Κυριακή 31 Μαρτίου 2024

Τό Εὐαγγέλιο καί ὁ Ἀπόστολος τῆς Κυριακῆς Β' ΝΗΣΤΕΙΩΝ (Γρηγορίου τοῦ Παλαμᾶ) 31 ΜΑΡΤΙΟΥ 2024

 



Ἑωθινόν
 
Ἦχος β΄ - Ἑωθινόν Ι´
ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΚΑ´ 1 - 14

1 Μετὰ ταῦτα ἐφανέρωσεν ἑαυτὸν πάλιν ὁ Ἰησοῦς τοῖς μαθηταῖς ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος· ἐφανέρωσε δὲ οὕτως. 2 ἦσαν ὁμοῦ Σίμων Πέτρος, καὶ Θωμᾶς ὁ λεγόμενος Δίδυμος, καὶ Ναθαναὴλ ὁ ἀπὸ Κανᾶ τῆς Γαλιλαίας, καὶ οἱ τοῦ Ζεβεδαίου καὶ ἄλλοι ἐκ τῶν μαθητῶν αὐτοῦ δύο. 3 λέγει αὐτοῖς Σίμων Πέτρος· Ὑπάγω ἁλιεύειν. λέγουσιν αὐτῷ· Ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί. ἐξῆλθον καὶ ἐνέβησαν εἰς τὸ πλοῖον εὐθύς, καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν. 4 πρωΐας δὲ ἤδη γενομένης ἔστη ὁ Ἰησοῦς εἰς τὸν αἰγιαλόν· οὐ μέντοι ᾔδεισαν οἱ μαθηταὶ ὅτι Ἰησοῦς ἐστι. 5 λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς· Παιδία, μή τι προσφάγιον ἔχετε; ἀπεκρίθησαν αὐτῷ· Οὔ. 6 ὁ δὲ εἶπεν αὐτοῖς· Βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον, καὶ εὑρήσετε. ἔβαλον οὖν, καὶ οὐκέτι αὐτὸ ἑλκύσαι ἴσχυσαν ἀπὸ τοῦ πλήθους τῶν ἰχθύων. 7 λέγει οὖν ὁ μαθητὴς ἐκεῖνος, ὃν ἠγάπα ὁ Ἰησοῦς, τῷ Πέτρῳ· Ὁ Κύριός ἐστι. Σίμων οὖν Πέτρος ἀκούσας ὅτι ὁ Κύριός ἐστι, τὸν ἐπενδύτην διεζώσατο· ἦν γὰρ γυμνός· καὶ ἔβαλεν ἑαυτὸν εἰς τὴν θάλασσαν· 8 οἱ δὲ ἄλλοι μαθηταὶ τῷ πλοιαρίῳ ἦλθον· οὐ γὰρ ἦσαν μακρὰν ἀπὸ τῆς γῆς, ἀλλ’ ὡς ἀπὸ πηχῶν διακοσίων· σύροντες τὸ δίκτυον τῶν ἰχθύων. 9 ὡς οὖν ἀπέβησαν εἰς τὴν γῆν, βλέπουσιν ἀνθρακιὰν κειμένην καὶ ὀψάριον ἐπικείμενον καὶ ἄρτον. 10 λέγει αὐτοῖς ὁ Ἰησοῦς· Ἐνέγκατε ἀπὸ τῶν ὀψαρίων ὧν ἐπιάσατε νῦν. 11 ἀνέβη Σίμων Πέτρος καὶ εἵλκυσε τὸ δίκτυον ἐπὶ τῆς γῆς, μεστὸν ἰχθύων μεγάλων ἑκατὸν πεντήκοντα τριῶν· καὶ τοσούτων ὄντων οὐκ ἐσχίσθη τὸ δίκτυον. 12 λέγει αὐτοῖς ὁ Ἰησοῦς· Δεῦτε ἀριστήσατε. οὐδεὶς δὲ ἐτόλμα τῶν μαθητῶν ἐξετάσαι αὐτόν σὺ τίς εἶ, εἰδότες ὅτι ὁ Κύριός ἐστιν. 13 ἔρχεται οὖν ὁ Ἰησοῦς καὶ λαμβάνει τὸν ἄρτον καὶ δίδωσιν αὐτοῖς καὶ τὸ ὀψάριον ὁμοίως. 14 Τοῦτο ἤδη τρίτον ἐφανερώθη ὁ Ἰησοῦς τοῖς μαθηταῖς αὐτοῦ ἐγερθεὶς ἐκ νεκρῶν.
 
