Α’ Χαιρετισμοί
Ἀκάθιστος Ὕμνος – Α’ Στάσις
Ἄγγελος πρωτοστάτης,
οὐρανόθεν ἐπέμφθη,
εἰπεῖν τῇ Θεοτόκω τὸ Χαῖρε·
καὶ σὺν τῇ ἀσωμάτῳ φωνῇ,
σωματούμενόν σε θεωρῶν, Κύριε,
ἐξίστατο καὶ ἵστατο,
κραυγάζων πρὸς Αὐτὴν τοιαῦτα·
Χαῖρε, δ' ἧς ἡ χαρὰ ἐκλάμψει,
χαῖρε, δι' ἧς ἡ ἀρὰ ἐκλείψει.
Χαῖρε, τοῦ πεσόντος Ἀδάμ ἡ ἀνάκλησις,
χαῖρε, τῶν δακρύων τῆς Εὔας ἡ λύτρωσις.
Χαῖρε, ὕψος δυσανάβατον ἀθρωπίνοις λογισμοῖς,
χαῖρε, βάθος δυσθεώρητον καὶ ἀγγέλων ὀφθαλμοῖς.
Χαῖρε, ὅτι ὑπάρχεις Βασιλέως καθέδρα,
χαῖρε, ὅτι βαστάζεις τὸν βαστάζοντα πάντα.
Χαῖρε, ἀστὴρ ἐμφαίνων τὸν ἥλιον,
χαῖρε, γαστὴρ ἐνθέου σαρκώσεως.
Χαῖρε, δι' ἧς νεουργεῖται ἡ κτίσις,
χαῖρε, δι' ἧς βρεφουργεῖται ὁ Κτίστης.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
οὐρανόθεν ἐπέμφθη,
εἰπεῖν τῇ Θεοτόκω τὸ Χαῖρε·
καὶ σὺν τῇ ἀσωμάτῳ φωνῇ,
σωματούμενόν σε θεωρῶν, Κύριε,
ἐξίστατο καὶ ἵστατο,
κραυγάζων πρὸς Αὐτὴν τοιαῦτα·
Χαῖρε, δ' ἧς ἡ χαρὰ ἐκλάμψει,
χαῖρε, δι' ἧς ἡ ἀρὰ ἐκλείψει.
Χαῖρε, τοῦ πεσόντος Ἀδάμ ἡ ἀνάκλησις,
χαῖρε, τῶν δακρύων τῆς Εὔας ἡ λύτρωσις.
Χαῖρε, ὕψος δυσανάβατον ἀθρωπίνοις λογισμοῖς,
χαῖρε, βάθος δυσθεώρητον καὶ ἀγγέλων ὀφθαλμοῖς.
Χαῖρε, ὅτι ὑπάρχεις Βασιλέως καθέδρα,
χαῖρε, ὅτι βαστάζεις τὸν βαστάζοντα πάντα.
Χαῖρε, ἀστὴρ ἐμφαίνων τὸν ἥλιον,
χαῖρε, γαστὴρ ἐνθέου σαρκώσεως.
Χαῖρε, δι' ἧς νεουργεῖται ἡ κτίσις,
χαῖρε, δι' ἧς βρεφουργεῖται ὁ Κτίστης.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Βλέπουσα ἡ Ἁγία,
ἑαυτήν ἐν ἁγνείᾳ,
φησὶ τῷ Γαβριὴλ θαρσαλέως·
τὸ παράδοξόν σου τῆς φωνῆς,
δυσπαράδεκτόν μου τῇ ψυχῇ φαίνεται·
ἀσπόρου γὰρ συλλήψεως,
τὴν κύησιν πὼς λέγεις κράζων·
Ἀλληλούια.
Γνῶσιν ἄγνωστον γνῶναι,
ἡ Παρθένος ζητοῦσα,
ἐβόησε πρὸς τὸν λειτουργοῦντα·
ἐκ λαγόνων ἁγνῶν,
υἷον πῶς ἔσται τεχθῆναι δυνατόν;
λέξον μοι.
