Κυριακή 25 Φεβρουαρίου 2024

Τό Εὐαγγέλιο καί ὁ Ἀπόστολος τῆς Κυριακῆς (Τελώνου καί Φαρισαίου) 25 Φεβρουαρίου 2024



Ἑωθινόν 
 
Ἦχος πλ. α´ - Ἑωθινόν Ε´
ΚΑΤΑ ΛΟΥΚΑΝ ΚΔ´ 12 - 35

12 ὁ δὲ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον, καὶ παρακύψας βλέπει τὰ ὀθόνια κείμενα μόνα, καὶ ἀπῆλθε πρὸς ἑαυτὸν θαυμάζων τὸ γεγονός. 13 Καὶ ἰδοὺ δύο ἐξ αὐτῶν ἦσαν πορευόμενοι ἐν αὐτῇ τῇ ἡμέρᾳ εἰς κώμην ἀπέχουσαν σταδίους ἑξήκοντα ἀπὸ Ἱερουσαλήμ, ᾗ ὄνομα Ἐμμαοῦς. 14 καὶ αὐτοὶ ὡμίλουν πρὸς ἀλλήλους περὶ πάντων τῶν συμβεβηκότων τούτων. 15 καὶ ἐγένετο ἐν τῷ ὁμιλεῖν αὐτοὺς καὶ συζητεῖν καὶ αὐτὸς ὁ Ἰησοῦς ἐγγίσας συνεπορεύετο αὐτοῖς· 16 οἱ δὲ ὀφθαλμοὶ αὐτῶν ἐκρατοῦντο τοῦ μὴ ἐπιγνῶναι αὐτόν. 17 εἶπε δὲ πρὸς αὐτούς· Τίνες οἱ λόγοι οὗτοι οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους περιπατοῦντες καί ἐστε σκυθρωποί; 18 ἀποκριθεὶς δὲ ὁ εἷς, ᾧ ὄνομα Κλεόπας, εἶπε πρὸς αὐτόν· Σὺ μόνος παροικεῖς ἐν Ἱερουσαλὴμ καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις; 19 καὶ εἶπεν αὐτοῖς· Ποῖα; οἱ δὲ εἶπον αὐτῷ· Τὰ περὶ Ἰησοῦ τοῦ Ναζωραίου, ὃς ἐγένετο ἀνὴρ προφήτης δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ ἐναντίον τοῦ Θεοῦ καὶ παντὸς τοῦ λαοῦ, 20 ὅπως τε παρέδωκαν αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχοντες ἡμῶν εἰς κρίμα θανάτου καὶ ἐσταύρωσαν αὐτόν. 21 ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτός ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν Ἰσραήλ· ἀλλά γε σὺν πᾶσι τούτοις τρίτην ταύτην ἡμέραν ἄγει σήμερον ἀφ’ οὗ ταῦτα ἐγένετο. 22 ἀλλὰ καὶ γυναῖκές τινες ἐξ ἡμῶν ἐξέστησαν ἡμᾶς γενόμεναι ὄρθριαι ἐπὶ τὸ μνημεῖον, 23 καὶ μὴ εὑροῦσαι τὸ σῶμα αὐτοῦ ἦλθον λέγουσαι καὶ ὀπτασίαν ἀγγέλων ἑωρακέναι, οἳ λέγουσιν αὐτὸν ζῆν. 24 καὶ ἀπῆλθόν τινες τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνημεῖον, καὶ εὗρον οὕτω καθὼς καὶ αἱ γυναῖκες εἶπον, αὐτὸν δὲ οὐκ εἶδον. 25 καὶ αὐτὸς εἶπε πρὸς αὐτούς· Ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ τοῦ πιστεύειν ἐπὶ πᾶσιν οἷς ἐλάλησαν οἱ προφῆται! 26 οὐχὶ ταῦτα ἔδει παθεῖν τὸν Χριστὸν καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ; 27 καὶ ἀρξάμενος ἀπὸ Μωϋσέως καὶ ἀπὸ πάντων τῶν προφητῶν διερμήνευσεν αὐτοῖς ἐν πάσαις ταῖς γραφαῖς τὰ περὶ ἑαυτοῦ. 28 Καὶ ἤγγισαν εἰς τὴν κώμην οὗ ἐπορεύοντο, καὶ αὐτὸς προσεποιεῖτο πορρωτέρω πορεύεσθαι· 29 καὶ παρεβιάσαντο αὐτὸν λέγοντες· Μεῖνον μεθ’ ἡμῶν, ὅτι πρὸς ἑσπέραν ἐστὶ καὶ κέκλικεν ἡ ἡμέρα. καὶ εἰσῆλθε τοῦ μεῖναι σὺν αὐτοῖς. 30 καὶ ἐγένετο ἐν τῷ κατακλιθῆναι αὐτὸν μετ’ αὐτῶν λαβὼν τὸν ἄρτον εὐλόγησε, καὶ κλάσας ἐπεδίδου αὐτοῖς. 31 αὐτῶν δὲ διηνοίχθησαν οἱ ὀφθαλμοὶ, καὶ ἐπέγνωσαν αὐτόν· καὶ αὐτὸς ἄφαντος ἐγένετο ἀπ’ αὐτῶν. 32 καὶ εἶπον πρὸς ἀλλήλους· Οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ἐν ἡμῖν, ὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ καὶ ὡς διήνοιγεν ἡμῖν τὰς γραφάς; 33 Καὶ ἀναστάντες αὐτῇ τῇ ὥρᾳ ὑπέστρεψαν εἰς Ἱερουσαλήμ, καὶ εὗρον συνηθροισμένους τοὺς ἕνδεκα καὶ τοὺς σὺν αὐτοῖς, 34 λέγοντας ὅτι ἠγέρθη ὁ Κύριος ὄντως καὶ ὤφθη Σίμωνι. 35 καὶ αὐτοὶ ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ καὶ ὡς ἐγνώσθη αὐτοῖς ἐν τῇ κλάσει τοῦ ἄρτου. 
 
