Κυριακή 13 Ιουνίου 2021

Μὲ τὴν εὐκαιρία τῆς ἑορτῆς τῶν 318 ἁγίων Πατέρων τῆς Α΄ Οἰκουμενικῆς συνόδου

Γράφει ο καθηγητής : Ἀδαμάντιος Τσακίρογλου


Μὲ τὴν εὐκαιρία τῆς ἑορτῆς τῶν 318 ἁγίων Πατέρων τῆς Α΄ Οἰκουμενικῆς συνόδου

Ἔχουν περάσει τόσα χρόνια μετὰ τὶς συμφωνίες τῶν Οἰκουμενιστῶν στὰ διάφορα συνέδρια ἀνὰ τὸν κόσμο, ὅπου ἡ Ὀρθοδοξία μεθοδικὰ καὶ πεισματωδῶς ἐπαναπροσδιορίστηκε, περιορίσθηκε μὲ σκοπὸ τὴν κατάργηση καὶ ἐξαφάνισή της· ἔχουν περάσει τόσα χρόνια μετὰ τὴν συνοδικὴ κατοχύρωση τῆς Παναιρέσεως τοῦ Οἰκουμενισμοῦ στὸ Κολυμπάρι τῆς Κρήτης· ἔχουν συμβεῖ τόσα σημεῖα φοβερὰ καὶ τρομερὰ ποὺ ἀποδεικνύουν, ποιούς δαιμονικοὺς ἀσκοὺς τοῦ Αἰόλου ἄνοιξε αὐτὴ ἡ ψευτοσύνοδος· ἔχουν γίνει τόσες δηλώσεις καὶ τόσες πράξεις ποὺ ἀποδεικνύουν, ὅτι οἱ ὀρθόδοξοι ταγοὶ μόνο Ὀρθοδοξία δὲν πρεσβεύουν· καὶ παρόλα αὐτὰ ἀκόμα συζητᾶμε γιὰ ἀνοχὴ καὶ ὑπακοή, ἀκόμα ἀνακηρύττουμε κόκκινες γραμμές, φθάνοντας ἀπὸ τὸ κοινὸ ποτήριο στὴν ἀντιμετώπιση τοῦ Κορονοϊοῦ καὶ στὸν ἐμβολιασμό, βιώνοντας μάλιστα τὸ ἐξωφρενικό, γέροντες ποὺ δὲν κάνουν τίποτά ἐνάντια στὴν αἵρεση νὰ ἀνακηρύττονται ὁμολογητές, ἐπειδὴ ἀντιδροῦν στὰ κυβερνητικὰ μέτρα, ἀκόμα ἐφευρίσκουμε εὐσεβεῖς ἐπισκόπους· ἀκόμα ἀφήνουμε τὰ πάντα στὸν Θεό, ἀρνούμενοι τὴν δική μας σύμπραξη καὶ εὐθύνη.

Καὶ ὅμως κάθε χρονιά, ὅπως καὶ φέτος, ἡ ἑορτὴ τῶν 318 ἁγίων Πατέρων τῆς Α΄ Οἰκουμενικῆς συνόδου ἔρχεται νὰ μᾶς θυμίσει, ὅτι ἡ Ὀρθοδοξία θριάμβευσε ἀνὰ τοὺς αἰῶνες, νίκησε τὶς πῦλες τοῦ ᾍδου, ἐξαφάνισε κάθε σαπρότητα ἀπὸ τὸ πανάγιο σῶμα Της, μᾶς παρέδωσε τὴν θεία διδασκαλία ἀλώβητη καὶ ἀκέραιη, διότι ἔπραττε ἀκριβῶς τὸ ἀντίθετο ἀπὸ ὅ,τι πράττουμε ἐμεῖς σήμερα: Δὲν ἀνέχτηκε καμία αἵρεση, δὲν ὑποχώρησε σὲ θέματα Πίστεως καὶ καταδίκασε συνοδικῶς κάθε ἀμετανόητο αἱρετικὸ ἢ αἱρετίζοντα κληρικό, ποὺ ἀπειλοῦσε νὰ ὁδηγήσει τὴν ποίμνη τοῦ Κυρίου στὴν ἀπώλεια καὶ στὴν καταστροφή.

