Πέμπτη 11 Ιουλίου 2019

Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος καὶ πανευφήμου Εὐφημίας, ἥτις τόν τόμον τῆς ἐν Χαλκηδόνι Δ´ Οἰκουμενικῆς Συνόδου ἐκύρωσεν

Από τον Όρθρον της Αγίας Ευφημίας


11 ΙΟΥΛΙΟΥ 2019
Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος καὶ πανευφήμου Εὐφημίας, ἥτις τόν τόμον τῆς ἐν Χαλκηδόνι Δ´ Οἰκουμενικῆς Συνόδου ἐκύρωσεν. Τῆς Ἁγίας Ὄλγας τῆς Ἰσαποστόλου καί τοῦ Ἁγίου Ὁσιομάρτυρος Νεκταρίου τοῦ ἐκ Βρυούλων.
Η Αγία Ευφημία έζησε και μαρτύρησε κατά τους χρόνους του αυτοκράτορα Διοκλητιανού.
Γεννήθηκε στη Χαλκηδόνα από οικογένεια θεοσεβή και ευγενική. Οι γονείς της Ψιλόφρων και Θεοδωριανή φρόντισαν ώστε η Θυγατέρα τους να αναπτύξει κάθε χριστιανική αρετή. Η Ευφημία εξελίχθηκε σε άνθρωπο με σπάνια χαρίσματα και δυνατό χριστιανικό φρόνημα, το οποίο επέδειξε όταν ο ειδωλολάτρης ανθύπατος της Μικράς Ασίας Πρίσκος διέταξε να παρευρεθούν όλοι οι κάτοικοι της Χαλκηδόνας σε γιορτή, την οποία οργάνωνε προς τιμή του θεού των ειδωλολατρών Άρη. Τότε η Ευφημία αποφάσισε μαζί με άλλους χριστιανούς να απέχει από τη γιορτή των ειδωλολατρών και για το λόγο αυτό συνελήφθη και φυλακίσθηκε.
Κατά τη διάρκεια της αιχμαλωσίας της οι εχθροί του Χριστού προσπαθούσαν με κάθε τρόπο να πείσουν την Αγία να αρνηθεί την πίστη της και να ασπασθεί τα είδωλα. Όταν συνειδητοποίησαν πως η ευφημία δεν επρόκειτο να αλλάξει την πίστη της με τους λόγους, τη βασάνισαν φριχτά. Όμως με τη θεία χάρη, η Αγία δεν έπαθε τίποτα από τα βασανιστήρια. Τελικά οι δήμιοι, την έριξαν σε άγρια θηρία και η Ευφημία βρήκε το θάνατο από μία αρκούδα.
Κατά την ήμερα αυτή, γίνεται ανάμνηση του θαύματος που έγινε από την αγία Ευφημία, όταν, κατά την εποχή του Μαρκιανού και της Πουλχερίας, συντάχθηκαν δύο τόμοι που περιείχαν τον όρο της Συνόδου, που έγινε στη Χαλκηδόνα (451 μ.Χ.) και ήταν ένας των ορθοδόξων και ένας των Μονοφυσιτών. Για να πάψει λοιπόν η έριδα μεταξύ των δύο πλευρών, αποφασίστηκε να τεθούν και οι δύο τόμοι μέσα στη λάρνακα της αγίας Ευφημίας, για να φανεί ποιόν από τους δύο θα δεχτεί η Αγία. Μετά την αποσφράγιση της λάρνακας, βρέθηκε ο μεν των αιρετικών τόμος στα πόδια της Αγίας πεταμένος, ο δε των ορθοδόξων στο στήθος της.
Να σημειώσουμε ότι η κυρίως μνήμη του μαρτυρίου της αγίας Ευφημίας τελείται στις 16 Σεπτεμβρίου.