Πρὸς ἥν ἐκεῖνος ἔφησεν ἐν φόβῳ,
πλὴν κραυγάζων οὕτω·
Χαῖρε, βουλῆς ἀπορρήτου μύστις,
χαῖρε, σιγῆς δεομένων πίστις.
Χαῖρε, τῶν θαυμάτων Χριστοῦ τὸ προοίμιον,
χαῖρε, τῶν δογμάτων αὐτοῦ τὸ κεφάλαιον.
Χαῖρε, κλῖμαξ ἐπουράνιε, δι' ἧς κατέβη ὁ Θεός,
χαῖρε, γέφυρα μετάγουσα ἀπὸ γῆς πρὸς οὐρανόν.
Χαῖρε, τὸ τῶν Ἀγγέλων πολυθρύλητον θαῦμα,
χαῖρε, τὸ τῶν δαιμόνων πολυθρήνητον τραῦμα.
Χαῖρε, τὸ φῶς ἀρρήτως γεννήσασα,
χαῖρε, τὸ πῶς μηδένα διδάξασα.
Χαῖρε, σοφῶν ὑπερβαίνουσα γνῶσιν,
Χαῖρε, πιστῶν καταυγάζουσα φρένας.
Χαῖρε, Νύμφη Ἀνύμφευτε.
Δύναμις τοῦ Ὑψίστου,
ἐπεσκίασε τότε,
πρὸς σύλληψιν τῇ Ἀπειρογάμω·
καὶ τὴν εὔκαρπον ταύτης νηδύν,
ὡς ἀγρὸν ὑπέδειξεν ἡδὺν ἅπασι,
τοῖς θέλουσι θερίζειν σωτηρίαν,
ἐν τῷ ψάλλειν οὕτως·
Ἀλληλούια.
Ἔχουσα θεοδόχον,
ἡ Παρθένος τὴν μήτραν,
ἀνέδραμε πρὸς τὴν Ἐλισάβετ.
Τὸ δὲ βρέφος ἐκείνης εὐθὺς ἐπιγνόν,
τὸν ταύτης ἀσπασμὸν ἔχαιρε,
καὶ ἅλμασιν ὡς ἄσμασιν,
ἐβόα πρὸς τὴν Θεοτόκον·
Χαῖρε, βλαστοῦ ἀμάραντου κλῆμα,
χαῖρε, καρποῦ ἀκήρατου κτῆμα.
Χαῖρε, γεωργὸν γεωργοῦσα φιλάνθρωπον,
χαῖρε, φυτουργὸν τῆς ζωῆς ἠμῶν φύουσα,
Χαῖρε, ἄρουρα βλαστάνουσα εὐφορίαν οἰκτιρμῶν,
χαῖρε, τράπεζα βαστάζουσα εὐθηνίαν ἱλασμῶν.
Χαῖρε, ὅτι λειμῶνα τῆς τρυφῆς ἀναθάλλεις,
χαῖρε, ὅτι λιμένα τῶν ψυχῶν ἑτοιμάζεις.
Χαῖρε, δεκτὸν πρεσβείας θυμίαμα,
χαῖρε, παντός τοῦ κόσμου ἐξίλασμα.
Χαῖρε, Θεοῦ πρὸς θνητοὺς εὐδοκία,
χαῖρε, θνητῶν πρὸς Θεὸν παρρησία.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Ζάλην ἔνδοθεν ἔχων,
λογισμῶν ἀμφιβόλων,
ὁ σώφρων Ἰωσὴφ ἐταράχθη·
πρὸς τὴν ἄγαμόν σὲ θεωρῶν,
καὶ κλεψίγαμον ὑπονοῶν Ἄμεμπτε·
μαθὼν δέ σου τὴν σύλληψιν,
ἐκ Πνεύματος Ἁγίου,
ἔφη·
Ἀλληλούια.