Ἑρμηνευτικὴ ἀπόδοση Παναγιώτη Ν. Τρεμπέλα
 
 
Ἦχος πλ. α´ - Ἑωθινόν Ε´
ΚΑΤΑ ΛΟΥΚΑΝ ΚΔ´ 12 - 35

12 Παρὰ ταῦτα ὅμως ὁ Πέτρος ἐσηκώθη καὶ ἔτρεξεν εἰς τὸ μνημεῖον. Καὶ ἀφοῦ ἔσκυψεν ἀπὸ τὴν θύραν, βλέπει τοὺς νεκρικοὺς ἐπιδέσμους νὰ εἶναι χάμω εἰς τὸ μνημεῖον μόνοι χωρὶς τὸ σῶμα. Καὶ ἐπέστρεψε εἰς τὸ κατάλυμά του θαυμάζων αὐτὸ ποὺ ἔγινε. 13 Καὶ ἰδοὺ δύο ἀπὸ τοὺς μαθητὰς αὐτοὺς τοῦ Ἰησοῦ ἔβγαιναν κατὰ τὴν αὐτὴν ἡμέραν εἰς κάποιο χωρίον, ποὺ ἀπεῖχεν ἀπὸ τὴν Ἱερουσαλὴμ ἑξήκοντα στάδια, περίπου ἕνδεκα σημερινὰ χιλιόμετρα· καὶ ἐκαλεῖτο τὸ χωρίον τοῦτο Ἐμμαούς. 14 Καὶ αὐτοὶ ὡμίλουν μεταξύ των δι’ ὅλα αὐτά, ποὺ εἶχαν συμβῇ, ἤτοι διὰ τὰ περιστατικὰ τοῦ θανάτου καὶ τῆς ταφῆς τὸν Ἰησοῦ, καθὼς καὶ διὰ τὰ ὅσα ἀνήγγειλαν εἰς τοὺς μαθητὰς αἱ Μυροφόροι. 15 Καὶ συνέβη, ἐνῷ αὐτοὶ ὡμίλουν καὶ συνεζήτουν, αὐτὸς ὁ ἴδιος ὁ Ἰησοῦς ἐπλησίασε καὶ ἐπήγαινε μαζί των. 16 Καὶ εἴτε διότι ἡ μορφὴ τοῦ ἀναστάντος Κυρίου εἶχε ἀλλάξει, εἴτε διότι ἀπὸ ὑπερφυσικὴν δύναμιν ἠμποδίζοντο αἱ αἰσθήσεις των, ἦσαν κρατημένα τὰ μάτια των διὰ νὰ μὴ τὸν ἀναγνωρίσουν. 17 Εἶπε δὲ πρὸς αὐτούς· Ποῖα εἶναι τὰ ζητήματα αὐτά, τὰ ὁποῖα συζητεῖτε μεταξύ σας καὶ ἀνταλλάσσετε ἐπ’ αὐτῶν τὰς σκέψεις σας, ἐνῷ περιπατεῖτε, καὶ διὰ τὰ ὁποῖα εἶσθε σκυθρωποί; 18 Ἀπεκρίθη δὲ ὁ ἕνας, ποὺ ὠνομάζετο Κλεόπας, καὶ εἶπε πρὸς αὐτόν· Σὺ μόνος ἀπὸ τοὺς ξένους, ποὺ ἦλθαν νὰ προσκυνήσουν κατὰ τὸ Πάσχα, διαμένεις εἰς τὴν Ἱερουσαλὴμ καὶ δὲν ἔμαθες ὅσα ἔγιναν ἐν αὐτῇ κατὰ τὰς ἡμέρας αὐτάς; 19 Καὶ εἶπεν εἰς αὐτοὺς ὁ Ἰησοῦς· Ποῖα; Αὐτοὶ δὲ τοῦ εἶπαν· Αὐτὰ ποὺ ἔγιναν μὲ τὸν Ἰησοῦν τὸν Ναζωραῖον, ὁ ὁποῖος ὑπῆρξε προφήτης καὶ ἀπεδείχθη ἐνώπιον τοῦ Θεοῦ καὶ ὅλου τοῦ λαοῦ δυνατὸς καὶ εἰς ἔργα ὑπερφυσικὰ καὶ εἰς διδασκαλίαν θεόπνευστον καὶ τελείαν. 