Ἑρμηνευτικὴ ἀπόδοση Παναγιώτη Ν. Τρεμπέλα 
 
Ἦχος β΄ - Ἑωθινόν Ι´
ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΚΑ´ 1 - 14

1 Μετὰ ταῦτα ἐφανέρωσε τὸν ἑαυτόν του πάλιν ὁ Ἰησοῦς εἰς τοὺς μαθητάς του εἰς τὴν λίμνην τῆς Τιβεριάδος. Τὸν ἐφανέρωσε δὲ κατὰ τὸν ἑξῆς τρόπον. 2 Ἦσαν μαζὶ ὁ Σίμων Πέτρος, καὶ ὁ Θωμᾶς, ποὺ ἐλέγετο Δίδυμος, καὶ ὁ Ναθαναήλ, ποὺ κατήγετο ἀπὸ τὴν Κανᾶ τῆς Γαλιλαίας, καὶ οἱ υἱοὶ τοῦ Ζεβεδαίου, καὶ ἄλλοι δύο ἀπὸ τοὺς μαθητάς του. 3 Λέγει εἰς αὐτοὺς ὁ Σίμων Πέτρος· Πηγαίνω νὰ ψαρέψω. Λέγουν εἰς αὐτὸν ἐκεῖνοι· Ἐρχόμεθα καὶ μεῖς μαζί σου. Ἐβγῆκαν λοιπὸν ἀπὸ τὸ κατάλυμά των πρὸς τὴν θάλασσαν καὶ ἐμβῆκαν ἀμέσως εἰς τὸ πλοῖον καὶ ἤρχισαν νὰ ψαρεύουν. Καὶ κατ’ ἐκείνην τὴν νύκτα δὲν ἔπιασαν τίποτε. 4 Ὅταν δὲ πλέον ἔγινε πρωΐ, ἐστάθη ὁ Ἰησοῦς στὴν ἀκρογιαλιά. Οἱ μαθηταὶ ὅμως δὲν ἀντελήφθησαν, ὅτι αὐτός, ποὺ ἐστέκετο, ἦτο ὁ Ἰησοῦς. 5 Σὰν νὰ ἦτο λοιπὸν ξένος καὶ ἄγνωστος διαβάτης, λέγει πρὸς αὐτοὺς ὁ Ἰησοῦς· Παιδιά, μήπως ἔχετε κανένα ψάρι γιὰ προσφάγι; Ἀπεκρίθησαν εἰς αὐτόν· Ὄχι. 6 Ἐκεῖνος δὲ τότε εἶπε πρὸς αὐτούς· Ρίψατε τὸ δίκτυον εἰς τὰ δεξιὰ τοῦ πλοίου καὶ θὰ εὕρετε. Ἔρριψαν λοιπὸν σύμφωνα μὲ τὴν σύστασιν αὐτὴν καὶ δὲν ἠμπόρεσαν νὰ τραβήξουν ἐπάνω τὸ δίκτυον ἀπὸ τὸ πλῆθος τῶν ψαριῶν, ποὺ εἶχε πιάσει. 7 Κατόπιν λοιπὸν ἀπὸ τὴν πρωτοφανῆ αὐτὴν ἐπιτυχίαν, λέγει ὁ μαθητὴς ἐκεῖνος, τὸν ὁποῖον ἠγάπα ὁ Ἰησοῦς, εἰς τὸν Πέτρον· Αὐτός, ποὺ τὸν ἐνομίσαμεν ὡς ξένον, εἶναι ὁ Κύριος. Ὁ Σίμων Πέτρος λοιπόν, ὅταν ἤκουσεν, ὅτι ἐκεῖ ἦτο ὁ Κύριος, ἐφόρεσε βιαστικὰ καὶ ἐζώσθη τὸν ἐργατικὸν σάκκον του, διότι μέχι τῆς στιγμῆς ἐκείνης ἦτο σχεδὸν γυμνός· καὶ ὁρμητικός, καθὼς ἦτο, ἐρρίφθη εἰς τὴν θάλασσαν, διὰ νὰ συναντήσῃ τὸ συντομώτερον τὸν Διδάσκαλον. 