Ὅλοι μας γνωρίζουμε τοὺς ἀγῶνες, τοὺς διωγμούς, τὴν ἀγωνία, τὴν μεγάλη διάρκεια καὶ τὴν τελικὴ νίκη τῶν ἁγίων Πατέρων ἐνάντια στὴν τρομερὴ αἵρεση τοῦ Ἁρείου, ἡ ὁποία παρόλα αὐτὰ ὅμως, ὠχριὰ ἀπέναντι στὴν δαιμονικότητα τοῦ Οἰκουμενισμοῦ. Γι’ αὐτὸ δὲν θὰ διηγηθοῦμε τὰ γεγονότα τῆς ἐποχῆς ἐκείνης.

Θὰ ἀφήσουμε ὅμως τὸν ἅγ. Ἰωάννη τὸν Χρυσόστομο, ποὺ ποτὲ δὲν δίστασε νὰ προβάλει τὴν ἀλήθεια, ὅσο κι ἂν αὐτὴ πονάει, νὰ μᾶς διηγηθεῖ τὸ μεγαλεῖο τῶν παλαιῶν καὶ τὴν πτώση τῶν σημερινῶν Χριστιανῶν μὲ τὴν ἐλπίδα τῆς ἀφύπνισης.

Διότι πολλοὶ δὲν ἔχουν καταλάβει, ἢ ἀπὸ συμφέρον ἀρνοῦνται νὰ καταλάβουν, ὅτι τὸ ἐμβόλιο τῆς αἱρέσεως εἶναι χειρότερο ἀπὸ τὸ ἐμβόλιο τοῦ Κορονοιοῦ.

Λέγει ὁ ἅγιος Ἰωάννης μεταξὺ ἄλλων στὸν λόγο του πρὶν «ἐκδημήσει ἐκ τοῦ σώματος»:

«Βλέπετε μὴ πλανηθῆτε· Βλέπετε μή τις ὑμᾶς πλανήσῃ· πανταχοῦ βλέπετε.

Ἐμοὶ δὲ δακρύειν ἐπέρχεται, ὅταν ἀκούσω ἀπὸ τῆς ἡμετέρας Ἐκκλησίας τινὰς λέγοντας, μὴ εἰρῆσθαι ταῦτα ἐν ταῖς θείαις Γραφαῖς· καὶ τοῦτο οὐ μόνον παρὰ λαϊκῶν, ἀλλὰ καὶ παρὰ τῶν δοκούντων εἶναι ποιμένων, καὶ τόπους ἐπεχόντων ἀποστόλων καὶ προφητῶν, ἀλλ' οὐ τρόπους·

Προσέχετε ἑαυτοῖς ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες·ἀλλ' ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς, ἀπὸ τῶν λόγων,ἐκ τῆς ψευδοπροφητείας, ἐκ τῆς ὑποκρίσεως αὐτῶν, ἐκ τῆς κακοδοξίας αὐτῶν, ἐκ τῆς βλασφημίας αὐτῶν ἐπιγνώσεσθε αὐτούς. προσέχετε ἀπὸ τῆς ζύμης αὐτῶν, ἤγουν τῆς αἱρέσεως αὐτῶν.

Δεῦρο τοίνυν παραγάγωμεν εἰς μέσον τοὺς θεολόγους, καὶ ἀκούσωμεν ἐξ αὐτῶν τί περὶ αἱρετικῶν παραγγελοῦσιν ἡμῖν.

Ἰωάννης λέγει· Εἴ τις ἔρχεται πρὸς ὑμᾶς, καὶ ταύτην τὴν διδαχὴν οὐ φέρει μεθ' ἑαυτοῦ, μὴ λαμβάνετε αὐτὸν εἰς οἰκίαν, καὶ

Χαίρειν αὐτῷ μὴ λέγετε. Ὁ γὰρ λέγων αὐτῷ χαίρειν, κοινωνεῖ τοῖς ἔργοις αὐτοῦ τοῖς πονηροῖς.