20 Δὲν ἔμαθες ἀκόμη καὶ μὲ ποῖον τρόπον τὸν παρέδωκαν οἱ Ἀρχιερεῖς καὶ οἱ ἄρχοντές μας εἰς καταδίκην θανάτου καὶ τὸν ἐσταύρωσαν; 21 Ἡμεῖς δὲ ἠλπίζαμεν, ὅτι αὐτὸς εἶναι ὁ Μεσσίας, ποὺ μέλλει νὰ ἐλευθερώσῃ τὸν Ἰσραὴλ καὶ νὰ ἀποκαταστήσῃ τὸ βασίλειόν του. Ἀλλ’ ἡ ἐλπίς μας αὐτὴ ἐκλονίσθη, διότι ἐκτὸς ἀπὸ τὴν σταύρωσίν του καὶ ἀπὸ ὅλα τὰ ἄλλα ποὺ ἔγιναν, εἶναι ἡ τρίτη ἡμέρα σήμερον, ἀφ’ ὅτου συνέβησαν αὐτὰ καὶ δὲν εἴδομεν ἀκόμη τίποτε, ποὺ νὰ στηρίξῃ τὰς ἐλπίδας μας. 22 Ἀλλὰ καὶ κάτι ἄλλο, ποὺ ἐν τῷ μεταξὺ συνέβη, ηὔξησε τὴν ἀπορίαν μας. Μερικαὶ τουτέστι γυναῖκες ἀπὸ τὸν κύκλον ἡμῶν τῶν πιστῶν μαθητῶν του μᾶς ἐξέπληξαν. Διότι ἐπῆγαν πολὺ πρωῒ εἰς τὸ μνημεῖον 23 καὶ ἀφοῦ δὲν ηὗραν ἐκεῖ τὸ σῶμα του, ἦλθαν καὶ εἶπαν, ὅτι εἶδον καὶ ὀπτασίαν ἀγγέλων, οἱ ὁποῖοι λέγουν, ὅτι ὁ Ἰησοῦς ζῇ· 24 Καὶ ἐπῆγαν εἰς τὸ μνημεῖον μερικοὶ ἀπὸ τοὺς δικούς μας καὶ ηὗραν τὰ πράγματα ἔτσι, καθὼς τὰ εἶπαν καὶ αἱ γυναῖκες. Δηλαδὴ εὗρον ἀνοικτὸν τὸ μνημεῖον, αὐτὸν ὅμως τὸν Ἰησοῦν δὲν τὸν εἶδον. 25 Καὶ τότε αὐτὸς εἶπε πρὸς τοὺς δύο μαθητάς· Ὦ ἄνθρωποι, ποὺ δὲν ἔχετε νοῦν φωτισμένον διὰ νὰ κατανοῇ τὰς γραφάς, καὶ ποὺ ἔχετε καρδίαν βραδυκίνητον καὶ δύσκολον εἰς τὸ νὰ πιστεύετε εἰς ὅλα, ὅσα ἐλάλησαν οἱ προφῆται. 26 Σύμφωνα μὲ τὴν βουλὴν καὶ τὸ σχέδιον τοῦ Θεοῦ, τὰ ὁποῖα προεκήρυξαν οἱ προφῆται, δὲν ἔπρεπε αὐτὰ νὰ πάθῃ ὁ Χριστὸς καὶ διὰ τῶν παθημάτων τούτων νὰ εἰσέλθῃ εἰς τὴν δόξαν του, ἡ ὁποία ἤρχισε διὰ τῆς ἀναστάσεως καὶ θὰ τελειωθῇ διὰ τῆς ἀναλήψεώς του; 27 Καὶ ἀφοῦ ἤρχισεν ἀπὸ τὰς προφητείας καὶ τὰς προεικονίσεις, ποὺ περιέχονται εἰς τὰ συγγράμματα τοῦ Μωϋσέως καὶ ἔλαβεν ἀκολούθως ἀπὸ ὅλους τοὺς προφήτας τὰ εἰς τὸν Μεσσίαν ἀναφερόμενα χωρία, ἐξηγοῦσεν ἐν συνεχείᾳ εἰς αὐτοὺς τὰς προφητείας, ποὺ ἀνεφέροντο εἰς τὸν ἑαυτόν του. 28 Καὶ ἐπλησίασαν εἰς τὸ χωρίον, εἰς τὸ ὁποῖον οἱ δύο μαθηταὶ ἐσκόπευαν νὰ ὑπάγουν. Καὶ αὐτὸς ἐφάνη, ὅτι θὰ ἐπροχώρει μακρύτερα. Πράγματι δὲ θὰ ἐχωρίζετο ἀπὸ αὐτούς, ἐὰν αὐτοὶ δὲν ἐπέμεναν νὰ τὸν κρατήσουν. 