Οἱ Ἅγιοι Βασιλίσκος, Εὐτρόπιος καὶ Κλεόνικος οἱ Μάρτυρες
Eις τον Eυτρόπιον.
Ὁ χρηστὸς ἡμῖν Εὐτρόπιος τοὺς τρόπους,
Ἐφεῦρε Χριστὸν καὶ τέλους διὰ ξίφους.
Eις τον Kλεόνικον.
Καὶ Κλεόνικος εὐκλεᾶ νίκην ἔχει,
Σταυρῷ κρεμασθείς, ὡς Χριστός μου πάλαι.
Eις τον Bασιλίσκον.
Εἱρκτὴν τὸ σῶμα καὶ πρὸ τῆς εἱρκτῆς ἔχων,
Εἱρκτῶν λυτροῦται Βασιλίσκος ἐκ δύο.
Ἐν ξύλῳ Εὐτρόπιος σταυροῖο τρίτῃ προσεπήχθη.
Οἱ Ἅγιοι Μάρτυρες Βασιλίσκος, Εὐτρόπιος καὶ Κλεόνικος κατάγονταν ἀπὸ τὴν Ἀμάσεια τοῦ Πόντου καὶ ἔζησαν κατὰ τοὺς χρόνους τοῦ αὐτοκράτορος Μαξιμιανοῦ (286 – 305 μ.Χ.).
Ἦταν στρατιῶτες καὶ συγγενεῖς τοῦ Ἁγίου Θεοδώρου τοῦ Τήρωνος. Ὡς Χριστιανοὶ διαβλήθηκαν στὸν ἡγεμόνα Ἀσκληπιόδοτο, ὁ ὁποῖος τοὺς συνέλαβε καὶ τοὺς βασάνισε σκληρά. Ὅμως οἱ Μάρτυρες, ἀφοῦ παρουσιάσθηκε σὲ αὐτοὺς ὁ Κύριος καὶ ὁ Ἅγιος Μεγαλομάρτυρας Θεόδωρος, ἔγιναν ὑγιεῖς.
Μέσα στὴ φυλακὴ οἱ τρεῖς νέοι δὲν ἔχασαν οὔτε τὸ θάρρος οὔτε τὴν πίστη τους. Ἀντιθέτως ἐξακολούθησαν νὰ λατρεύουν τὸν Ἕνα καὶ Ἀληθινὸ Θεό. Μὲ τὸ κήρυγμά τους καὶ τὸ παράδειγμα ποὺ προσέφερε τὸ ἦθος, ἡ ἀντοχὴ καὶ τὸ θάρρος τους, ὁδήγησαν πολλοὺς συγκρατούμενούς τους στὴν ἀληθινὴ πίστη. Ὁ Ἀσκληπιόδοτος πληροφορήθηκε τὴν Χριστιανικὴ δράση τῶν τριῶν κρατουμένων καὶ τὴν ἐπίδραση ποὺ ἀσκοῦσαν στοὺς φυλακισμένους εἰδωλολάτρες καὶ διέταξε νά τοὺς ὁδηγήσουν καὶ πάλι ἐνώπιόν του.
Ὁ ἡγεμόνας τότε ἄρχισε νὰ κολακεύει τὸν Ἅγιο Κλεόνικο, γιὰ νὰ ἀρνηθεῖ τὴν πίστη τοῦ Χριστοῦ, ὑποσχόμενος δῶρα καὶ τιμές. Ὁ Ἅγιος ὅμως ἀφοῦ γέλασε, χλεύασε τὴν ἀρρώστια τῶν εἰδώλων. Καὶ ἐνῷ ἐτελεῖτο θυσία, μὲ προσευχὴ κατέρριψε τὸ εἴδωλο τῆς Ἀρτέμιδος. Ἀμέσως ὁ ἡγεμόνας ἔδωσε ἐντολὴ νὰ βασανισθοῦν. Τότε ὁ Κύριος ἐμφανίσθηκε στοὺς τρεῖς νέους καὶ στὸ πλῆθος τῶν εἰδωλολατρῶν, οἱ ὁποῖοι παρακολουθοῦσαν τὸ μαστίγωμα τῶν Χριστιανῶν, ἔχοντας στὸ πλευρό Του τὸν Ἅγιο Μεγαλομάρτυρα Θεόδωρο.
