Δευτέρα 5 Ιουνίου 2017

ΚΥΡΙΑΚΗ ΤΗΣ ΠΕΝΤΗΚΟΣΤΗΣ : ΑΠΟΣΤΟΛΟΣ

 



ΑΠΟΣΤΟΛΟΣ
ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ (β' 1-11)
Ἐν ταις ημέραις εκείναις, ἐν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς πεντηκοστῆς ἦσαν ἅπαντες ὁμοθυμαδὸν ἐπὶ τὸ αὐτό.
Καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας, καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καθήμενοι· καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός, ἐκάθισέ τε ἐφ᾿ ἕνα ἕκαστον αὐτῶν, καὶ ἐπλήσθησαν ἅπαντες Πνεύματος Ἁγίου, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις καθὼς τὸ Πνεῦμα ἐδίδου αὐτοῖς ἀποφθέγγεσθαι.
Ἦσαν δὲ ἐν Ἱερουσαλὴμ κατοικοῦντες Ἰουδαῖοι, ἄνδρες εὐλαβεῖς ἀπὸ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανόν· γενομένης δὲ τῆς φωνῆς ταύτης συνῆλθε τὸ πλῆθος καὶ συνεχύθη, ὅτι ἤκουον εἷς ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ λαλούντων αὐτῶν. Ἐξίσταντο δὲ πάντες καὶ ἐθαύμαζον λέγοντες πρὸς ἀλλήλους· οὐκ ἰδοὺ πάντες οὗτοί εἰσιν οἱ λαλοῦντες Γαλιλαῖοι; Καὶ πῶς ἡμεῖς ἀκούομεν ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ ἡμῶν ἐν ᾗ ἐγεννήθημεν, Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμῖται, καὶ οἱ κατοικοῦντες τὴν Μεσοποταμίαν, Ἰουδαίαν τε καὶ Καππαδοκίαν, Πόντον καὶ τὴν Ἀσίαν, Φρυγίαν τε καὶ Παμφυλίαν, Αἴγυπτον καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην, καὶ οἱ ἐπιδημοῦντες Ρωμαῖοι, Ἰουδαῖοί τε καὶ προσήλυτοι, Κρῆτες καὶ Ἄραβες, ἀκούομεν λαλούντων αὐτῶν ταῖς ἡμετέραις γλώσσαις τὰ μεγαλεῖα τοῦ Θεοῦ;

Ἀπόδοση στη νεοελληνική:
Τις ημέρες ἐκείνες, όταν ἔφθασε ἡ ἡμέρα τῆς Πεντηκοστῆς, ἦσαν ὅλοι μαζὶ εἰς τὸ ἴδιο μέρος. Καὶ ἔξαφνα ἦλθε ἀπὸ τὸν οὐρανὸν βοή, σὰν νὰ φυσᾷ δυνατὸς ἄνεμος, ὁ ὁποῖος ἐγέμισε ὅλο τὸ σπίτι ὅπου ἐκάθοντο. Καὶ παρουσιάσθησαν γλῶσσες σὰν φλόγες φωτιᾶς νὰ διαμοιράζωνται εἰς αὐτοὺς καὶ νὰ κάθεται εἰς τὸν καθένα μία, καὶ ἐπληρώθησαν ὅλοι ἀπὸ Πνεῦμα Ἅγιον καὶ ἄρχισαν νὰ μιλοῦν ἄλλας γλώσσας καθὼς τὸ Πνεῦμα τοὺς ἔδινε δύναμιν λόγου.
Κατοικοῦσαν δὲ εἰς τὴν Ἱερουσαλὴμ Ἰουδαῖοι, ἄνδρες εὐλαβεῖς ἀπὸ κάθε ἔθνος ὑπὸ τὸν οὐρανόν. Ὅταν ἔγινε ἡ βοὴ αὐτή, ἐμαζεύθηκε πλῆθος καὶ ἦσαν ὅλοι κατάπληκτοι, διότι ὁ καθένας τοὺς ἄκουε νὰ μιλοῦν τὴν δικήν του γλῶσσαν. Καὶ ἐξεπλήσσοντο ὅλοι καὶ ἐθαύμαζαν καὶ ἔλεγαν μεταξύ τους, «Δὲν εἶναι ὅλοι αὐτοὶ ποὺ μιλοῦν Γαλιλαῖοι; Πῶς συμβαίνει λοιπὸν νὰ τοὺς ἀκοῦμε ὁ καθένας μας εἰς τὴν δικήν μας μητρικὴν γλῶσσαν; Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμῖται καὶ οἱ κατοικοῦντες τῆν Μεσοποταμίαν καὶ τὴν Ἰουδαίαν καὶ τὴν Καππαδοκίαν, τὸν Πόντον καὶ τὴν Ἀσίαν, τὴν Φρυγίαν καὶ τὴν Παμφυλίαν, τὴν Αἴγυπτον καὶ τὰ μέρη τῆς Λιβύης, ἡ ὁποία ἐκτείνεται πρὸς τὴν Κυρήνην, καὶ οἱ ἐδῶ ἐγκατεστημένοι Ρωμαῖοι καὶ Ἰουδαῖοι καὶ προσήλυτοι, Κρῆτες καὶ Ἄραβες, τοὺς ἀκοῦμε νὰ μιλοῦν στὶς δικές μας γλῶσσες διὰ τὰ μεγαλεῖα τοῦ Θεοῦ».