8 Οἱ ἄλλοι μαθηταὶ ὅμως ἦλθαν πρὸς τὸν Ἰησοῦν μὲ τὸ πλοιάριον· διότι δὲν ἦσαν μακρὰν ἀπὸ τὴν ξηράν, ἀλλ’ ἀπεῖχον περίπου διακόσιες πήχεις. Καὶ ἦλθαν σύροντες τὸ γεμᾶτον ἀπὸ τὰ συλληφθέντα ψάρια δίκτυον. 9 Εὐθὺς λοιπὸν ὡς ἀπεβιβάσθησαν εἰς τὴν ξηράν, κάθυγροι καὶ κατάκοποι καὶ πεινασμένοι, βλέπουν ἕτοιμον κατὰ γῆς σωρὸν ἀπὸ κάρβουνα ἀναμμένα καὶ ἐπάνω εἰς αὐτὸν ἕνα ψάρι καὶ χωριστὰ εἰς μικρὰν ἀπόστασιν ἕνα ἄρτον. Ηὗραν δηλαδὴ φωτιά, διὰ νὰ θερμανθοῦν καὶ ξηρανθοῦν τὰ ἐνδύματά των, καὶ φαγητὸν διὰ τὸ πρωϊνόν τους. 10 Καὶ διὰ νὰ συμπληρωθῇ τὸ πρωϊνὸν αὐτὸ καὶ ἀπὸ τὸ προϊὸν τοῦ κόπου των, λέει εἰς αὐτοὺς ὁ Ἰησοῦς· Φέρετε καὶ ἀπὸ τὰ ψάρια, ποὺ ἐπιάσατε τώρα. 11 Ἐπειδὴ δὲ τὸ δίκτυον ἦτο ἀκόμη μέσα εἰς τὴν λίμνην καὶ ἕνεκα τοῦ βάρους του ἦτο δύσκολον νὰ τραβηχθῇ, ἀνέβη ὁ Σίμων Πέτρος ὡς ἐμπειρότερος ἀπὸ τοὺς ἄλλους εἰς τὸ πλοιάριον καὶ ἐτράβηξε τὸ δίκτυον εἰς τὴν ξηράν, γεμᾶτον ἀπὸ ψάρια μεγάλα ἑκατὸν πεντήκοντα τρία. Καίτοι δὲ ἦσαν τόσον πολλὰ τὰ ψάρια, δὲν ἐσχίσθη τὸ δίκτυον. 12 Λέγει εἰς αὐτοὺς ὁ Ἰησοῦς· Ἔλθετε τώρα νὰ πάρετε τὸ πρωϊνόν σας. Ἐν τῷ μεταξὺ δὲ κανεὶς ἀπὸ τοὺς μαθητὰς δὲν ἐτόλμα νὰ τὸν ἐξετάσῃ καὶ νὰ τὸν ἐρωτήσῃ· Ποῖος εἶσαι σύ; Διότι ἤξευραν, ὅτι εἶναι ὁ Κύριος. Καὶ συνεπῶς ᾐσθάνοντο ἀπέναντι τοῦ φόβον καὶ βαθὺν σεβασμόν. 13 Ἀφοῦ λοιπὸν κατόπιν τῆς προσκλήσεως τοῦ Ἰησοῦ ἦλθαν οἱ μαθηταὶ νὰ φάγουν, ἔρχεται ὁ Ἰησοῦς καὶ παίρνει εἰς τὰς χεῖρας του τὸν ἄρτον καὶ ἐμοίρασε τοῦτον εἰς αὐτούς, ὁμοίως δὲ καὶ τὸ ὀψάριον. 14 Αὐτὴ ἦτο ἡ τρίτη φορὰ ἕως τότε, ποὺ ἐφανερώθη ὁ Ἰησοῦς εἰς συναθροισμένους τοὺς μαθητάς του, ἀφ’ ὅτου ἀνεστήθη ἐκ νεκρῶν.