Τροπάρια ἀπὸ τὸν ΟΡΘΡΟΝ
 Ἀπολυτίκιον  Ἦχος γ'
Θείας πίστεως
Λίαν εὔφρανας τοὺς ὀρθοδόξους, καὶ κατῄσχυνας τοὺς κακοδόξους, Εὐφημία Χριστοῦ καλλιπάρθενε, τῆς γὰρ τετάρτης Συνόδου ἐκύρωσας, ἃ οἱ Πατέρες καλῶς ἐδογμάτισαν, Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Ἦχος α΄. Τὸν τάφον σου Σωτὴρ
νύμφη καὶ ἀμνάς, τετρωμένη τῷ πόθῳ, Χριστὲ τοῦ ἑαυτῆς, οὐρανίου νυμφίου, ὀπίσω σου ἔδραμε, τὴν λαμπάδα κατέχουσα, τὴν δι' ἔλαιον, τῶν ἀρετῶν ἀνημμένην, Ταύτης ἅπαντας, ῥῦσαι παντοίων κινδύνων, πρεσβείαις ὡς εὔσπλαγχνος.
Ἦχος δ'. Κατεπλάγη Ἰωσὴφ
Κατῃσχύνθησαν αἰσχρῶς, αἱρετιζόντων ἡ πληθύς, καὶ τὰ πρόσωπα αὐτῶν, ὕβρεως πέπλησται πολλῆς, ὅτε ἑώρων ποσί σου κατεῤῥιμμένον, τὸν τόμον ἑαυτῶν, τὸν δὲ ἡμέτερον, τιμίαις σου χερσί, κατεχόμενον, κατηγοροῦντα ἄνοιαν ἐνδίκως, τῶν κακοδόξων, καὶ κράζοντα, Χριστὸς ἐτέχθη, διπλοῦς τῇ φύσει, διπλοῦς δὲ καὶ ταῖς θελήσεσι.

 Ἦχος πλ. δ'.  Τὸ προσταχθὲν μυστικῶς
ν τῇ εὐσήμῳ ἑορτῇ τῆς Πανευφήμου, μετ' ἐγκωμίων ψαλμικῶς πιστῶν ὁ δῆμος, εὐφημήσωμεν πόθῳ Χριστοῦ τὴν παρθένον, δογμάτων γὰρ ἀνεδείχθη τῶν πατρικῶν, προστάτις, καὶ μετὰ τέλος θαῦμα φρικτόν! Εὐτυχῆ καὶ Διόσκορον, ἐλέγξασα τοὺς κακῶς, νοσήσαντας εἰς δόγμα Χριστοῦ, ὃν ὑμνοῦντες δοξάζομεν.

Στιχηρὸν ἰδιόμελον. Ἦχος πλ. β΄
κ δεξιῶν τοῦ Σωτῆρος, παρέστη ἡ παρθένος καὶ ἀθληφόρος καὶ Μάρτυς, περιβεβλημένη ταῖς ἀρεταῖς τὸ ἀήττητον, καὶ πεποικιλμένῃ ἐλαίῳ τῆς ἁγνείας, καὶ τῷ αἵματι τῆς ἀθλήσεως, καὶ βοῶσα πρὸς αὐτὸν ἐν ἀγαλλιάσει, τὴν λαμπάδα κατέχουσα. Εἰς ὀσμὴν μύρου σου ἔδραμον, Χριστὲ ὁ Θεός, ὅτι τέτρωμαι τῆς σῆς ἀγάπης ἐγώ, μὴ χωρίσῃς με νυμφίε ἐπουράνιε. Αὐτῆς ταῖς ἱκεσίαις κατάπεμψον ἡμῖν, παντοδύναμε Σωτὴρ τὰ ἐλέη σου.

Κάθισμα  Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ
Τὸν νυμφίον σου Χριστὸν ἀγαπήσασα, τὴν λαμπάδα σου φαιδρῶς εὐτρεπίσασα, ταῖς ἀρεταῖς διέλαμψας Πανεύφημε, ὅθεν εἰσελήλυθας, σὺν αὐτῷ εἰς τοὺς γάμους, στέφος τῆς ἀθλήσεως, παρ’ αὐτοῦ δεξαμένη. Ἀλλ' ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, τοὺς ἐκτελοῦντας ἐν πίστει τὴν μνήμην σου.

ᾠδὴ ε'. Ἐξέστη τὰ σύμπαντα
Μερίδα Πανεύφημε, τὴν ἀγαθὴν προέκρινας, πάντα παριδοῦσα τὰ τοῦ βίου, δόξαν καὶ πλοῦτον, ἑνὸς γὰρ χρεία ἐστί, μέριμναν καὶ τύρβην τῶν πολλῶν, σὺ ἀπεσκοράκισας, τὴν Μαρίαν ζηλώσασα.  

Στίχ. γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
ξένον τεράστιον! νεκρὰ μὲν ἐν τῷ μνήματι, θαύματα τελεῖ δ' ὥσπερ τις ζῶσα, κρείττονα λίαν ἢ κατὰ ἄνθρωπον, αἱμάτων ἐκβλύζουσα κρουνούς, εἰς ἔνδειξιν μείζονα, ὅτι ζῶσιν οἱ δίκαιοι. 