Οἱ τρεῖς Χριστιανοὶ ἀξιώθηκαν τῆς θαυματουργικῆς ἰάσεως τῶν τραυμάτων τους, ἐνῷ πολλοὶ εἰδωλολάτρες ποὺ εἶδαν τὸ θαῦμα, βαπτίσθηκαν Χριστιανοί. Ὁ Ἀσκληπιόδοτος ὅμως ὄχι μόνο δὲν ἄλλαξε στάση, ἀλλὰ διέταξε νὰ ἀποκεφαλισθοῦν ὅλοι οἱ νεοφώτιστοι Χριστιανοί. Ὁ Ἀσκληπιόδοτος καὶ οἱ εἰδωλολάτρες, τυφλοὶ ἀπὸ ὀργή, διέταξαν τοὺς δημίους νὰ περιχύσουν τοὺς τρεῖς Μάρτυρες μὲ καυτὴ πίσσα. Ὅμως, νέα θαυματουργικὴ ἐνέργεια ἀπὸ τὴ Θεία Χάρη δὲν ἐπέτρεψε οἱ πιστοὶ νέοι νὰ πάθουν τὸ παραμικρό, ἐνῷ ἡ καυτὴ πίσσα ἔπεσε καὶ κατέκαψε τοὺς δημίους.
Ὅμως, ὁ σκληρόκαρδος ἡγεμόνας δὲν μποροῦσε νὰ δεῖ τὴν ἀλήθεια, ἡ ὁποία παρουσιαζόταν μπροστὰ στὰ μάτια του. Ἔτσι, πρόσταξε τὴν σταυρικὴ καταδίκη τοῦ Εὐτροπίου καὶ τοῦ Κλεονίκου καὶ τὴ φυλάκιση τοῦ Βασιλίσκου. Οἱ δύο νέοι πέρασαν τὴν τελευταία νύχτα τῆς ζωῆς τους προσευχόμενοι. Καὶ πάλι ὁ Κύριος ἐμφανίσθηκε μπροστά τους, γιὰ νὰ τοὺς ἐνθαρρύνει.
Στὶς 3 Μαρτίου τοῦ 308 μ.Χ., ὁ Εὐτρόπιος καὶ ὁ Κλεόνικος κοσμήθηκαν μὲ τοὺς στέφανους τῆς ἁγιότητας καὶ τοῦ μαρτυρίου διὰ τοῦ σταυρικοῦ τους θανάτου. Ὁ Βασιλίσκος παρέμεινε ἔγκλειστος στὴ φυλακή, ὅπου καὶ πέθανε μετὰ ἀπὸ μερικὰ χρόνια, κερδίζοντας τὴν αἰώνια ζωή.
Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Τὸ τρίστοιχον ἄθροισμα, τῶν Ἀθλητῶν τοῦ Χριστοῦ, Εὐτρόπιον μέλψωμεν, σὺν Βασιλίσκῳ ὁμοῦ, τὸν θεῖον Κλεόνικον· οὗτοι γὰρ τῆς Τριάδος, τὸ ὑπέρθεον κράτος, ἄθλοις ὑπερφυέσιν, ὡμολόγησαν πᾶσιν· ᾗ πάντοτε πρεσβεύουσι, σώζεσθαι ἅπαντας.
Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Ἀρμονίᾳ πίστεως, συνδεδεμένοι, τοῦ ἐχθροῦ διέλυσαν, τὰς παρατάξεις ἐμφανῶς, σὺν Εὐτροπίῳ Κλεόνικος, καὶ Βασιλίσκος, γενναίως ἀθλήσαντες.