Εὐαγγέλιον
 
ΚΑΤΑ ΜΑΡΚΟΝ Β´ 1 - 12

1 Καὶ εἰσῆλθε πάλιν εἰς Καπερναοὺμ δι’ ἡμερῶν καὶ ἠκούσθη ὅτι εἰς οἶκόν ἐστι. 2 καὶ εὐθέως συνήχθησαν πολλοὶ, ὥστε μηκέτι χωρεῖν μηδὲ τὰ πρὸς τὴν θύραν· καὶ ἐλάλει αὐτοῖς τὸν λόγον. 3 καὶ ἔρχονται πρὸς αὐτὸν παραλυτικὸν φέροντες, αἰρόμενον ὑπὸ τεσσάρων. 4 καὶ μὴ δυνάμενοι προσεγγίσαι αὐτῷ διὰ τὸν ὄχλον, ἀπεστέγασαν τὴν στέγην ὅπου ἦν, καὶ ἐξορύξαντες χαλῶσι τὸν κράβαττον ἐφ’ ᾧ ὁ παραλυτικὸς κατέκειτο. 5 ἰδὼν δὲ ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν λέγει τῷ παραλυτικῷ· Τέκνον, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου. 6 ἦσαν δέ τινες τῶν γραμματέων ἐκεῖ καθήμενοι καὶ διαλογιζόμενοι ἐν ταῖς καρδίαις αὐτῶν· 7 Τί οὗτος οὕτως λαλεῖ βλασφημίας; τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ εἷς ὁ Θεός; 8 καὶ εὐθέως ἐπιγνοὺς ὁ Ἰησοῦς τῷ πνεύματι αὐτοῦ ὅτι οὕτως αὐτοὶ διαλογίζονται ἐν ἑαυτοῖς εἶπεν αὐτοῖς· Τί ταῦτα διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν; 9 τί ἐστιν εὐκοπώτερον, εἰπεῖν τῷ παραλυτικῷ, ἀφέωνταί σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν, ἔγειρε καὶ ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει; 10 ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἀφιέναι ἐπὶ τῆς γῆς ἁμαρτίας - λέγει τῷ παραλυτικῷ· 11 Σοὶ λέγω, ἔγειρε καὶ ἆρον τὸν κράβαττόν σου καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. 12 καὶ ἠγέρθη εὐθέως, καὶ ἄρας τὸν κράβαττον ἐξῆλθεν ἐναντίον πάντων, ὥστε ἐξίστασθαι πάντας καὶ δοξάζειν τὸν Θεὸν λέγοντας ὅτι Οὐδέποτε οὕτως εἴδομεν.
 