Δόξα Πατρί...
Συνοῦσα τῷ Κτίστη σου, ἐν οὐρανοῖς πανεύφημε, ἔντευξιν ποιοῦ ὑπὲρ τῶν πίστει, ἀνευφημούντων τὴν θείαν μνήμην σου, μάρτυς Εὐφημία τοῦ Χριστοῦ, ὑπὲρ οὗ τὸ αἷμά σου, ὥσπερ θῦμα ἐξέχεας.

Καὶ νῦν...Θεοτοκίον
νύμφευτε Δέσποινα, τῶν Προφητῶν ἡ πρόῤῥησις, ὄντως ἐπὶ σοὶ πέρας λαμβάνει, καὶ γὰρ συνέλαβες ἐν τῇ μήτρᾳ τῇ σῇ, τὸν Λόγον τὸν ἄναρχον Πατρός, ὡς ὁ θεῖος σύλλογος τουτωνὶ προεκήρυξε. 

ᾠδὴ ς'. Κοντάκιον.  Ἦχος β΄
γῶνας ἐν ἀθλήσει, ἀγῶνας ἐν τῇ πίστει κατεβάλου θερμῶς ὑπὲρ Χριστοῦ τοῦ νυμφίου σου, ἀλλὰ καὶ νῦν, ὡς τὰς αἱρέσεις, καὶ τῶν ἐχθρῶν τὸ φρύαγμα, ἐν τοῖς ποσὶ τῶν βασιλέων ἡμῶν ὑποταγῆναι πρέσβευε διὰ τῆς Θεοτόκου, ἡ ὑπὸ ἑξακοσίων τριάκοντα θεοφόρων Πατέρων Ὅρον λαβοῦσα, καὶ φυλάττουσα πανεύφημε.

Ὁ Οἶκος
Τί τῶν σῶν ἀθλημάτων, ἢ τί τῶν σῶν κατορθωμάτων, ἢ τί τῆς σῆς παρθενίας, ἢ τοῦ βίου τοῦ ἀμέμπτου σου θαυμάσειέ τις πρότερον; σὺ γὰρ εὔφρανας τὸν Πατέρα, ὡς τῶ Υἱῶ νυμφευθεῖσα, τῷ Πνεύματι τῷ Ἁγίῳ σαυτὴν κατακοσμήσασα, Τίς ἱκανοὶ πρὸς ταῦτα, τίς λέγειν νῦν ἰσχύσειεν, ὅσαι σε περιλάμπουσιν ἀρεταὶ μὴ ὑποδύουσαι; ὡς ἐξ ἀνατολῆς γὰρ ἐκ τάφου ἀνατέλλουσα, παντὶ φαίνεις, καὶ ἀκτινοβολεῖς ἐν γῇ καὶ θαλάσσῃ, καὶ ἐπὶ πᾶσαν ἤπειρον ἁγιάζεις καὶ μυρίζεις τὰ πέρατα, διὸ Τόμον πεπίστευσαι, ὑπὸ ἑξακοσίων τριάκοντα θεοφόρων Πατέρων Ὅρον λαβοῦσα, καὶ φυλάττουσα Πανεύφημε.

Συναξάριον
Τῇ ΙΑ’  τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος καὶ πανευφήμου Εὐφημίας.
Στίχοι
·      Δίκαζε μάρτυς τοῖς ὅροις, καὶ κειμένη.
·      Κυροῦσα πίστιν, ἧς ἐνήθλησας πόθῳ.
·      Θέσκελον ἑνδεκάτῃ Ὅρον ἐμπεδοῖ Εὐφημίῃ.

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ
χος γ΄. Ἐπεσκέψατο ἡμᾶς
Καὶ θανοῦσα ζωηρόν, αἱμάτων μύρον ἔβλυσας, ὡς ἐν Θεῷ ζῶντι ζῶσα, καὶ τῶν δογμάτων τοῦ Χριστοῦ, τὰς πλάκας ταῖς ἀγκάλαις σου, Εὐφημία κατέχεις, διὸ εὐφημοῦμέν σε.

Χαίροις ἀσκητικῶν ἀληθῶς
Χαίροις παρθενομάρτυς Χριστοῦ, ἡ ἐξ Ἑῴας ὡς ἀστὴρ ἀνατείλασα, καὶ πᾶσαν τὴν οἰκουμένην φωταγωγοῦσα φαιδρῶς, ψυχῆς διαυγείᾳ καὶ φαιδρότητι, δι' ἧς θεῖον θέσπισμα, τῶν Πατέρων κεκύρωται, καὶ κατηργήθη, Εὐτυχοῦς γλῶσσα βλάσφημος Διοσκόρου τε, τοῦ δεινοῦ καὶ παράφρονος, Χαίροις ἡ ἀποστάζουσα, κρουνοὺς τῶν αἱμάτων σου, καθαρτικοὺς μολυσμάτων, ἐκ τῶν ἁγίων λειψάνων σου, Χριστοῦ τῇ δυνάμει, τοῦ παρέχοντος τῷ κόσμω, τὸ μέγα ἔλεος.

