Ἐπιστολὴ ἐγκύκλιος τοῦ μακαρίου Ἀθανασίου ἐπισκόπου Ἀλεξανδρείας
Τοῖς κατὰ τόπον συλλειτουργοῖς, κυρίοις ἀγαπητοῖς, Ἀθανάσιος ἐν κυρίῳ χαίρειν.
Ἃ μὲν πεπόνθαμεν δεινὰ καὶ ἀφόρητά ἐστι, καὶ οὐκ ἔστιν ἐπαξίως αὐτῶν μνημονεῦσαι· ἵνα δὲ ταχύτερον τὸ δεινὸν τῶν συμβεβηκότων γνωσθῆναι δυνηθῇ, καλὸν ἡγησάμην ἱστορίας ἀπὸ τῶν γραφῶν μνημονεῦσαι. ἀνήρ ποτε Λευίτης ἀδικηθεὶς εἰς τὴν γυναῖκα καὶ τὴν ὑπερβολὴν τοῦ μύσους ἑωρακώς (Ἑβραία γὰρ ἦν ἡ γυνὴ καὶ ἐκ τῆς Ἰούδα φυλῆς ἐτύγχανε) καὶ καταπλαγεὶς ἐπὶ τοῖς τολμηθεῖσιν εἰς αὐτὸν παρανομήμασιν, ὡς ἡ θεία τῶν Κριτῶν διαγορεύει γραφή, διελὼν τὴν γυναῖκα ἀπέστειλε κατὰ πᾶσαν φυλὴν τοῦ Ἰσραήλ, ἵνα μὴ εἰς αὐτὸν μόνον, ἀλλὰ καὶ εἰς πάντας κοινὸν τὸ τοιοῦτον ἀδίκημα πιστευθῇ, καὶ ἵνα, ἐὰν μὲν συμπαθῶσιν, ἐκδικήσωσιν, ἐὰν δὲ παρίδωσιν, ὡς αὐτοὶ λοιπὸν ἀδικήσαντες αἰσχυνθῶσι. καὶ οἱ μὲν ἀποσταλέντες τὸ γεγονὸς ἀπήγγελον, οἱ δὲ ἀκούοντες καὶ ὁρῶντες ἔλεγον μηδέποτε τὰ τοιαῦτα γεγενῆσθαι, ἀφ' ἧς ἡμέρας ἀνέβησαν οἱ υἱοὶ Ἰσραὴλ ἐξ Αἰγύπτου.