29 Ἀλλ’ αὐτοὶ τὸν ἠνάγκασαν διὰ παρακλήσεων λέγοντες· Μεῖνε μαζί μας, διότι πλησιάζει νὰ βραδυάσῃ καὶ ἔχει προχωρήσει ἡ ἡμέρα πολὺ πρὸς τὴν δύσιν τοῦ ἡλίου. Καὶ ἐμβῆκε εἰς τὸ σπίτι διὰ νὰ μείνῃ μαζί των. 30 Καὶ τότε συνέβη τοῦτο· Ὅταν αὐτὸς κατεκλίθη μαζί των εἰς τὴν τράπεζαν τοῦ φαγητοῦ, ἀφοῦ ἐπῆρε εἰς τὰς χεῖρας του τὸν ἄρτον, εὐλόγησε δι’ εὐχαριστίας τὸν Θεόν, ὅπως συνήθιζαν νὰ κάνουν πρὸ τοῦ φαγητοῦ, καὶ ἀφοῦ τὸν ἔκοψε εἰς τεμάχια, ἔδιδεν εἰς αὐτούς. 31 Ὅταν δὲ εἶδαν τὴν εὐλογίαν καὶ τὸν τεμαχισμὸν τοῦ ἄρτου νὰ γίνεται κατὰ τὸν τρόπον, ποὺ ἐσυνήθιζεν ὁ Διδάσκαλός των, τότε καὶ δι’ ἐπενεργείας θείας ἤνοιξαν τὰ μάτια των καὶ ἀνεγνώρισαν καλῶς αὐτόν. Ἀλλὰ τὴν στιγμὴν ἐκείνην καὶ αὐτὸς ἔγινεν ἄφαντος ἀπὸ αὐτούς. 32 Καὶ εἶπαν μεταξύ των ὁ ἕνας εἰς τὸν ἄλλον· ἡ καρδία μας δὲν ᾐσθάνετο μέσα μας τὴν πνευματικὴν φλόγα τοῦ θείου ζήλου καὶ τῆς ἀγάπης πρὸς τὸν Χριστὸν καὶ δὲν ἐζεσταίνετο ἀπὸ τὴν θερμότητα τοῦ φωτὸς τῆς θείας ἀληθείας, ὅταν μᾶς ὡμίλει εἰς τὸν δρόμον καὶ μᾶς ἐξήγει τὰς Γραφάς; Πῶς ἠμποδίσθημεν λοιπὸν ἀπὸ τοῦ νὰ τὸν ἀναγνωρίσωμεν ἀμέσως; 33 Καὶ ἀφοῦ ἐσηκώθησαν κατὰ τὴν αὐτὴν ὥραν τῆς ἑσπέρας. ἐπέστρεψαν εἰς τὴν Ἱερουσαλὴμ καὶ εὗρον συναθροισμένους τοὺς ἕνδεκα Ἀποστόλους καὶ τοὺς ἄλλους, ποὺ ἦσαν μαζί τους, 34 ὅλοι δὲ αὐτοὶ ἔλεγον, ὅτι πραγματικῶς ἀνέστη ὁ Κύριος καὶ ἐνεφανίσθη εἰς τὸν Σίμωνα. 35 Καὶ αὐτοὶ οἱ δύο διηγοῦντο τὰ ὅσα συνέβησαν εἰς τὸν δρόμον καὶ πῶς ἀνεγνωρίσθη ἀπὸ αὐτούς, ὅταν ἔκοπτεν εἰς τεμάχια τὸν ἄρτον.
 

