Ἀρχὴν
νόμιζε τῶν ὅλων εἶναι Θεόν.
Βέβαιον
οὐδὲν ἐν βίῳ δόκει πέλειν.
Γονεῖς
τιμῶν μάλιστα Θεὸν φοβοῦ.
Δίδασκε
σαυτὸν μὴ λαλεῖν ἃ μὴ θέμις.
Ζωὴν
πόθησον τὴν ἔχουσαν μὴ τέλος.
Ἡττῶν
σε αυτὸν τοῖς φίλοις νικῶν ἔσῃ.
Θνητὸς
δ' ὑπάρχων μηδόλως μέγα φρόνει.
Ἰχνηλάτει
μὲν τῶν σοφῶν ἀεὶ θύρας.
Καὶ
νοῦν δὲ καλλώπιζε τῆς μορφῆς πλέον.
Λόγῳ
Θεοῦ ἄνοιγε σόν, τέκνον, στόμα.
Μνήμης
δὲ αὐτοῦ μηδαμῶς λάθῃ ποτέ.
Νήφων
προσεύχου τῷ Θεῷ καθ' ἡμέραν.
Ξένους
ξένιζε, μὴ ξένος γένῃ Θεοῦ.
Ὁρμὰς
χαλίνου τῶν παθῶν ψυχοφθόρους.
Πέδαις
τὸ σῶμα ἀσφαλίζου σωφρόνως.
Ράβδον
σε αυτῷ τὴν συνείδησιν φέρε.
Σαφῶς
σχόλαζε ἐν Γραφαῖς ταῖς ἐν θέοις.
Τὰς
τῶν πενήτων ψυχαγώγησον λύπας.
Ὑπὲρ
σε αυτὸν τοὺς πέλας καλῶς θέλε.
Φίλους
ἔχειν σπούδαζε, ἢ πλοῦτον πολύν.
Χρυσοῦ
γὰρ αὐτοὶ εὐκλεέστεροι λίαν.
Ψεῦδος
μίσησον, τὴν δ' ἀλήθειαν φίλει.
Ὦ παῖ, φυλάσσων ταῦτα σώζῃ ἐνθέως.