Μεγαλυνάριον.
Χαίροις τῶν Μαρτύρων τριὰς κλυτή, τρίφωτε λυχνία, Τρισηλίου μαραρμαρυγῆς, Εὐτρόπιε μάκαρ, Κλεόνικε θεόφρον, μετὰ τοῦ βασιλίσκου· οὓς μακαρίσωμεν.
Ὁ Ἅγιος Θεοδώρητος ὁ Ἱερομάρτυρας Ἐπίσκοπος Ἀντιοχείας
Χωρεῖν ἔχει που τῆς Ἐδὲμ τὸ χωρίον,
Καὶ τὸν Θεοδώρητον ἔνδον τὸν μέγαν.
Ὁ Ἅγιος Θεοδώρητος ἦταν Πρεσβύτερος τῆς Ἐκκλησίας τῆς Ἀντιόχειας καὶ ἔζησε κατὰ τοὺς χρόνους τοῦ αὐτοκράτορος Ἰουλιανοῦ τοῦ Παραβάτου (360 – 363 μ.Χ.).
Ὅταν ὁ θεῖος τοῦ αὐτοκράτορα, ποὺ ὀνομαζόταν καὶ αὐτὸς Ἰουλιανὸς καὶ ἦταν προηγουμένως Χριστιανὸς καὶ ἀναγνώστης τῆς Ἐκκλησίας τῆς Ἀντιόχειας, ἔγινε εἰδωλολάτρης, στράφηκε κατὰ τῶν ἱερέων τῆς πόλεως καὶ κατέστρεψε τὰ ἱερὰ ἀναθήματα. Τότε συνελήφθη καὶ ὁ Πρεσβύτερος Θεοδώρητος, τὸν ὁποῖο κρέμασαν καὶ ξέσχισαν τὰ πλευρά του. Τὰ μαρτύρια δὲν λύγισαν τὴν πίστη τοῦ Ἁγίου, ὁ ὁποῖος συνεχῶς ὁμολογοῦσε τὴν πίστη του στὸν Χριστό. Οἱ εἰδωλολάτρες, ἀφοῦ ἀγωνίσθηκαν μάταια γιὰ νὰ μεταστρέψουν τὸ εὐσεβὲς φρόνημα αὐτοῦ, τὸν ἀποκεφάλισαν.
Ἔτσι ὁ Ἅγιος Θεοδώρητος ἔλαβε τὸ στέφανο τοῦ μαρτυρίου τῆς δόξας.
Οἱ Ὅσιοι Ζήνων καὶ Ζωΐλος
Ζωῆς λύσις Ζήνωνι καὶ τῷ Ζωΐλω
Ζωῆς ὑπῆρξε κρείττονος παραιτία.
Εἶναι ἄγνωστο ποὺ καὶ πότε τέλεσαν τὸν δρόμο τῆς ἀσκήσεως οἱ Ὅσιοι Ζήνων καὶ Ζωΐλος, οἱ ὁποῖοι κοιμήθηκαν μὲ εἰρήνη.
Ἡ Ὁσία Πιαμοῦν ἡ Παρθένος
Κροσσωτὰ χρυσᾶ Πιαμοῦν μελαμφόρος,
Τὰς ἀρετὰς ἄπεισιν ἠμφιεσμένη.