Ἰάκωβος εἶπεν·Ὃς ἐὰν δοκῇ φίλος αὐτῶν εἶναι, ἐχθρὸς τοῦ Θεοῦ καθίσταται. Ἀκούσατε, πάντες οἱ τοῖς αἱρετικοῖς συνεσθίοντες, ὀδυνηρὰν ἀπόφασιν·ὅτι τοῦ Χριστοῦ ἐχθροί ἐστε. Οὐδὲ γὰρ ὁ τοῖςἐχθροῖς τοῦ βασιλέως συμφιλιάζων, δύναται τοῦ βασιλέως φίλος εἶναι...

Παῦλος εἶπεν· Οἶδα ὅτι εἰσελεύσονται μετὰ τὴν ἄφιξίν μου λύκοι βαρεῖς εἰς ὑμᾶς, μὴ φειδόμενοι τοῦ ποιμνίου. Ὁρᾷς πανταχοῦ τοὺς θεολόγους συμφωνοῦντας τῷ Διδασκάλῳ περὶ τῶν ἀθέων αἱρετικῶν, κύνας αὐτοὺς καὶ λύκους προσαγορεύοντας; Τίς ἕξει ἀπολογίαν ἀμελείας, ἀκούων τὰς τοσαύτας παραγγελίας; Καὶ ἀλλαχοῦ πάλιν·

Μὴ παραδέχεσθε αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν· καὶ πάλιν, Διδαχαῖς ποικίλαις καὶ ξέναις μὴπαραφέρεσθε· καὶ πάλιν, Αἱρετικοὶ ἄνθρωποι προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι· καὶ ἀλλαχοῦ, Τοῖς μεμιασμένοις καὶ ἀπίστοις οὐδὲν καθαρόν. Ἀκούσατε πάλιν, οἱ τὰς ἀγάπας μετ' αὐτῶν ποιοῦντες· πῶς φύγητε ἀπὸ τῆς ὀργῆς τῆς ἐπερχομένης ἐφ'ὑμᾶς, οἱ τούτοις συμμιαινόμενοι ἐν βρώσει, ἐν πόμασι; πῶς τολμᾶτε προσελθεῖν τοῖς θείοις μυστηρίοις καὶ φρικτοῖς τοῦ Χριστοῦ; ἢ οὐκ ἠκούσατε τοῦ μακαρίου Παύλου βοῶντος, ὅτι Οὐ δύνασθε ποτήριον Κυρίου πιεῖν, καὶ ποτήριον δαιμόνων· οὐ δύνασθε τραπέζης Κυρίου μετέχειν, καὶ τραπέζης δαιμονίων. Ἐξέλθετε ἐκ μέσου αὐτῶν, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε.

Ποῦ εἰσιν οἱ θρασύστομοι, οἱ λέγοντες, μὴ εἰρῆσθαι ταῦτα ἐν ταῖς θείαις Γραφαῖς· (σσ. πράγματι ποὺ εἶναι ὅλοι αὐτοὶ ποῦ μέχρι τώρα μὲ τὴν ἀμαρτύρητη ἀπὸ τὴν Ἐκκλησία στάση τους κηρύττουν πράγματα γιὰ τὴν στάση κατὰ τῆς αἱρέσεως ποῦ προσβάλλουν τὴν διδασκαλία τῶν Ἁγίων)

Ἀκούσατε οἱ ὀρθόδοξοι, καὶ τοῖς αἱρετικοῖς μὴ συγκαταβαίνετε· ἀκούσατε ποιμένες, καὶ φρίξατε, καὶ μὴ σιγήσατε,ἀλλὰ κηρύξατε τὸν λόγον· μὴ δότε τόπον τῷ διαβόλῳ, μὴ δότε θήραν τοῖς λύκοις. Οὕτως οὖν ποιεῖτε καὶ ὑμεῖς, ποιμένες, καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκαθάρτοις τοῦ σκότους· μᾶλλον δὲ καὶ ἐλέγχετε, ὥσπερ καὶ οἱ ἀπόστολοι καὶ ὁ θεοπάτωρ Δαυῒδ περὶ αὐτῶν πολλοὺς μόχθους κατεβάλετο, καὶ πολλοὺς ἀγῶνας, ἐλέγχων καὶ ἐπιτιμῶν, στηλιτεύων αὐτοὺς καὶ τῷ Θεῷ ἐντυγχάνων κατ' αὐτῶν...

