ βεβαίαν καὶ εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος, 20 ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς, κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀρχιερεὺς γενόμενος εἰς τὸν αἰῶνα.
 
Ἑρμηνευτικὴ ἀπόδοση Παναγιώτη Ν. Τρεμπέλα 
 
ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ Ϛ´ 13 - 20

13 Ὠρισμένως δὲ αἱ ἐπαγγελίαι τοῦ Θεοῦ θὰ πραγματοποιηθοῦν, διότι ὅταν ἔδωκεν ὁ Θεὸς τὰς ἐπαγγελίας εἰς τὸν Ἀβραάμ, ὡρκίσθη, ὅτι θὰ ἐκτελέσῃ ταύτας. Καὶ ἐπειδὴ δὲν εἶχε κανένα μεγαλύτερόν του ὁ Θεός, εἰς τὸν ὁποῖον νὰ ὁρκισθῇ, ὡρκίσθη εἰς τὸν ἑαυτόν του 14 καὶ εἶπε· Ναί, ἀληθῶς θὰ σὲ εὐλογήσω μὲ τὸ παραπάνω καὶ θὰ πληθύνω πάρα πολὺ τοὺς ἀπογόνους σου. 15 Καὶ ἀφοῦ ἔτσι ἔλαβεν ὑπόσχεσιν ὁ Ἀβραὰμ καὶ ἐπερίμενε μὲ ὑπομονὴν ἐπὶ χρόνους ἀρκετούς, ἐπέτυχε τὴν εὐλογίαν, ποὺ τοῦ ὑπεσχεθη ὁ Θεός, ὅσον ἐσχετίζετο αὕτη πρὸς τὸν ἐπίγειον βίον. Εἶδε δηλαδὴ ὁ Ἀβραὰμ ἀπόγονον ἐκ τῆς Σάρρας, ἀπὸ τὸν ὁποῖον ἐπληθύνθησαν οἱ ἀπόγονοι τοῦ πατριάρχου εἰς ἔθνος μέγα. 16 Καὶ ὡρκίσθη ὁ Θεὸς εἰς τὸν ἑαυτόν του, διότι οἰ μὲν ἄνθρωποι ὁρκίζονται εἰς τὸν Θεόν, ὁ ὁποῖος εἶναι μεγαλύτερος ἀπὸ ὅλους καὶ ὁ ὅρκος γίνεται ἀπὸ αὐτούς, διὰ νὰ δοθῇ τέλος καὶ παῦσις εἰς πᾶσαν μεταξύ των ἀντιλογίαν καὶ ἀμφισβήτησιν πρὸς βεβαίωσιν τῶν λεγομένων. 17 Δι’ αὐτό, ἐπειδὴ μὲ τὸν ὅρκον ἀποκλείεται κάθε ἀμφιβολία καὶ ἐπειδὴ ὁ Θεὸς ἤθελε νὰ δείξῃ καθαρὰ καὶ μὲ μεγαλυτέραν βεβαιότητα εἰς ἐκείνους, ποὺ θὰ ἐκληρονόμουν τὰς ἐπαγγελίας, ὅτι ἦτο ἀμετάκλητος καὶ ἀμετάθετος ἡ ἀπόφασίς του νὰ ἐκτελέσῃ ὅσα ὑπεσχέθη, ἐδέχθη ἀπὸ ἄκραν συγκατάβασιν καὶ ἀγαθότητα νὰ μεσολαβήσῃ ὅρκος εἰς τοὺς λόγους του. 18 Καὶ ἐδέχθη τὴν μεσολάβησιν τοῦ ὅρκου, ὥστε μὲ δύο πράγματα στερεὰ καὶ ἀμετακίνητα, δηλαδὴ μὲ τὴν ὑπόσχεσίν του καὶ μὲ τὸν ὅρκον του, εὶς τὰ ὁποῖα εἶναι ἀπολύτως ἀδύνατον νὰ ψευσθῇ ὁ Θεός, νὰ ἔχωμεν ἡμεῖς ποὺ κατεφύγαμεν εἰς αὐτόν, μεγάλην ἐνθάρρυνσιν καὶ προτροπὴν καὶ στήριγμα διὰ νὰ κρατήσωμεν τὴν ἐλπίδα, ποὺ εὑρίσκεται ἐμπρός μας. 19 Ταύτην τὴν ἐλπίδα ἔχομεν σὰν ἄγκυραν τῆς ψυχῆς, ἡ ὁποία ἀσφαλίζει ἀπὸ τοὺς πνευματικοὺς κινδύνους καὶ εἶναι βεβαία καὶ ἀμετακίνητος καὶ εἰσέρχεται εἰς τὸν οὐρανόν, τὸν ὁποῖον εἰκονίζει ὁ ἱερὸς τόπος τῆς σκηνῆς καὶ τοῦ ναοῦ, ποὺ ἐξετείνετο πάρα μέσα ἀπὸ τὸ καταπέτασμα καὶ ἐλέγετο Ἅγια Ἁγίων. 20 Ἐκεῖ, εἰς τὸν οὐρανὸν πρόδρομος χάριν ἠμῶν, διὰ νὰ μᾶς ἀνοίξῃ τὸν δρόμον καὶ μᾶς ἑτοιμάσῃ τόπον, ἐμβῆκεν ὁ Ἰησοῦς, ὁ ὁποῖος ἀνεδείχθη Ἀρχιερεὺς ὄχι προσωρινός, ἀλλ’ αἰώνιος κατὰ τὴν τάξιν τοῦ Μελχισεδέκ.
 
«Πᾶνος»