Δεῦτε τῆς Ἀθλοφόρου Χριστοῦ, μετ' ἐγκωμίων τελουμένην πανήγυριν, ὁρῶντες συνευφρανθῶμεν, πνευματικῶς ἐν χαρᾷ, καὶ πανευφροσύνως ἑορτάσωμεν, αὐτὴ γὰρ κατέβαλε, τὸ ἀγέρωχον φρόνημα, τῶν τυραννούντων, τῇ δυνάμει τοῦ Πνεύματος, ὅθεν ἤρατο, κατ' αὐτῶν μέγα τρόπαιον, Ταύτην γοῦν εὐφημήσωμεν, εὐφήμοις ἐν ᾄσμασι, τήν καλλιπάρθενον κόρην, τῆς εὐφημίας φερώνυμον, Χριστὸν δυσωποῦντες, τοῦ δωρήσασθαι τῷ κόσμῳ, τὸ μέγα ἔλεος. 

ρους παραλαβοῦσα σεμνή, ἔνδον τοῦ τάφου, εὐσεβῶν κακοδόξων τε, κατεῖχες ἐν ταῖς χερσί σου, ὃν οἱ Πατέρες καλῶς, ἄνωθεν πνευσθέντες συνεξέθεντο, τὸν δὲ κατεπάτησας, ὡς ψευδῆ καὶ ἀντίθεον, τῶν κακοδόξων, οὓς εἰς τέλος κατῄσχυνας, ὅθεν ἅπαντες, εὐσεβῶς εὐφημοῦμέν σε, χαίροντες ἐν τῇ μνήμῃ σου, οὓς μάρτυς ὁ πρόεδρος, ὁ Ἱερὸς Βυζαντίων, ἐπισυνήγαγε σήμερον, διὸ τὸν Σωτῆρα, ἐκδυσώπησον δοθῆναι, τὸ μέγα ἔλεος.

Δόξα Πατρί... Ἦχος πλ. δ'
Πᾶσα γλῶσσα κινείσθω πρὸς εὐφημίαν, τῆς πανευφήμου Εὐφημίας, ἅπαν γένος καὶ ἡλικία πᾶσα, νεανίσκοι καὶ παρθένοι, τὴν Χριστοῦ παρθενομάρτυρα, ἐγκωμίοις καταστέψωμεν, νομίμως γὰρ ἀνδρισαμένη, καὶ τὸ χαῦνον τοῦ θήλεος ἀποῤῥίψασα, δι' ἀθλητικῶν πόνων, τὸν τύραννον ἐχθρὸν καταβέβληκεν, οὐρανίῳ δὲ καὶ θείῳ στέφει κοσμηθεῖσα, αἰτεῖται τῷ νυμφίῳ καὶ Θεῷ, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.



 Ἀπόστολος (Β´ Κορ. ς´ 1-10)
Προκείμενον. Ἦχος δ΄
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.
Στίχ. Ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν.
Πρὸς Κορινθίους Β΄ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα
δελφοί, συνεργοῦντες παρακαλοῦμεν μὴ εἰς κενὸν τὴν χάριν τοῦ Θεοῦ δέξασθαι ὑμᾶς- λέγει γάρ, «Καιρῷ δεκτῷ ἐπήκουσά σου καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι»· ἰδοὺ νῦν «καιρὸς εὐπρόσδεκτος», ἰδοὺ νῦν «ἡμέρα σωτηρίας»- μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπήν, ἵνα μὴ μωμηθῇ διακονία, ἀλλ᾽ ἐν παντὶ συνιστῶντες ἑαυτοὺς ὡς Θεοῦ διάκονοι, ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις, ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις, ἐν ἁγνότητι, ἐν γνώσει, ἐν μακροθυμίᾳ, ἐν χρηστότητι, ἐν Πνεύματι Ἁγίῳ, ἐν ἀγάπῃ ἀνυποκρίτῳ, ἐν λόγῳ ἀληθείας, ἐν δυνάμει Θεοῦ· διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν, διὰ δόξης καὶ ἀτιμίας, διὰ δυσφημίας καὶ εὐφημίας· ὡς πλάνοι καὶ ἀληθεῖς, ὡς ἀγνοούμενοι καὶ ἐπιγινωσκόμενοι, ὡς ἀποθνῄσκοντες καὶ ἰδοὺ ζῶμεν, ὡς παιδευόμενοι καὶ μὴ θανατούμενοι, ὡς λυπούμενοι ἀεὶ δὲ χαίροντες, ὡς πτωχοὶ πολλοὺς δὲ πλουτίζοντες, ὡς μηδὲν ἔχοντες καὶ πάντα κατέχοντες.

Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Λουκᾶν (Λουκ. ζ´ 36-50)
Τῷ καιρῷ ἐκείνῳ, ἠρώτα τις τῶν Φαρισαίων τὸν Ἰησοῦν, ἵνα φάγῃ μετ' αὐτοῦ· καὶ  εἰσελθὼν εἰς τὸν οἶκον τοῦ Φαρισαίου ἀνεκλίθη. Καὶ ἰδοὺ γυνὴ ἐν τῇ πόλει ἥτις ἦν ἁμαρτωλός, ἐπιγνοῦσα ὅτι ἀνάκειται ἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου, κομίσασα ἀλάβαστρον μύρου καὶ στᾶσα παρὰ τοὺς πόδας αὐτοῦ ὀπίσω κλαίουσα, ἤρξατο βρέχειν τοὺς πόδας  αὐτοῦ τοῖς δάκρυσιν καὶ ταῖς θριξὶν τῆς κεφαλῆς αὐτῆς ἐξέμασσεν, καὶ κατεφίλει τοὺς πόδας αὐτοῦ καὶ ἤλειφε τῷ μύρῳ. Ἰδὼν δὲ ὁ Φαρισαῖος ὁ καλέσας αὐτὸν εἶπεν ἐν ἑαυτῷ λέγων, Οὗτος εἰ ἦν προφήτης, ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνὴ ἥτις ἅπτεται αὐτοῦ, ὅτι ἁμαρτωλός ἐστι. Καὶ ἀποκριθεὶς ὁ ᾽Ιησοῦς εἶπεν πρὸς αὐτόν, Σίμων, ἔχω σοί τι εἰπεῖν. Ὁ δέ φησίν, Διδάσκαλε, εἰπέ,. Δύο χρεοφειλέται ἦσαν δανειστῇ τινι· ὁ εἷς ὤφειλεν δηνάρια  πεντακόσια, ὁ δὲ ἕτερος πεντήκοντα. Μὴ ἐχόντων αὐτῶν ἀποδοῦναι ἀμφοτέροις ἐχαρίσατο. Τίς οὖν αὐτῶν, εἰπέ, πλεῖον αὐτόν ἀγαπήσει; Ἀποκριθεὶς δὲ ὁ Σίμων, εἶπεν΄ ῾Υπολαμβάνω, ὅτι ᾧ τὸ πλεῖον ἐχαρίσατο. Ὁ δὲ εἶπεν αὐτῷ΄ ᾽Ορθῶς ἔκρινας. Καὶ στραφεὶς πρὸς τὴν γυναῖκα τῷ Σίμωνι ἔφη΄ Βλέπεις ταύτην τὴν γυναῖκα; εἰσῆλθόν σου εἰς τὴν οἰκίαν, ὕδωρ ἐπὶ πόδας μου οὐκ ἔδωκας· αὕτη δὲ τοῖς δάκρυσιν ἔβρεξέ μου τοὺς πόδας καὶ ταῖς θριξὶν τῆς κεφαλῆς αὐτῆς ἐξέμαξεν. Φίλημά μοι οὐκ ἔδωκας· αὕτη δὲ ἀφ᾽ ἧς εἰσῆλθον οὐ διέλιπε καταφιλοῦσά μου τοὺς πόδας. Ἐλαίῳ τὴν κεφαλήν μου οὐκ ἤλειψας· αὕτη δὲ μύρῳ ἤλειψεν τοὺς πόδας μου. Οὗ χάριν, λέγω σοι, ἀφέωνται αἱ ἁμαρτίαι αὐτῆς αἱ πολλαί, ὅτι ἠγάπησε πολύ· ᾧ δὲ ὀλίγον ἀφίεται, ὀλίγον ἀγαπᾷ. Εἶπε δὲ αὐτῇ, ᾽Αφέωνταί σου αἱ ἁμαρτίαι. Καὶ ἤρξαντο οἱ συνανακείμενοι λέγειν ἐν ἑαυτοῖς΄ Τίς οὗτός ἐστιν ὃς καὶ ἁμαρτίας ἀφίησιν; Εἶπε δὲ πρὸς τὴν γυναῖκα΄ ῾Η πίστις σου σέσωκέ σε· πορεύου εἰς εἰρήνην.

Πηγή: www.cmkon.org