Ἀλλὰ πολὺ τὸ διάφορον ὁρῶ τῶν τότε ποιμένων παρὰ τῶν νῦν. Ἐκεῖνοι πολεμισταὶ, οὗτοι φυγάδες· ἐκεῖνοι βιβλίων καλλωπισταὶ καὶδογμάτων, οὗτοι ἱματίων καὶ γελγῶν. Οὗτοι ὡς μισθωτοὶ ἀφιεῖσι τὰ πρόβατα, καὶ φεύγουσιν· ἐκεῖνοι τὴν ψυχὴν αὐτῶν ἔθηκαν ὑπὲρ τῶν προβάτων, μιμησάμενοι τὸν ποιμένα τὸν καλόν. Ὢ τῶν μακαρίων αὐτῶν ἀνδρῶν, ὧν τὰ ὀνόματα ἐν βιβλίῳ ζωῆς· οὓς ἔφριξαν δαίμονες, καὶ ἐτρόμαξαν αἱρετικοί· καὶ Ἐφράγη στόμα λαλούντων ἄδικα.

Φθέγξομαι τοίνυν κἀγὼ παραπλήσια τῷ Δαυῒδ, ὃς ἀποδυρόμενο ςἔλεγε· Ποῦ εἰσι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε; Εἴπω κἀγὼ ἐν δάκρυσι· Ποῦ ἐστιν ὁ μακάριος χορὸς ἐκεῖνος τῶν ἐπισκόπων καὶ διδασκάλων, οἵτινες ἔλαμψαν ὡς φωστῆρες ἐν κόσμῳ, λόγον ζωῆς ἐπέχοντες; Ἐκεῖνοι τὴν ψυχὴν αὐτῶν, καθὼς προείρηται, ἔθηκαν ὑπὲρ τῶν προβάτων· οὗτοι δὲ ἀφέντες τὰ πρόβατα ἔφυγον· ἐκεῖνοι δυνατοὶ καὶἐν λόγῳ καὶ ἐν ἔργῳ· οὗτοι δὲ καὶ ἐν χρήμασι καὶ ἐν κτήμασι καὶλαμπρᾶς τραπέζης. Εἶτα προσέρχονται οὐχ ὡς πτωχοὶ, ἀλλ' ἱμάτια φοροῦντες ἔκστιλβα, βαλάντια κεκτημένοι ἁδρὰ, καὶ τραχήλους ὡς παρασίτων ταύρων, μαθητῶν πλῆθος ἐπισυρόμενοι, μᾶλλον δὲ μαγείρων· τὰ μὲν αἰσχρόν ἐστι καὶ λέγειν, ἐκ τοῦ περισσοῦ γὰρ πλούτου συνεισάκτους ἐκτήσαντο προφάσει ἀνδραπόδων. Ὢ βαθείας αἰσχύνης· ὢ τῆς κακῆς εὐπορίας!

Εἶτα ἐάν τις ἀθέων αἱρετικῶν παραφρονῇ λαλῶν διεστραμμένα, ὁ ἀντιλέγων οὐδεὶς, ὁ πολεμῶν οὐδαμοῦ· πάντες πτωχοὶ τότε γίνονται, πάντες σιωπητικοὶ, πάντες φυγάδες. Ὢ τῆς κακῆς ῥίζης πάντων τῶν κακῶν τῆς φιλαργυρίας!