Εὐαγγέλιον
 
ΚΑΤΑ ΛΟΥΚΑΝ ΙΗ´ 10 - 18

10 Ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι, ὁ εἷς Φαρισαῖος καὶ ὁ ἕτερος τελώνης. 11 ὁ Φαρισαῖος σταθεὶς πρὸς ἑαυτὸν ταῦτα προσηύχετο· ὁ Θεός, εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί, ἢ καὶ ὡς οὗτος ὁ τελώνης· 12 νηστεύω δὶς τοῦ σαββάτου, ἀποδεκατῶ πάντα ὅσα κτῶμαι. 13 καὶ ὁ τελώνης μακρόθεν ἑστὼς οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς εἰς τὸν οὐρανόν ἐπᾶραι, ἀλλ’ ἔτυπτεν εἰς τὸ στῆθος αὐτοῦ λέγων· ὁ Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ. 14 λέγω ὑμῖν, κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ ἢ γὰρ ἐκεῖνος· ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται. 15 Προσέφερον δὲ αὐτῷ καὶ τὰ βρέφη ἵνα αὐτῶν ἅπτηται· καὶ ἰδόντες οἱ μαθηταὶ ἐπετίμησαν αὐτοῖς. 16 ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτὰ εἶπεν· Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με καὶ μὴ κωλύετε αὐτά· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. 17 ἀμὴν λέγω ὑμῖν, ὃς ἐὰν μὴ δέξηται τὴν βασιλείαν τοῦ Θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν. 18 Καὶ ἐπηρώτησέ τις αὐτὸν ἄρχων λέγων· Διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω;
 