Ἑρμηνευτικὴ ἀπόδοση Παναγιώτη Ν. Τρεμπέλα
 
ΚΑΤΑ ΜΑΡΚΟΝ Β´ 1 - 12

1 Καὶ ὕστερα ἀπὸ μερικὰς ἡμέρας ἐμβῆκε πάλιν εἰς τὴν Καπερναούμ· καὶ ἔγινε γνωστόν, ὅτι εἶναι εἰς κάποιαν οἰκίαν. 2 Καὶ ἀμέσως ἐμαζεύθησαν πολλοί, ὥστε ἀφοῦ ἐγέμισεν ἡ οἰκία, νὰ μὴ χωροῦν πλέον τὸν λαὸν οὔτε τὰ πλησίον τῆς θύρας μέρη. Καὶ τοὺς ἐδίδασκε τὸν λόγον τοῦ Θεοῦ. 3 Καὶ ἔρχονται πρὸς αὐτὸν καὶ τοῦ ἔφεραν κάποιον παραλυτικόν, ποὺ τὸν ἐσήκωναν ἐπάνω εἰς κρεββάτι τέσσαρες. 4 Καὶ ἐπειδὴ δὲν ἠμποροῦσαν ἐξ αἰτίας τοῦ πλήθους τοῦ λαοῦ νὰ τὸν πλησιάσουν, ἐξεσκέπασαν τὴν σκέπην εἰς τὸ μέρος, ὅπου ὁ Κύριος εὑρίσκετο καί, ἀφοῦ ἤνοιξαν τρῦπαν, ἔρριψαν κάτω σιγὰ τὸ κρεββάτι, ἐπὶ τοῦ ὁποίου ἦτο ἑξαπλωμενος ὁ παραλυτικός. 5 Ὅταν δὲ ὁ Ἰησοῦς εἶδε τὴν πίστιν, ποὺ εἶχαν καὶ ὁ παραλυτικὸς καὶ ἐκεῖνοι ποὺ τὸν ἔφεραν, λέγει εἰς τὸν παραλυτικόν, ὁ ὁποῖος εὑρίσκετο εἰς ἀνησυχίαν, μήπως αἱ ἁμαρτίαι του γίνουν ἐμπόδιον εἰς τὴν θεραπείαν του· τέκνον, σοῦ ἔχουν συγχωρηθῇ αἱ ἁμαρτίαι σου, αἱ ὁποῖαι εἶναι καὶ ἡ αἰτία τῆς σωματικῆς σου παραλύσεως. 6 Ἦσαν δὲ μερικοὶ ἀπὸ τοὺς γραμματεῖς, οἱ ὁποῖοι ἐκάθηντο ἐκεῖ καὶ διελογίζοντο εἰς τὸ ἐσωτερικόν των καὶ εἰς τὰς διανοίας των· 7 Διατὶ ὁ ἄνθρωπος αὐτὸς ὁμιλεῖ ἔτσι καὶ ἐκστομίζει βλασφημίας; Ποῖος ἄλλος ἠμπορεῖ νὰ συγχωρῇ ἁμαρτίας, παρὰ μόνον ἕνας, ὁ Θεός; 8 Καὶ ἀμέσως ὁ Ἰησοῦς ἀντελήφθη ὑπερφυσικῶς μὲ τὸ φωτιζόμενον ἀπὸ τὴν θεότητά του πνεῦμα του, ὅτι αὐτοὶ διαλογίζονται μέσα τους ἔτσι, καὶ τοὺς εἶπε· Διατὶ δέχεσθε καὶ κυκλοφορεῖτε τέτοιους λογισμοὺς μέσα εἰς τὰς καρδίας σας; 9 Τί εἶναι εὐκολώτερον, τὸ νὰ εἴπω εἰς τὸν παραλυτικὸν εἶναι συγχωρημέναι αἱ ἁμαρτίαι σου ἢ νὰ τοῦ εἴπω, σήκω καὶ πάρε εἰς τὸν ὦμον σου τὸ κρεββάτι σου καὶ περιπάτει; Σεῖς θεωρεῖτε δυσκολώτερον τὸ τελευταῖον τοῦτο. 10 Διὰ νὰ μάθετε λοιπόν, ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου, ὁ Μεσσίας, ὁ μοναδικὸς ἐκπρόσωπος τῆς ἀνθρωπότητος, ὁ ὁποῖος θὰ ἔλθῃ καὶ πάλιν ἐπὶ τῶν νεφελῶν ὡς Κριτὴς ἔνδοξος, ἔχει ἐξουσίαν νὰ συγχωρῇ ἐπὶ τῆς γῆς ἁμαρτίας - τότε ὁ Κύριος λέγει εἰς τὸν παραλυτικόν· 11 Εἰς σέ, ποὺ πιστεύεις, ὁμιλῶ· σήκω καὶ πάρε εἰς τὸν ὦμον σου τὸ κρεββάτι σου καὶ πήγαινε εἰς τὸν οἶκον σου. 12 Καὶ ἐσηκώθη ἀμέσως καὶ ἀφοῦ ἐπῆρε τὸ κρεββάτι του ἐβγῆκεν ἀπὸ τὸ σπίτι ἐκεῖνο ἐμπρὸς εἰς ὅλους, ὥστε τὸν εἶδαν μὲ τὰ μάτια των καὶ κατεπλάγησαν ὅλοι καὶ ἐδόξασαν τὸν Θεὸν λέγοντες, ὅτι ποτὲ ἕως τώρα δὲν εἴδαμεν ἔτσι, παραλυτικὸς μὲ μίαν προσταγὴν νὰ σηκώνεται ἀμέσως ὑγιὴς καὶ νὰ περιπατῇ.
 

 Ἀπόστολος
 
ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ Α´ 10 - 14

10 καί· σὺ κατ’ ἀρχάς, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί· 11 αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, 12 καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτούς, καὶ ἀλλαγήσονται· σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι. 13 πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκέ ποτε· κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου; 14 οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν;

ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ Β´ 1 - 3

1 Διὰ τοῦτο δεῖ περισσοτέρως ἡμᾶς προσέχειν τοῖς ἀκουσθεῖσι, μή ποτε παραρρυῶμεν. 2 εἰ γὰρ ὁ δι’ ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος, καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν, 3 πῶς ἡμεῖς ἐκφευξόμεθα τηλικαύτης ἀμελήσαντες σωτηρίας; ἥτις ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ Κυρίου, ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη,
 
