Σάββατο 7 Αυγούστου 2021

ΥΠΕΡ ΔΙΑΦΥΛΑΞΕΩΣ ΕΚ ΠΥΡΟΣ

 

Δέσποτα Κύριε Ἰησοῦ Χριστέ, ὁ τῷ Πατρὶ ὁμοούσιος Λόγος καὶ ὁμόθρονος, ὁ πῦρ ὑπάρχων καὶ καταφλέγων τὰς τῶν παθῶν ἀκάνθας ἐν ταῖς καρδίαις τῶν εἰλικρινῶς σοι λατρευόντων καὶ ἐν μετανοίᾳ σοι προσπιπτόντων, ὁ πῦρ ἐλθὼν βαλεῖν εἰς τὴν γῆν καὶ πυρὶ μέλλων δοκιμάσαι ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστιν, οὗ τῷ λόγῳ οἱ οὐρανοὶ καὶ ἡ γῆ τεθησαυρισμένοι εἰσί, πυρὶ τηρούμενοι εἰς ἡμέραν κρίσεως καὶ ἀπωλείας τῶν ἀσεβῶν ἀνθρώπων, ὁ τὸ πάλαι τὰ χερουβὶμ καὶ τὴν φλογίνην ῥομφαίαν τὴν στρεφομένην τάξας φυλάσσειν τὴν ὁδὸν τοῦ ξύλου τῆς ζωῆς, ὅτε ἐξέβαλες τὸν Ἀδὰμ καὶ κατῴκισας αὐτὸν ἀπέναντι τοῦ Παραδείσου τῆς τρυφῆς· αὐτὸς καὶ νῦν ἐπίβλεψον ἐπὶ τὴν γῆν σου, τὴν τῷ ἐξ ἀμελείας τε καὶ δόλου πυρὶ πάνυ κακωθεῖσαν καὶ στένουσαν. 

Δὸς αὐτῇ, Κύριε, οὐρανόθεν ἀνάψυξιν, ὅτι δρακοντίῳ δήγματι πολλὰ ἐπλήγη. Καὶ ἴασαι αὐτῆς τὰ τραύματα, ἵνα τῇ τῆς χάριτός σου δρόσῳ ἀναθάλῃ καὶ καρποὺς ἐν εὐχαριστίᾳ σοι ἀγλαοὺς προσενέγκῃ· πρεσβείαις τῆς τὸ ἄφλεκτόν σε πῦρ ἐν μήτρᾳ δεξαμένης Ὑπεραγίας Μητρός σου καὶ τῶν ἐν Νικομηδείᾳ πυρὶ τελειωθέντων δισμυρίων σου μαρτύρων.

ΥΠΕΡ ΔΙΑΦΥΛΑΞΕΩΣ ΕΚ ΠΥΡΟΣ (ά)