Ἑρμηνευτικὴ ἀπόδοση Παναγιώτη Ν. Τρεμπέλα 
 
ΚΑΤΑ ΛΟΥΚΑΝ ΙΗ´ 10 - 18

10 Δύο ἄνθρωποι ἀνέβησαν εἰς τὸ ἱερὸν διὰ νὰ προσευχηθον· ὁ ἕνας ἦτο Φαρισαῖος καὶ ὁ ἄλλος τελώνης. 11 Ὁ Φαρισαῖος ἐστάθη ὄρθιος, ὥστε νὰ φαίνεται καλά, καὶ προσηύχετο καθ’ ἑαυτὸν καὶ δι’ ἑαυτὸν ταῦτα· Σὲ εὐχαριστῶ, Θεέ μου, διότι δὲν εἶμαι σὰν τοὺς ἄλλους ἀνθρώπους, ποὺ εἶναι ἅρπαγες, ἄδικοι, μοιχοί, ἢ καὶ σὰν αὐτὸν ἐκεῖ τὸν τελώνην. Εἰς καιρὸν δηλαδὴ ποὺ ὅλοι οἱ ἄλλοι εἶναι ἔνοχοι καὶ ἀξιοκατάκριτοι, ἐγὼ προβάλλω ὡς μόνος ἀνένοχος καὶ σὲ εὐχαριστῶ, διότι δὲν βλέπω εἰς τὸν ἑαυτόν μου τὰς τόσας κακίας, τὰς ὁποίας ἔχουν οἱ ἄλλοι. 12 Ἔχω ὅμως καὶ ἀρετάς. Νηστεύω δύο φορὰς τὴν ἑβδομάδα (Δευτέραν καὶ Πέμπτην)· δίδω τὸ δέκατον ἀπὸ ὅλα ἐκεῖνα, ποὺ ἀποκτῶ, ἀκόμη καὶ ἀπὸ τὰ πλέον μικρὰ καὶ εὐτελῆ, διὰ τὰ ὁποῖα δὲν ἐπιβάλλει ὁ νόμος τὴν δεκάτην. 13 Ὁ τελώνης ὅμως ἔστεκε μακρὰν ἀπὸ τὸ θυσιαστήριον, ποὺ ἐκαίοντο αἱ θυσίαι, καὶ δὲν εἶχε τὴν τόλμην ὄχι μόνον τὰς χεῖρας του, ἀλλὰ οὔτε τὰ μάτια του νὰ σηκώσῃ ἐπάνω πρὸς τὸν οὐρανόν. Ἀλλ’ ἐκτύπα συνεχῶς τὸ στῆθος του, ποὺ περιέκλειε τὴν ἁμαρτωλὴν καὶ ἀκάθαρτον καρδίαν του, καὶ ἔλεγεν· Ὦ Κύριε καὶ Θεέ, σπλαγχνίσου με καὶ συγχώρησέ με τὸν ἁμαρτωλόν. 14 Σᾶς βεβαιῶ, ὅτι αὐτὸς ὁ περιφρονημένος τελώνης κατέβη ἀπὸ τὸ ἱερὸν εἰς τὸ σπίτι του ἀθωωμένος καὶ δίκαιος ἐνώπιον τοῦ Θεοῦ καὶ ὄχι ὁ Φαρισαῖος ἐκεῖνος. Ἐδικαιώθη δὲ ὁ τελώνης καὶ κατεκρίθη ὁ Φαρισαῖος, διότι καθένας ποὺ ὑψώνει τὸν ἑαυτόν του, θὰ ταπεινωθῇ ἀπὸ τὸν Θεὸν καὶ θὰ κατακριθῇ· ἐκεῖνος δέ, ποὺ ταπεινώνει τὸν ἑαυτόν του, θὰ ὑψωθῇ καὶ θὰ τιμηθῇ ἀπὸ τὸν Θεόν. 15 Τοῦ ἔφερναν δὲ ὄχι μόνον τοὺς ἀσθενεῖς, ἀλλὰ καὶ τὰ πολὺ μικρὰ παιδιὰ διὰ νὰ ἐγγίζῃ τὸ καθένα μὲ τὰς χεῖρας του πρὸς εὐλογίαν· οἱ μαθηταὶ ὅμως, ὅταν εἶδαν τοὺς γονεῖς νὰ πλησιάζουν, τοὺς ἐπέπληττον, ἐπειδὴ ἐνομιζαν, ὅτι δὲν ἤρμοζεν εἰς τὸν Χριστὸν νὰ τὸν ἀπασχολοὺν διὰ μικρὰ παιδιά. 16 Ἀλλ’ ὁ Ἰησοῦς προσεκάλεσεν αὐτὰ νὰ ἔλθουν πλησίον του καὶ εἶπεν· Ἀφήσατε τὰ παιδιὰ νὰ ἔρχωνται πρὸς ἐμὲ καὶ μὴ τὰ ἐμποδίζετε· διότι δι’ αὐτούς, ποὺ θὰ γίνουν σὰν αὐτά, καὶ θὰ ἀποκτήσουν ταπεινὴν καρδίαν καὶ παιδικὴν διάθεσιν, εἶναι ἡ βασιλεία τοῦ Θεοῦ. 17 Ἀληθῶς σᾶς λέγω, ἐκεῖνος ποὺ δὲν θὰ δεχθῇ τὸν λόγον καὶ τὸ κήρυγμα τῆς βασιλείας τοῦ Θεοῦ μὲ ἀφέλειαν καὶ ἐμπιστοσύνην καὶ ταπείνωσιν σὰν αὐτήν, ποὺ δεικνύει τὸ παιδίον εἰς τοὺς γονεῖς καὶ διδασκάλους του, δὲν θὰ εἰσέλθῃ εἰς αὐτὴν. 18 Καὶ τὸν ἠρώτησε κάποιος ἄρχων τῆς συναγωγῆς καὶ εἶπε· Διδάσκαλε ἀγαθέ, τί νὰ κάμω διὰ νὰ κληρονομήσω ζωὴν αἰώνιον;
 