Ἑρμηνευτικὴ ἀπόδοση Παναγιώτη Ν. Τρεμπέλα 
 
ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ Α´ 10 - 14

10 Καὶ πάλιν λέγει ἡ Γραφὴ περὶ τοῦ Υἱοῦ· Σύ, Κύριε, ἐν τῇ ἀρχῇ τῆς δημιουργίας ἐστήριξες τὴν γῆν σὰν ἐπάνω εἰς θεμέλιον στερεὸν καὶ ἔργα τῶν χειρῶν σου εἶναι οἱ οὐρανοί. 11 Αὐτοὶ θὰ χαλασθοῦν καὶ θὰ ἀλλάξουν τὸ σημερινόν των σχῆμα. Σὺ ὅμως παραμένεις ἀναλλοίωτος καὶ ἀμετάβλητος. Καὶ ὅλος ὁ κόσμος σὰν ἔνδυμα θὰ παληώσῃ 12 καὶ σὰν ἐξωτερικὸν ροῦχον, ποὺ περιβάλλονται οἱ ἄνθρωποι, θὰ τὸν γυρίσῃς καὶ θὰ τὸν περιτυλίξῃς καὶ θὰ ἀλλάξῃ γινόμενος καινούργιος. Σὺ ὅμως εἶσαι πάντοτε ὁ ἴδιος καὶ τὰ ἔτη σου θὰ εἶναι ἀτελείωτα. 13 Πρὸς ποῖον δὲ ἀπὸ τοὺς ἀγγέλους ἔχει εἴπει ποτὲ ὁ ἐπουράνιος Πατήρ· κάθησε τώρα μετὰ τὴν ἀνάληψίν σου εἰς τὰ δεξιά μου, μέχρις ὅτου θέσω τοὺς ἐχθρούς σου ὑποπόδιον, ἐπὶ τοῦ ὁποίου θὰ πατοῦν τὰ πόδια σου διὰ νὰ ἔχῃς αἰωνίως ἀδιαφιλονείκητον τὴν ἐξουσίαν; Εἰς κανένα. 14 Δὲν εἶναι ὅλοι οἱ ἄγγελοι πνεύματα ὑπηρετικά, τὰ ὁποῖα δὲν ἐνεργοῦν ἀπὸ ἰδικήν των πρωτοβουλίαν, ἀλλ’ ἀποστέλλονται ἀπὸ τὸν Θεὸν εἰς ὑπηρεσίαν δι’ ἐκείνους, ποὺ μέλλουν νὰ κληρονομοῦν τὴν αἰώνιον ζωήν;

ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ Β´ 1 - 3

1 Αφοῦ λοιπὸν τόσον ὑπέροχος εἶναι ὁ Υἱός, δι’ αὐτὸ πρέπει καὶ ἡμεῖς περισσότερον νὰ προσέχωμεν εἰς ἐκεῖνα, ποὺ ἠκούσαμεν διὰ τοῦ κηρύγματος καὶ τὰ ὁποῖα εἶναι λόγοι τοῦ Υἱοῦ καὶ τῶν Ἀποστόλων του. Εἶναι ἐπείγουσα ἀνάγκη νὰ προσέχωμεν, μήπως ἐξ ἀπροσεξίας μᾶς συμβῇ νὰ παρασυρθῶμεν καὶ πέσωμεν ἔξω. 2 Ἀλλοίμονον δέ, ἐὰν πέσωμεν ἔξω. Διότι, ἐὰν ὁ νόμος, ποὺ ἐλέχθη εἰς τὸν Μωϋσῆν διὰ μέσου ἀγγέλων, ἀπεδείχθη βέβαιος καὶ ἰσχυρὸς καὶ πᾶσα παράβασίς του καὶ παρακοὴ ἔλαβε δικαίαν ἀνταπόδοσιν καὶ τιμωρίαν, 3 πῶς ἠμεῖς θὰ διαφύγωμεν τὴν τιμωρίαν, ἐὰν ἀμελήσωμεν μίαν τόσον μεγάλην καὶ σπουδαίαν σωτηρίαν; Ἡ σωτηρία αὐτὴ δὲν ἐλέχθη δι’ ἀγγέλων, ὅπως ὁ νόμος, ἀλλ’ ἀφοῦ ἤρχισε νὰ κηρύττεται ἀπὸ αὐτὸν τὸν Κύριον, μᾶς παρεδόθη ὡς βεβαία καὶ ἀξιόπιστος ἀπὸ τοὺς Ἀποστόλους, ποὺ τὴν ἤκουσαν ἀμέσως ἀπὸ τὸ στόμα τοῦ Κυρίου.
 
«Πᾶνος»