Ἡ Ὁσία Πιαμοῦν, καταγόταν ἀπὸ τὴν Αἴγυπτο ὅπου ἔζησε τὸν 4ο αἰῶνα μ.Χ. Σὲ νεαρὴ ἡλικία ἔμεινε ὀρφανὴ ἀπὸ τὸν πατέρα της, ἀλλὰ ἡ Χριστιανὴ μητέρα της τὴν ἀνέθρεψε μὲ παιδεία καὶ νουθεσία Κυρίου. Ὅταν δὲ μεγάλωσε, ἐπιδόθηκε μαζὶ μὲ τὴν μητέρα της σὲ ἔργα ἐλεημοσύνης καὶ εὐσπλαχνίας. Δὲν ἦταν βέβαια πλούσιες, ἀλλὰ ἀπὸ τὸ φτωχικό τους εἰσόδημα, συνέδραμαν τοὺς πτωχοὺς καὶ τοὺς ἀδύνατους ἀδελφούς τους. Ὅταν ἡ μητέρα της κοιμήθηκε, ἡ Ὁσία, μόνη της πλέον, ἐπιδόθηκε στὴ διακονία τῶν πασχόντων ἀδελφῶν της. Ἐπισκεπτόταν τὰ σπίτια τους, τοὺς παρηγοροῦσε καὶ τοὺς στήριζε στὴν πίστη. Τόση φήμη ἀπέκτησε ἡ Πιαμοῦν, ὥστε ὅταν οἱ ἐχθροὶ πολιορκοῦσαν τὴν γενέτειρά της, ἀκούγοντας τὸ ὄνομά της ἔλυσαν τὴν πολιορκία καὶ ἔφυγαν.
Ἡ Ὁσία Πιαμοῦν κοιμήθηκε μὲ εἰρήνη.
Ἡ Ὁσία Ἀλεξάνδρα
Ἡ Ὁσία Ἀλεξάνδρα ἀσκήτεψε στὴν Ἀλεξάνδρεια καὶ κοιμήθηκε μὲ εἰρήνη. Δὲν ἔχουμε περισσότερες λεπτομέρειες γιὰ τὸν βίο τῆς Ὁσίας.
Σύναξις Ὑπεραγίας Θεοτόκου τοῦ Βολοκολὰμσκ ἐν Ρωσίᾳ
Ἡ Ἱερὰ εἰκόνα τῆς Παναγίας τοῦ Βολοκολαμσκ εἶναι ἀντίγραφο τῆς εἰκόνας τῆς Παναγίας τοῦ Βλαντιμὶρ καὶ φυλάσσεται στὸ ναὸ τῆς κοιμήσεως τῆς Θεοτόκου τοῦ Κρεμλίνου. Τὴν εἰκόνα μετέφερε ἀπὸ τὴ μονὴ Κοιμήσεως τῆς Θεοτόκου τοῦ Ζβενιγκόροντ ὁ Ὅσιος Ἰωσὴφ τοῦ Βολοκολὰμσκ († 9 Σεπτεμβρίου) στὶς 2 Μαρτίου τοῦ ἔτους 1572.
Ὁ Ἅγιος Ἰωάννης Πατριάρχης Γεωργίας
Ὁ Ἅγιος Ἰωάννης ἔζησε κατὰ τὸν 9ο αἰῶνα μ.Χ. καὶ πατριάρχευσε στὴ Γεωργία ἀπὸ τὸ 1033 μέχρι τὸ 1048. Πρὶν τὴν ἐκλογή του, ὡς Πατριάρχου, εἶχε μονάσει στὴ μονὴ τοῦ Καλίπου, στὴν Ἀντιόχεια τῆς Συρίας, ὅπου μόναζαν πολλοὶ Γεωργιανοὶ μοναχοί.
Ὁ Ἅγιος Ἰωάννης κοιμήθηκε μὲ εἰρήνη τὸ ἔτος 1048.
Οἱ Ἅγιοι ἐννέα Μάρτυρες ἐκ Γεωργίας
Οἱ ἐννέα αὐτοὶ Ἅγιοι Μάρτυρες μαρτύρησαν στὸ χωριὸ Μαραμπντὰ τῆς ἀνατολικῆς Γεωργίας, στὴν περιοχὴ τῆς Καχέτης, κατὰ τὸ ἔτος 1625.
Πηγὲς: http://www.saint.gr/03/03/index.aspx
http://www.synaxarion.gr/gr/m/3/d/3/sxsaintlist.aspx
«Πᾶνος»