Ἀπόστολος
 
ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β' Γ´ 10 - 15

10 Σὺ δὲ παρηκολούθηκάς μου τῇ διδασκαλίᾳ, τῇ ἀγωγῇ, τῇ προθέσει, τῇ πίστει, τῇ μακροθυμίᾳ, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ, 11 τοῖς διωγμοῖς, τοῖς παθήμασιν, οἷά μοι ἐγένοντο ἐν Ἀντιοχείᾳ, ἐν Ἰκονίῳ, ἐν Λύστροις, οἵους διωγμοὺς ὑπήνεγκα! καὶ ἐκ πάντων με ἐρρύσατο ὁ Κύριος. 12 καὶ πάντες δὲ οἱ θέλοντες εὐσεβῶς ζῆν ἐν Χριστῷ Ἰησοῦ διωχθήσονται· 13 πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι. 14 σὺ δὲ μένε ἐν οἷς ἔμαθες καὶ ἐπιστώθης, εἰδὼς παρὰ τίνος ἔμαθες, 15 καὶ ὅτι ἀπὸ βρέφους τὰ ἱερὰ γράμματα οἶδας, τὰ δυνάμενά σε σοφίσαι εἰς σωτηρίαν διὰ πίστεως τῆς ἐν Χριστῷ Ἰησοῦ.
 
Ἑρμηνευτικὴ ἀπόδοση Παναγιώτη Ν. Τρεμπέλα
 
ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β' Γ´ 10 - 15

10 Σὺ ὅμως ἔχεις παρακολουθήσει τὴν διδασκαλίαν μου, τὴν ἐν γένει συμπεριφοράν μου, τὴν πρόθεσιν καὶ τὰ ἐλατήριά μου, τὴν φωτισμένην πίστιν μου, τὴν μακροθυμίαν μου, τὴν ἀγάπην μου, τὴν ὑπομονήν μου, 11 τοὺς διωγμούς μου, τὰ παθήματά μου, ποὺ μοῦ συνέβησαν εἰς Ἀντιόχειαν, εἰς Ἰκόνιον, εἰς Λύστρα. Τί φοβεροὺς διωγμοὺς ὑπέφερα καὶ ἀπὸ ὅλους μὲ ἐγλύτωσεν ὁ Κύριος. 12 Καὶ ὄχι μόνον ἐγὼ ἔπαθον καὶ πάσχω ταῦτα, ἀλλὰ καὶ ὅλοι ὅσοι θέλουν νὰ ζοῦν εὐσεβῶς, ὅπως ἐπιβάλλει ἡ σχέσις μας μὲ τὸν Ἰησοῦν Χριστόν, θὰ καταδιωχθοῦν. 13 Κακοὶ δὲ ἄνθρωποι, ποὺ καταδιώκουν καὶ βασανίζουν τοὺς εὐσεβεῖς, καθὼς καὶ ἀπατεῶνες, θὰ προχωρήσουν εἰς τὸ χειρότερον καὶ θὰ πλανοῦν τοὺς ἄλλους καὶ θὰ πλανῶνται καὶ αὐτοί οἰ ἴδιοι. 14 Σὺ ὅμως, ὦ Τιμόθεε, μένε ἀκλόνητος εἰς ἐκεῖνα, ποὺ ἔμαθες καὶ ἐβεβαιώθης περὶ τῆς ἀληθείας των ἀπὸ τὴν προσωπικὴν πεῖραν. Καὶ μὴ ξεχάνῃς ποτέ, ἀλλὰ διατήρει ζωηρὰ τὴν γνῶσιν ἀπὸ ποῖον διδάσκαλον ἔμαθες ταῦτα, 15 καὶ ὅτι ἀπὸ μικρὸ παιδὶ γνωρίζεις τὰς Ἁγίας Γραφάς, αἱ ὁποῖαι ἠμποροῦν νὰ σοῦ μεταδώσουν τὴν ἀληθῆ σοφίαν, ποὺ ὁδηγεῖ εἰς σωτηρίαν διὰ μέσου τῆς πίστεως εἰς τὸν Ἰησοῦν Χριστόν. 
 
 
«Πᾶνος»