 Τρυφῶντες, μεθύοντες, καὶ μετεωριζόμενοι βούλεσθε νικᾷν τὰς αἱρέσεις; Ἀλλ' οὐαὶ ὑμῖν, οἱ τρυφῶντες καὶ μετεωριζόμενοι, ἐν χρυσῷκαὶ ἱματίοις ποικίλοις καλλωπιζόμενοι· πῶς ἄλλοις δείξετε τὴν καλὴν πτωχείαν τοῦ Χριστοῦ, τοῦ δι' ἡμᾶς πτωχεύσαντος, τοῦ ἐντειλαμένου τοῖς μαθηταῖς αὐτοῦ μὴ ἔχειν χαλκὸν ἐν ταῖς ζώναις. Ὄντως πλανᾶσθε, μὴ νοοῦντες τὰς Γραφάς.

Προσέχετε ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ· Βλέπετε μὴ ἀπολείψῃ πρόβατον ἐκ τῆς ποίμνης. Τοῦτο γάρ ἐστε γινώσκοντες, ὅτι ἐὰν ἓν πρόβατον ἀπολείψῃ γενόμενον θηριάλωτον ἐξ ὑμετέρας ἀμελείας, πάντα τὸν βίον ὑμῶν κατέλυσεν· τὸ γὰρ αἷμα αὐτοῦ ἐκ τῶν χειρῶ νὑμῶν ἀπαιτήσει ὁ Κριτής.

Ἀνανήψατε οὖν λοιπὸν, κηρύξατε τὸν λόγον, ἀποῤῥίψατε πᾶσαν βιωτικὴν μέριμναν, βλέπετε ἀκριβῶς πῶς περιπατεῖτε· Βλέπετε τοὺς κύνας. Πάλιν τὸ βλέπετε λέγω, καὶ λέγων οὐ παύομαι. Βλέπετε τοὺς κλέπτας, βλέπετε ὅτι πολλοὶ πλάνοι ἐξῆλθον εἰς τὸν κόσμον .Ἀγρυπνεῖτε καὶ νήφετε, οἱ τὸ δεσποτικὸν χάρισμα καταπιστευθέντες, καὶ γρηγορεῖτε, καὶ τὴν ὥραν τῆς φοβερᾶς παρουσίας τοῦ Δεσπότου τηρεῖτε, ὅταν ἔρχηται συνᾶραι λόγον μεθ' ὑμῶν, οἷς ἐπίστευσε τὰ τάλαντα».

Ἑορτάζοντας λοιπόν, τὴν Α΄ Οἰκουμενικὴ σύνοδο ἂς ἔχουμε πάντα στὸ μυαλό μας τὰ λόγια αὐτὰ τοῦ Ἁγίου γιὰ νὰ καταλάβουμε ποιός εἶναι ὁ ἀληθινὸς ὀρθόδοξος ποιμένας, ποιές εἶναι οἱ εὐθῦνες του (κι ἂν τὶς ἔχει ξεχάσει νὰ τὶς ἀπαιτήσουμε). Ὄχι αὐτὸς τῶν δημοσίων δηλώσεων, τῶν γραφείων τῶν αἱρέσεων, τῶν ἐπιστολῶν ἄνευ ἀντικρύσματος καὶ συνέπειας, ἀλλὰ αὐτὸς ποὺ πραγματικὰ πιστεύει, ὅτι θὰ δώσει λόγο στὸν Θεό, ὄχι μόνο γιὰ τὴν Ἐκκλησία ἀλλὰ καὶ γιὰ κάθε ψυχὴ ποὺ τοῦ ἐμπιστεύτηκε καὶ γι’ αὐτὸ κάνει τὰ πάντα, δὲν φοβᾶται τίποτα καὶ ἀγωνίζεται νὰ τὴν σώσει. Πολεμάει τὴν αἵρεση, κατατροπώνει τὴν βλασφημία καὶ παραδίδει τὴν Ὀρθοδοξία στὶς ἑπόμενες γενιές, ὅπως τὴν παρέλαβε, πεντακάθαρη, ἀλώβητη, ἀκέραιη, ζωντανή, ἐπίκαιρη, σωτήρια, μοναδική.

Τιμὴ Ἁγίων, μίμησις Ἁγίων.

Ἀδαμάντιος Τσακίρογλου